§250ΣΩ. καθάπερ γὰρ εἴρηται, πᾶσα μὲν ἀνθρώπου ψυχὴ φύσει τεθέαται τὰ ὄντα, ἢ οὐκ ἂν ἦλθεν εἰς τόδε τὸ ζῷον· ἀναμιμνῄσκεσθαι δὲ ἐκ τῶνδε ἐκεῖνα οὐ ῥᾴδιον ἁπάσῃ, οὔτε ὅσαι βραχέως εἶδον τότε τἀκεῖ, οὔθʼ αἳ δεῦρο πεσοῦσαι ἐδυστύχησαν, ὥστε ὑπό τινων ὁμιλιῶν ἐπὶ τὸ ἄδικον τραπόμεναι λήθην ὧν τότε εἶδον ἱερῶν ἔχειν.
因为正如已经说过的,每个人类的灵魂在本性上都曾观照过真实存在的事物,否则它就不会进入这个生灵之中;可是,要从这里的事物去想起那里的事物,对每一个灵魂来说并不容易,无论是在当时只短暂看见过那里事物的灵魂,还是那些坠落到这里之后遭遇不幸、因某些交往而转向不公正,从而忘却了当时所见之神圣事物的灵魂。
ὀλίγαι δὴ λείπονται αἷς τὸ τῆς μνήμης ἱκανῶς πάρεστιν· αὗται δέ, ὅταν τι τῶν ἐκεῖ ὁμοίωμα ἴδωσιν, ἐκπλήττονται καὶ οὐκέτʼ ἐν αὑτῶν γίγνονται, ὃ δʼ ἔστι τὸ πάθος ἀγνοοῦσι διὰ τὸ μὴ ἱκανῶς διαισθάνεσθαι.
实际上,只有极少数还保留着充足的记忆能力;而这些灵魂,每当看见那里的事物的某种相似物时,便会惊愕不已,不再能控制自己,但由于无法充分辨识,它们并不知道这体验究竟是什么。
δικαιοσύνης μὲν οὖν καὶ σωφροσύνης καὶ ὅσα ἄλλα τίμια ψυχαῖς οὐκ ἔνεστι φέγγος οὐδὲν ἐν τοῖς τῇδε ὁμοιώμασιν, ἀλλὰ διʼ ἀμυδρῶν ὀργάνων μόγις αὐτῶν καὶ ὀλίγοι ἐπὶ τὰς εἰκόνας ἰόντες θεῶνται τὸ τοῦ εἰκασθέντος γένος·
至于正义、节制以及其他一切为灵魂所珍视的事物,在它们于这里的相似物中并没有任何光芒;相反,通过迟钝的器官,只有极少数人走向那些肖像,才艰难地观照到被模仿者的本性。
κάλλος δὲ τότʼ ἦν ἰδεῖν λαμπρόν, ὅτε σὺν εὐδαίμονι χορῷ μακαρίαν ὄψιν τε καὶ θέαν, ἑπόμενοι μετὰ μὲν Διὸς ἡμεῖς, ἄλλοι δὲ μετʼ ἄλλου θεῶν, εἶδόν τε καὶ ἐτελοῦντο τῶν τελετῶν ἣν θέμις λέγειν μακαριωτάτην, ἣν ὠργιάζομεν ὁλόκληροι μὲν αὐτοὶ ὄντες καὶ ἀπαθεῖς κακῶν ὅσα ἡμᾶς ἐν ὑστέρῳ χρόνῳ ὑπέμενεν, ὁλόκληρα δὲ καὶ ἁπλᾶ καὶ ἀτρεμῆ καὶ εὐδαίμονα φάσματα μυούμενοί τε καὶ ἐποπτεύοντες ἐν αὐγῇ καθαρᾷ, καθαροὶ ὄντες καὶ ἀσήμαντοι τούτου ὃ νῦν δὴ σῶμα περιφέροντες ὀνομάζομεν, ὀστρέου τρόπον δεδεσμευμένοι.
然而,美在当时是可以鲜明地看见的,那时我们随着幸福的歌舞队,得见那福乐的景象与观照——我们追随着宙斯,其他人追随着别的神明——我们看见并且参与了那被称为最福乐的秘仪。 当时我们自己是完满的,未受后来等待着我们的那些灾祸的影响,我们在纯洁的光芒中,作为受秘仪者和直观者,观照着完满、单纯、静止且福乐的幻相。 我们自身也是纯洁的,未受我们现在随身携带并称为“身体”的这个东西的禁锢,像牡蛎一样被束缚在其中。
ταῦτα μὲν οὖν μνήμῃ κεχαρίσθω, διʼ ἣν πόθῳ τῶν τότε νῦν μακρότερα εἴρηται·
就让这些叙述献给记忆吧,正是出于对当时事物的渴望,现在才说得有些冗长。
περὶ δὲ κάλλους, ὥσπερ εἴπομεν, μετʼ ἐκείνων τε ἔλαμπεν ὄν, δεῦρό τʼ ἐλθόντες κατειλήφαμεν αὐτὸ διὰ τῆς ἐναργεστάτης αἰσθήσεως τῶν ἡμετέρων στίλβον ἐναργέστατα.
至于美,正如我们所说,它当时在那些真实存在中闪耀着,而来到这里之后,我们通过我们最清晰的感觉,捕捉到了它最清晰地闪闪发光。
ὄψις γὰρ ἡμῖν ὀξυτάτη τῶν διὰ τοῦ σώματος ἔρχεται αἰσθήσεων, ᾗ φρόνησις οὐχ ὁρᾶται—δεινοὺς γὰρ ἂν παρεῖχεν ἔρωτας, εἴ τι τοιοῦτον ἑαυτῆς ἐναργὲς εἴδωλον παρείχετο εἰς ὄψιν ἰόν—καὶ τἆλλα ὅσα ἐραστά·
因为视觉作为通过身体产生的感官,对我们来说是最敏锐的,但智慧却不能通过它被看见——如果智慧也像这样向我们的视觉呈现出其自身某种清晰的肖像,它将会唤起多么可怕的爱恋——其他一切可爱的事物也是如此。
νῦν δὲ κάλλος μόνον ταύτην ἔσχε μοῖραν, ὥστʼ ἐκφανέστατον εἶναι καὶ ἐρασμιώτατον.
但如今,唯独美获得了这种命运,从而成为最显而易见的、最可爱的。
§251ΣΩ. ὁ μὲν οὖν μὴ νεοτελὴς ἢ διεφθαρμένος οὐκ ὀξέως ἐνθένδε ἐκεῖσε φέρεται πρὸς αὐτὸ τὸ κάλλος, θεώμενος αὐτοῦ τὴν τῇδε ἐπωνυμίαν, ὥστʼ οὐ σέβεται προσορῶν, ἀλλʼ ἡδονῇ παραδοὺς τετράποδος νόμον βαίνειν ἐπιχειρεῖ καὶ παιδοσπορεῖν, καὶ ὕβρει προσομιλῶν οὐ δέδοικεν οὐδʼ αἰσχύνεται παρὰ φύσιν ἡδονὴν διώκων·
苏格拉底:因此,那并非新近启动秘仪的人,或者是已经堕落的人,在注视这里与美同名的事物时,不会迅速从这里被提升到那里的美本身;因此,他在看着它时并不敬畏,而是将自己委身于享乐,企图模仿四足动物的方式去行事并繁衍后代,且与放肆交接,既不害怕,也不羞于追求违反自然的享乐。
ὁ δὲ ἀρτιτελής, ὁ τῶν τότε πολυθεάμων, ὅταν θεοειδὲς πρόσωπον ἴδῃ κάλλος εὖ μεμιμημένον ἤ τινα σώματος ἰδέαν, πρῶτον μὲν ἔφριξε καί τι τῶν τότε ὑπῆλθεν αὐτὸν δειμάτων, εἶτα προσορῶν ὡς θεὸν σέβεται, καὶ εἰ μὴ ἐδεδίει τὴν τῆς σφόδρα μανίας δόξαν, θύοι ἂν ὡς ἀγάλματι καὶ θεῷ τοῖς παιδικοῖς.
但那新近启动秘仪、曾饱览当时景象的人,当他看到一副神一般的面容或某种极好地模仿了美的身体形象时,起初会颤抖,当时经历过的某些恐惧会悄悄袭来;接着,他凝视着它,将其作为神明来敬畏,如果他不害怕被认为极度疯狂的名声,他甚至会像对待神像和神明一样向他的爱人献祭。
ἰδόντα δʼ αὐτὸν οἷον ἐκ τῆς φρίκης μεταβολή τε καὶ ἱδρὼς καὶ θερμότης ἀήθης λαμβάνει· δεξάμενος γὰρ τοῦ κάλλους τὴν ἀπορροὴν διὰ τῶν ὀμμάτων ἐθερμάνθη ᾗ ἡ τοῦ πτεροῦ φύσις ἄρδεται, θερμανθέντος δὲ ἐτάκη τὰ περὶ τὴν ἔκφυσιν, ἃ πάλαι ὑπὸ σκληρότητος συμμεμυκότα εἶργε μὴ βλαστάνειν, ἐπιρρυείσης δὲ τῆς τροφῆς ᾤδησέ τε καὶ ὥρμησε φύεσθαι ἀπὸ τῆς ῥίζης ὁ τοῦ πτεροῦ καυλὸς ὑπὸ πᾶν τὸ τῆς ψυχῆς εἶδος· πᾶσα γὰρ ἦν τὸ πάλαι πτερωτή.
而在他看着这形象时,颤抖之后的转变、汗水和不同寻常的燥热随之将其攫住;因为通过眼睛接受了美的流溢,他被温热了,那正是滋养羽翼之自然的地方;随着温热,羽口周围的部分便融化了,这些部分先前因坚硬而紧闭,阻碍了羽翼的发芽;随着营养的源源涌入,羽翼的茎秆便肿胀起来,并开始从根部在灵魂的整个形态之下生长;因为在古时候,整个灵魂都是有翼的。
ζεῖ οὖν ἐν τούτῳ ὅλη καὶ ἀνακηκίει, καὶ ὅπερ τὸ τῶν ὀδοντοφυούντων πάθος περὶ τοὺς ὀδόντας γίγνεται ὅταν ἄρτι φύωσιν, κνῆσίς τε καὶ ἀγανάκτησις περὶ τὰ οὖλα, ταὐτὸν δὴ πέπονθεν ἡ τοῦ πτεροφυεῖν ἀρχομένου ψυχή· ζεῖ τε καὶ ἀγανακτεῖ καὶ γαργαλίζεται φύουσα τὰ πτερά.
因此,在这一状态下,整个灵魂都在沸腾并喷涌,正如长牙的小儿在牙齿刚刚长出时,牙齿周围、牙龈部位会产生瘙痒和发炎的体验一样,那开始长出羽翼的灵魂也正经受着同样的事情;它在长出羽翼时既沸腾,又发炎,又感到奇痒。
ὅταν μὲν οὖν βλέπουσα πρὸς τὸ τοῦ παιδὸς κάλλος, ἐκεῖθεν μέρη ἐπιόντα καὶ ῥέοντʼ—ἃ δὴ διὰ ταῦτα ἵμερος καλεῖται—δεχομένη ἄρδηταί τε καὶ θερμαίνηται, λωφᾷ τε τῆς ὀδύνης καὶ γέγηθεν· ὅταν δὲ χωρὶς γένηται καὶ αὐχμήσῃ, τὰ τῶν διεξόδων στόματα ᾗ τὸ πτερὸν ὁρμᾷ, συναυαινόμενα μύσαντα ἀποκλῄει τὴν βλάστην τοῦ πτεροῦ, ἡ δʼ ἐντὸς μετὰ τοῦ ἱμέρου ἀποκεκλῃμένη, πηδῶσα οἷον τὰ σφύζοντα, τῇ διεξόδῳ ἐγχρίει ἑκάστη τῇ καθʼ αὑτήν, ὥστε πᾶσα κεντουμένη κύκλῳ ἡ ψυχὴ οἰστρᾷ καὶ ὀδυνᾶται, μνήμην δʼ αὖ ἔχουσα τοῦ καλοῦ γέγηθεν.
因此,当它望着少年的美,并接受从那里流溢而来的部分——正因如此,这些部分被称为“渴望”——从而得到滋润和温热时,它就从痛苦中解脱出来,感到喜悦;可是,当它与少年分离并变得干燥时,羽翼欲萌芽处的通道口就会干涸、闭合,将羽翼的幼芽封锁在内;而被那渴望一同封锁在内部的幼芽,就像跳动的脉搏一样跃动,刺向各自对应的通道,以致灵魂整圈被刺痛,陷入狂乱和痛苦之中,但另一方面,由于保留着对那美人的记忆,它又感到喜悦。
ἐκ δὲ ἀμφοτέρων μεμειγμένων ἀδημονεῖ τε τῇ ἀτοπίᾳ τοῦ πάθους καὶ ἀποροῦσα λυττᾷ, καὶ ἐμμανὴς οὖσα οὔτε νυκτὸς δύναται καθεύδειν οὔτε μεθʼ ἡμέραν οὗ ἂν ᾖ μένειν, θεῖ δὲ ποθοῦσα ὅπου ἂν οἴηται ὄψεσθαι τὸν ἔχοντα τὸ κάλλος·
由于这两种情绪交织在一起,它因这种体验的奇异而备感焦虑,在无能为力中陷入狂乱;并且处于疯狂状态中的它,既无法在夜里入眠,也无法在白天安居一处,而是怀着渴望,奔向任何它认为能看见拥有美之人的地方。
ἰδοῦσα δὲ καὶ ἐποχετευσαμένη ἵμερον ἔλυσε μὲν τὰ τότε συμπεφραγμένα, ἀναπνοὴν δὲ λαβοῦσα κέντρων τε καὶ ὠδίνων ἔληξεν, ἡδονὴν δʼ αὖ ταύτην γλυκυτάτην ἐν τῷ παρόντι καρποῦται.
一旦它看见了少年并给自己灌注了渴望,便解开了当时被封堵的部分,在获得喘息之后,那些刺痛和阵痛便止息了,反之,在当前收获了这种最甜蜜的快乐。