§250ΣΩ. καθάπερ γὰρ εἴρηται, πᾶσα μὲν ἀνθρώπου ψυχὴ φύσει τεθέαται τὰ ὄντα, ἢ οὐκ ἂν ἦλθεν εἰς τόδε τὸ ζῷον·
すでに語られたように、すべての人間の魂は本性上、実在するものを観照したことがあるのであり、さもなければ、この生けるものへと入ることはなかったであろう。
ἀναμιμνῄσκεσθαι δὲ ἐκ τῶνδε ἐκεῖνα οὐ ῥᾴδιον ἁπάσῃ, οὔτε ὅσαι βραχέως εἶδον τότε τἀκεῖ, οὔθʼ αἳ δεῦρο πεσοῦσαι ἐδυστύχησαν, ὥστε ὑπό τινων ὁμιλιῶν ἐπὶ τὸ ἄδικον τραπόμεναι λήθην ὧν τότε εἶδον ἱερῶν ἔχειν.
しかし、ここにあるものからあちらにあるものを想起することは、すべての魂にとって容易ではない。 当時あちらにあるものをわずかしか見なかった魂にとっても、また、こちらに落下したことで不運に見舞われ、ある種の交わりによって不正へと転じ、当時見た聖なるものの忘却を抱くに至った魂にとっても。
ὀλίγαι δὴ λείπονται αἷς τὸ τῆς μνήμης ἱκανῶς πάρεστιν·
実に、記憶の力が十分に備わっているものは、わずかしか残されていない。
αὗται δέ, ὅταν τι τῶν ἐκεῖ ὁμοίωμα ἴδωσιν, ἐκπλήττονται καὶ οὐκέτʼ ἐν αὑτῶν γίγνονται, ὃ δʼ ἔστι τὸ πάθος ἀγνοοῦσι διὰ τὸ μὴ ἱκανῶς διαισθάνεσθαι.
そしてこれらは、あちらにあるものの何らかの似姿を見るとき、驚愕して、もはや我を忘れてしまうが、十分に識別できないために、その情熱が何であるかを知らない。
δικαιοσύνης μὲν οὖν καὶ σωφροσύνης καὶ ὅσα ἄλλα τίμια ψυχαῖς οὐκ ἔνεστι φέγγος οὐδὲν ἐν τοῖς τῇδε ὁμοιώμασιν, ἀλλὰ διʼ ἀμυδρῶν ὀργάνων μόγις αὐτῶν καὶ ὀλίγοι ἐπὶ τὰς εἰκόνας ἰόντες θεῶνται τὸ τοῦ εἰκασθέντος γένος·
さて、正義や節制、その他魂にとって尊いすべてのものについては、ここにあるそれらの似姿のなかにいかなる輝きも存在しない。 むしろ、鈍い器官を通して、ごくわずかの人々だけが、その肖像へと近づき、かろうじて、模写されたものの本質を観照するのである。
κάλλος δὲ τότʼ ἦν ἰδεῖν λαμπρόν, ὅτε σὺν εὐδαίμονι χορῷ μακαρίαν ὄψιν τε καὶ θέαν, ἑπόμενοι μετὰ μὲν Διὸς ἡμεῖς, ἄλλοι δὲ μετʼ ἄλλου θεῶν, εἶδόν τε καὶ ἐτελοῦντο τῶν τελετῶν ἣν θέμις λέγειν μακαριωτάτην, ἣν ὠργιάζομεν ὁλόκληροι μὲν αὐτοὶ ὄντες καὶ ἀπαθεῖς κακῶν ὅσα ἡμᾶς ἐν ὑστέρῳ χρόνῳ ὑπέμενεν, ὁλόκληρα δὲ καὶ ἁπλᾶ καὶ ἀτρεμῆ καὶ εὐδαίμονα φάσματα μυούμενοί τε καὶ ἐποπτεύοντες ἐν αὐγῇ καθαρᾷ, καθαροὶ ὄντες καὶ ἀσήμαντοι τούτου ὃ νῦν δὴ σῶμα περιφέροντες ὀνομάζομεν, ὀστρέου τρόπον δεδεσμευμένοι.
しかし美は、当時、輝かしく見ることができた。 すなわち、幸福な合唱隊とともに至福の光景と観照を――私たちはゼウスに従い、他の人々は他の神に従いながら――目にし、また神聖な掟が最も至福であると呼ぶにふさわしい秘儀を執り行ったときである。 その秘儀を、私たちは、自分自身が欠けるところなく、後の時代に私たちを待ち受けていたあらゆる災いから免れたままで、また、欠けるところなく単純で、揺るぎなく幸福な幻影を、清らかな光の中で、伝授され、かつ直観しながら、執り行っていたのである。 そのとき、私たちは清らかであり、今まさに身体と呼んで持ち歩いているこのものという墓を持たず、牡蠣のように縛り付けられていたのである。
ταῦτα μὲν οὖν μνήμῃ κεχαρίσθω, διʼ ἣν πόθῳ τῶν τότε νῦν μακρότερα εἴρηται·
さて、これらのことは記憶に免じて許されよう。 当時のものへの憧れゆえに、今やいささか長く語られたのだから。
περὶ δὲ κάλλους, ὥσπερ εἴπομεν, μετʼ ἐκείνων τε ἔλαμπεν ὄν, δεῦρό τʼ ἐλθόντες κατειλήφαμεν αὐτὸ διὰ τῆς ἐναργεστάτης αἰσθήσεως τῶν ἡμετέρων στίλβον ἐναργέστατα.
しかし美については、私たちが言ったように、あちらにおいてはあの実在するものたちとともに輝いていたし、こちらに来てからも、私たちの感覚のうちで最も鮮明な感覚を通して、それが極めて鮮明に輝いているのを捉えているのである。
ὄψις γὰρ ἡμῖν ὀξυτάτη τῶν διὰ τοῦ σώματος ἔρχεται αἰσθήσεων, ᾗ φρόνησις οὐχ ὁρᾶται—δεινοὺς γὰρ ἂν παρεῖχεν ἔρωτας, εἴ τι τοιοῦτον ἑαυτῆς ἐναργὲς εἴδωλον παρείχετο εἰς ὄψιν ἰόν—καὶ τἆλλα ὅσα ἐραστά·
なぜなら、視覚は、身体を通して生じる感覚の中で、私たちにとって最も鋭いものだからである。 しかし、それによって思慮は見られない。 ――もし、それ自体のこれほど鮮明な像が視覚に届く形で提示されていたならば、思慮は恐るべき恋を呼び起こしたであろうから。 ――そして、愛されるべき他のすべてのものについても同様である。
νῦν δὲ κάλλος μόνον ταύτην ἔσχε μοῖραν, ὥστʼ ἐκφανέστατον εἶναι καὶ ἐρασμιώτατον.
しかし今や、美だけがこのような分け前を得ており、その結果、最も明白であり、また最も愛すべきものとなっているのである。
§251ΣΩ. ὁ μὲν οὖν μὴ νεοτελὴς ἢ διεφθαρμένος οὐκ ὀξέως ἐνθένδε ἐκεῖσε φέρεται πρὸς αὐτὸ τὸ κάλλος, θεώμενος αὐτοῦ τὴν τῇδε ἐπωνυμίαν, ὥστʼ οὐ σέβεται προσορῶν, ἀλλʼ ἡδονῇ παραδοὺς τετράποδος νόμον βαίνειν ἐπιχειρεῖ καὶ παιδοσπορεῖν, καὶ ὕβρει προσομιλῶν οὐ δέδοικεν οὐδʼ αἰσχύνεται παρὰ φύσιν ἡδονὴν διώκων·
ソクラテス:したがって、秘儀に新しく参入したのではない者、あるいは堕落してしまった者は、ここにあるその美の同名者を観照しても、ここからあちらへと、美そのものへと素早く運ばれることがない。 そのため、それを見つめても敬うことをせず、快楽に身を委ねて、四足獣の習性のように歩み、子をなそうとし、傲慢と交わって、自然に反する快楽を追い求めることを恐れも恥じもしない。
ὁ δὲ ἀρτιτελής, ὁ τῶν τότε πολυθεάμων, ὅταν θεοειδὲς πρόσωπον ἴδῃ κάλλος εὖ μεμιμημένον ἤ τινα σώματος ἰδέαν, πρῶτον μὲν ἔφριξε καί τι τῶν τότε ὑπῆλθεν αὐτὸν δειμάτων, εἶτα προσορῶν ὡς θεὸν σέβεται, καὶ εἰ μὴ ἐδεδίει τὴν τῆς σφόδρα μανίας δόξαν, θύοι ἂν ὡς ἀγάλματι καὶ θεῷ τοῖς παιδικοῖς.
しかし、新しく参入した者、すなわち当時のものを数多く観照した者は、神のような顔、あるいは美をよく模倣した身体の姿を見るとき、まず身震いし、当時の恐ろしさの一部が彼を捉える。 次に、それを見つめながら、神として敬い、もし極度の狂気という評判を恐れなかったのであれば、愛する少年に向かって、神像や神に対するかのように、いけにえを捧げるであろう。
ἰδόντα δʼ αὐτὸν οἷον ἐκ τῆς φρίκης μεταβολή τε καὶ ἱδρὼς καὶ θερμότης ἀήθης λαμβάνει·
そして、それを見た彼を、身震いの後に起こる変化、すなわち汗と、異常な熱が捉えるのである。
δεξάμενος γὰρ τοῦ κάλλους τὴν ἀπορροὴν διὰ τῶν ὀμμάτων ἐθερμάνθη ᾗ ἡ τοῦ πτεροῦ φύσις ἄρδεται, θερμανθέντος δὲ ἐτάκη τὰ περὶ τὴν ἔκφυσιν, ἃ πάλαι ὑπὸ σκληρότητος συμμεμυκότα εἶργε μὴ βλαστάνειν, ἐπιρρυείσης δὲ τῆς τροφῆς ᾤδησέ τε καὶ ὥρμησε φύεσθαι ἀπὸ τῆς ῥίζης ὁ τοῦ πτεροῦ καυλὸς ὑπὸ πᾶν τὸ τῆς ψυχῆς εἶδος·
なぜなら、目の働きを通して美の流出を受け取り、翼の自然が潤される場所において、彼は温められるからである。 そして温められると、かつては固さのために閉じていて芽吹くのを妨げていた、生え口の周りの部分が溶け出す。 そして栄養が流れ込むと、羽の幹が膨らみ、根元から、魂の全体の下を通って伸びようと勢い立つ。
πᾶσα γὰρ ἦν τὸ πάλαι πτερωτή.
かつて、魂は全体が羽を持っていたからである。
ζεῖ οὖν ἐν τούτῳ ὅλη καὶ ἀνακηκίει, καὶ ὅπερ τὸ τῶν ὀδοντοφυούντων πάθος περὶ τοὺς ὀδόντας γίγνεται ὅταν ἄρτι φύωσιν, κνῆσίς τε καὶ ἀγανάκτησις περὶ τὰ οὖλα, ταὐτὸν δὴ πέπονθεν ἡ τοῦ πτεροφυεῖν ἀρχομένου ψυχή·
それゆえ、この状態において魂は全体が沸き立ち、噴き出す。 そして、歯の生える子供たちの体験が、歯がまさに生えようとするときに歯茎のあたりに痒みと苛立ちを生じるように、まさにそれと同じことを、羽が生え始めようとする魂も被るのである。
ζεῖ τε καὶ ἀγανακτεῖ καὶ γαργαλίζεται φύουσα τὰ πτερά.
すなわち、羽を伸ばすにあたって、それは沸き立ち、苛立ち、むずがゆさを感じるのである。
ὅταν μὲν οὖν βλέπουσα πρὸς τὸ τοῦ παιδὸς κάλλος, ἐκεῖθεν μέρη ἐπιόντα καὶ ῥέοντʼ—ἃ δὴ διὰ ταῦτα ἵμερος καλεῖται—δεχομένη ἄρδηταί τε καὶ θερμαίνηται, λωφᾷ τε τῆς ὀδύνης καὶ γέγηθεν·
それゆえ、少年の美を見つめ、そこからやって来て流れ込む部分――まさにこのためにそれらは「憧れ」と呼ばれるのであるが――を受け取って、潤され、温められるときには、痛みから解放され、喜びを感じる。
ὅταν δὲ χωρὶς γένηται καὶ αὐχμήσῃ, τὰ τῶν διεξόδων στόματα ᾗ τὸ πτερὸν ὁρμᾷ, συναυαινόμενα μύσαντα ἀποκλῄει τὴν βλάστην τοῦ πτεροῦ, ἡ δʼ ἐντὸς μετὰ τοῦ ἱμέρου ἀποκεκλῃμένη, πηδῶσα οἷον τὰ σφύζοντα, τῇ διεξόδῳ ἐγχρίει ἑκάστη τῇ καθʼ αὑτήν, ὥστε πᾶσα κεντουμένη κύκλῳ ἡ ψυχὴ οἰστρᾷ καὶ ὀδυνᾶται, μνήμην δʼ αὖ ἔχουσα τοῦ καλοῦ γέγηθεν. ἐκ δὲ ἀμφοτέρων μεμειγμένων ἀδημονεῖ τε τῇ ἀτοπίᾳ τοῦ πάθους καὶ ἀποροῦσα λυττᾷ, καὶ ἐμμανὴς οὖσα οὔτε νυκτὸς δύναται καθεύδειν οὔτε μεθʼ ἡμέραν οὗ ἂν ᾖ μένειν, θεῖ δὲ ποθοῦσα ὅπου ἂν οἴηται ὄψεσθαι τὸν ἔχοντα τὸ κάλλος·
しかし、離れ離れになって乾燥するときには、羽が伸び出そうとする出口の口が、ともに乾燥して閉じることで、羽の萌芽を閉じ込めてしまう。 そして、憧れとともに内側に閉じ込められた芽は、脈打つもののように躍動して、それぞれ自分に対応する出口を突き刺す。その結果、魂は四方から突き刺されて狂乱し、苦痛を感じるが、他方では、美しい人の記憶を抱いているために喜ぶのである。これら両方が混ざり合うことから、魂はその体験の奇妙さに悶え、途方に暮れて狂乱し、狂気に陥って、夜も眠ることができず、昼も自分のいる場所にとどまることができず、美を持つ者をどこで見ることができるかと思い描き、憧れながら走り回る。
ἰδοῦσα δὲ καὶ ἐποχετευσαμένη ἵμερον ἔλυσε μὲν τὰ τότε συμπεφραγμένα, ἀναπνοὴν δὲ λαβοῦσα κέντρων τε καὶ ὠδίνων ἔληξεν, ἡδονὴν δʼ αὖ ταύτην γλυκυτάτην ἐν τῷ παρόντι καρποῦται.
そして、少年を見て、憧れを自分の中に注ぎ込むと、当時ふさがれていた部分を解き放ち、息を吹き返して、突き刺すような痛みや陣痛から解放され、他方で、現在においてこの最も甘美な快楽を享受するのである。