Humanitext Reader

プラトン · パイドロス §246-247

魂の翼のある馬車の比喩と天上の真実在の観照

12 / 28 箇所 · ギリシア語

要旨

ソクラテスは、魂を翼を持つ馬の番いと馭者に譬えて語り、自己運動する魂の本質を説明する。さらに、天上の神々と人間たちの魂が巡回する様子と、天上の最高天において真なる実在を観照するプロセスの詳細を明かす。

§246ΣΩ. πᾶν γὰρ σῶμα, ᾧ μὲν ἔξωθεν τὸ κινεῖσθαι, ἄψυχον, ᾧ δὲ ἔνδοθεν αὐτῷ ἐξ αὑτοῦ, ἔμψυχον, ὡς ταύτης οὔσης φύσεως ψυχῆς·
なぜなら、動くことが外部から与えられるすべての身体は無魂であり、内部から、それ自体によって動くものは有魂であるからだ。 これが魂の自然であるからだ。
εἰ δʼ ἔστιν τοῦτο οὕτως ἔχον, μὴ ἄλλο τι εἶναι τὸ αὐτὸ ἑαυτὸ κινοῦν ἢ ψυχήν, ἐξ ἀνάγκης ἀγένητόν τε καὶ ἀθάνατον ψυχὴ ἂν εἴη.
もしこれがそのようであるならば、自己自身を動かすものは魂以外の何ものでもないのであり、必然的に魂は生じることもなく不死であるということになる。
περὶ μὲν οὖν ἀθανασίας αὐτῆς ἱκανῶς·
さて、魂の不死についてはこれで十分であろう。
περὶ δὲ τῆς ἰδέας αὐτῆς ὧδε λεκτέον.
しかしその姿については次のように語られねばならない。
οἷον μέν ἐστι, πάντῃ πάντως θείας εἶναι καὶ μακρᾶς διηγήσεως, ᾧ δὲ ἔοικεν, ἀνθρωπίνης τε καὶ ἐλάττονος·
それがどのようなものであるかを語ることは、あらゆる点で完全に神的であり、長い叙述を要することであるが、それが何に似ているかを語ることは、人間的であり、より短い叙述で足りる。
ταύτῃ οὖν λέγωμεν.
したがって、この方法で語ることにしよう。
ἐοικέτω δὴ συμφύτῳ δυνάμει ὑποπτέρου ζεύγους τε καὶ ἡνιόχου.
そこで、魂を、翼のある馬の番いと馭者の、生まれながらに合体した力に譬えることにしよう。
θεῶν μὲν οὖν ἵπποι τε καὶ ἡνίοχοι πάντες αὐτοί τε ἀγαθοὶ καὶ ἐξ ἀγαθῶν, τὸ δὲ τῶν ἄλλων μέμεικται.
神々の馬たちと馭者たちは、すべて彼ら自身が優れており、優れた血統から出ているが、他の者たちの場合は混ざり合っている。
καὶ πρῶτον μὲν ἡμῶν ὁ ἄρχων συνωρίδος ἡνιοχεῖ, εἶτα τῶν ἵππων ὁ μὲν αὐτῷ καλός τε καὶ ἀγαθὸς καὶ ἐκ τοιούτων, ὁ δʼ ἐξ ἐναντίων τε καὶ ἐναντίος·
そして、まず私たちの内なる支配者は、二頭立ての馬の綱を引いて操縦するが、次にその馬たちのうち、一方は彼にとって美しく優れており、そのような血統から出ているが、他方は正反対の血統から出ていて、正反対の性質を持っている。
χαλεπὴ δὴ καὶ δύσκολος ἐξ ἀνάγκης ἡ περὶ ἡμᾶς ἡνιόχησις.
したがって、私たちの操縦は必然的に困難であり、厄介なものとなる。
πῇ δὴ οὖν θνητόν τε καὶ ἀθάνατον ζῷον ἐκλήθη πειρατέον εἰπεῖν.
では、いかにして生きものが「不死」あるいは「可死」と呼ばれるようになったのか、それを説明してみよう。
ψυχὴ πᾶσα παντὸς ἐπιμελεῖται τοῦ ἀψύχου, πάντα δὲ οὐρανὸν περιπολεῖ, ἄλλοτʼ ἐν ἄλλοις εἴδεσι γιγνομένη.
すべての魂は無魂のすべてのものを世話しており、様々な時に様々な姿になりながら、天の全体を巡回している。
τελέα μὲν οὖν οὖσα καὶ ἐπτερωμένη μετεωροπορεῖ τε καὶ πάντα τὸν κόσμον διοικεῖ, ἡ δὲ πτερορρυήσασα φέρεται ἕως ἂν στερεοῦ τινος ἀντιλάβηται, οὗ κατοικισθεῖσα, σῶμα γήϊνον λαβοῦσα, αὐτὸ αὑτὸ δοκοῦν κινεῖν διὰ τὴν ἐκείνης δύναμιν, ζῷον τὸ σύμπαν ἐκλήθη, ψυχὴ καὶ σῶμα παγέν, θνητόν τʼ ἔσχεν ἐπωνυμίαν·
完全に翼の整った魂は、高空を旅し、宇宙の全体を管理するが、翼を失った魂は、何か固いものに捉えられるまで下に運ばれ、そこに定住し、地上の身体を受け取る。 そしてその身体は、魂の力によって、それ自体で自分自身を動かしているように見える。 魂と身体が結合して一体となった生きもの全体は「動物」と呼ばれ、「可死」という名を得た。
ἀθάνατον δὲ οὐδʼ ἐξ ἑνὸς λόγου λελογισμένου, ἀλλὰ πλάττομεν οὔτε ἰδόντες οὔτε ἱκανῶς νοήσαντες θεόν, ἀθάνατόν τι ζῷον, ἔχον μὲν ψυχήν, ἔχον δὲ σῶμα, τὸν ἀεὶ δὲ χρόνον ταῦτα συμπεφυκότα.
しかし「不死」ということは、いかなる理性的な議論からも導き出すことはできず、私たちは神を、見たこともなく、十分に理解したこともないまま、魂を持ち、身体を持ち、これらが永遠に結合している不滅の生きものとして、頭の中で描き出しているにすぎない。
ἀλλὰ ταῦτα μὲν δή, ὅπῃ τῷ θεῷ φίλον, ταύτῃ ἐχέτω τε καὶ λεγέσθω·
しかし、これらのことは神の望まれるままに、そのようにあらせ、語らせることにしよう。
τὴν δὲ αἰτίαν τῆς τῶν πτερῶν ἀποβολῆς, διʼ ἣν ψυχῆς ἀπορρεῖ, λάβωμεν.
私たちは、翼が失われ、それによって魂から抜け落ちる原因を把握することにしよう。
ἔστι δέ τις τοιάδε.
それは次のようなものである。
πέφυκεν ἡ πτεροῦ δύναμις τὸ ἐμβριθὲς ἄγειν ἄνω μετεωρίζουσα ᾗ τὸ τῶν θεῶν γένος οἰκεῖ, κεκοινώνηκε δέ πῃ μάλιστα τῶν περὶ τὸ σῶμα τοῦ θείου, τὸ δὲ θεῖον καλόν, σοφόν, ἀγαθόν, καὶ πᾶν ὅτι τοιοῦτον·
翼の力は、重いものを高いところへと持ち上げ、神々の種族が住まう場所へと上昇させる性質を持っている。 そして、身体に関わるものの中で、翼は最も神的なものに与っている。 そして神的なものは、美しく、賢く、善く、そのようなすべての性質を持っている。
τούτοις δὴ τρέφεταί τε καὶ αὔξεται μάλιστά γε τὸ τῆς ψυχῆς πτέρωμα, αἰσχρῷ δὲ καὶ κακῷ καὶ τοῖς ἐναντίοις φθίνει τε καὶ διόλλυται.
これらのものによって、魂の羽毛は最も養われ、成長するが、醜いものや悪、およびそれらと相反するものによって、羽毛は衰え、滅びてしまう。
§247ΣΩ. ὁ μὲν δὴ μέγας ἡγεμὼν ἐν οὐρανῷ Ζεύς, ἐλαύνων πτηνὸν ἅρμα, πρῶτος πορεύεται, διακοσμῶν πάντα καὶ ἐπιμελούμενος·
天における偉大な指導者であるゼウスは、翼のある戦車を駆り、万物を秩序づけ、世話しながら、先頭を進む。
τῷ δʼ ἕπεται στρατιὰ θεῶν τε καὶ δαιμόνων, κατὰ ἕνδεκα μέρη κεκοσμημένη.
彼には、神々とダイモーンたちの軍勢が、十一の部門に整列して従う。
μένει γὰρ Ἑστία ἐν θεῶν οἴκῳ μόνη·
なぜなら、ヘスティアだけは神々の家に一人留まるからである。
τῶν δὲ ἄλλων ὅσοι ἐν τῷ τῶν δώδεκα ἀριθμῷ τεταγμένοι θεοὶ ἄρχοντες ἡγοῦνται κατὰ τάξιν ἣν ἕκαστος ἐτάχθη.
しかし、他の十二神の数に配置された支配者たる神々は、それぞれが割り当てられた序列に従って進む。
πολλαὶ μὲν οὖν καὶ μακάριαι θέαι τε καὶ διέξοδοι ἐντὸς οὐρανοῦ, ἃς θεῶν γένος εὐδαιμόνων ἐπιστρέφεται πράττων ἕκαστος αὐτῶν τὸ αὑτοῦ, ἕπεται δὲ ὁ ἀεὶ ἐθέλων τε καὶ δυνάμενος·
天の内側には、幸福な神々の種族が、それぞれ自分の務めを果たしながら巡る、多くの祝福された光景や通り道がある。 そして、常に望み、かつ能力のある者がそれに従う。
φθόνος γὰρ ἔξω θείου χοροῦ ἵσταται.
なぜなら、嫉妬は神々の舞踏の列の外に立つからである。
ὅταν δὲ δὴ πρὸς δαῖτα καὶ ἐπὶ θοίνην ἴωσιν, ἄκραν ἐπὶ τὴν ὑπουράνιον ἁψῖδα πορεύονται πρὸς ἄναντες, ᾗ δὴ τὰ μὲν θεῶν ὀχήματα ἰσορρόπως εὐήνια ὄντα ῥᾳδίως πορεύεται, τὰ δὲ ἄλλα μόγις·
しかし、彼らが饗宴と祝宴に向かうときには、天の下にある円頂の最上部へと、険しい上り坂を進んでいく。 そこでは、神々の車はバランスが取れており、操縦しやすいため、容易に進むが、他の車は辛うじて進む。
βρίθει γὰρ ὁ τῆς κάκης ἵππος μετέχων, ἐπὶ τὴν γῆν ῥέπων τε καὶ βαρύνων ᾧ μὴ καλῶς ἦν τεθραμμένος τῶν ἡνιόχων.
なぜなら、悪い性質の馬が重荷となり、馭者のうちでその馬をうまく調教していなかった者に重くのしかかり、地上へと引きずるからである。
ἔνθα δὴ πόνος τε καὶ ἀγὼν ἔσχατος ψυχῇ πρόκειται.
そこにおいて、まさに極限の苦難と闘争が魂に課せられる。
αἱ μὲν γὰρ ἀθάνατοι καλούμεναι, ἡνίκʼ ἂν πρὸς ἄκρῳ γένωνται, ἔξω πορευθεῖσαι ἔστησαν ἐπὶ τῷ τοῦ οὐρανοῦ νώτῳ, στάσας δὲ αὐτὰς περιάγει ἡ περιφορά, αἱ δὲ θεωροῦσι τὰ ἔξω τοῦ οὐρανοῦ.
不死と呼ばれる魂たちは、頂点に達すると、外に出て天の背の上に立ち、彼女たちが立ち止まると、天の回転が彼女たちを乗せて巡り、彼女たちは天の外にあるものを観照する。
τὸν δὲ ὑπερουράνιον τόπον οὔτε τις ὕμνησέ πω τῶν τῇδε ποιητὴς οὔτε ποτὲ ὑμνήσει κατʼ ἀξίαν.
天の上の領域を、この世の詩人でいまだかつて価値にふさわしく歌った者はなく、これからも歌うことはないだろう。
ἔχει δὲ ὧδε—τολμητέον γὰρ οὖν τό γε ἀληθὲς εἰπεῖν, ἄλλως τε καὶ περὶ ἀληθείας λέγοντα—ἡ γὰρ ἀχρώματός τε καὶ ἀσχημάτιστος καὶ ἀναφὴς οὐσία ὄντως οὖσα, ψυχῆς κυβερνήτῃ μόνῳ θεατὴ νῷ, περὶ ἣν τὸ τῆς ἀληθοῦς ἐπιστήμης γένος, τοῦτον ἔχει τὸν τόπον.
しかしそれは次のようなものである。 ――なぜなら、特に真理について語る以上、真実を語る勇気を持たねばならないからである――。 色もなく、形もなく、触れることもできない、真に存在する実在であり、魂の操縦者である理性(ヌース)にのみ観照され得るもの、そして真の知識の類がその周囲にあるもの、これがこの領域を占めている。
ἅτʼ οὖν θεοῦ διάνοια νῷ τε καὶ ἐπιστήμῃ ἀκηράτῳ τρεφομένη, καὶ ἁπάσης ψυχῆς ὅσῃ ἂν μέλῃ τὸ προσῆκον δέξασθαι, ἰδοῦσα διὰ χρόνου τὸ ὂν ἀγαπᾷ τε καὶ θεωροῦσα τἀληθῆ τρέφεται καὶ εὐπαθεῖ, ἕως ἂν κύκλῳ ἡ περιφορὰ εἰς ταὐτὸν περιενέγκῃ.
神の精神は、理性と純粋な知識によって養われており、ふさわしい糧を受け取ることを望むすべての魂の精神も同様であるから、長い時間の後に実在を見て喜び、真理を観照することによって養われ、幸福に過ごす。 そして、天の回転が円を描いて再び同じ場所に戻るまで。
ἐν δὲ τῇ περιόδῳ καθορᾷ μὲν αὐτὴν δικαιοσύνην, καθορᾷ δὲ σωφροσύνην, καθορᾷ δὲ ἐπιστήμην, οὐχ ᾗ γένεσις πρόσεστιν, οὐδʼ ἥ ἐστίν που ἑτέρα ἐν ἑτέρῳ οὖσα ὧν ἡμεῖς νῦν ὄντων καλοῦμεν, ἀλλὰ τὴν ἐν τῷ ὅ ἐστιν ὂν ὄντως ἐπιστήμην οὖσαν·
その周期の中で、魂は正義そのものを観照し、節制を観照し、知識を観照する。 それは、生成が付きまとう知識でもなく、私たちが今、実在と呼んでいるものの中で、異なるものにおいて異なる姿をしているような知識でもなく、真に存在する実在そのもののうちにある知識である。
καὶ τἆλλα ὡσαύτως τὰ ὄντα ὄντως θεασαμένη καὶ ἑστιαθεῖσα, δῦσα πάλιν εἰς τὸ εἴσω τοῦ οὐρανοῦ, οἴκαδε ἦλθεν.
そして、他の真に存在する実在たちを同様に観照し、饗応された後、再び天の内側へと沈み込み、我が家へと戻る。
ἐλθούσης δὲ αὐτῆς ὁ ἡνίοχος πρὸς τὴν φάτνην τοὺς ἵππους στήσας παρέβαλεν ἀμβροσίαν τε καὶ ἐπʼ αὐτῇ νέκταρ ἐπότισεν.
魂が戻ると、馭者は馬たちを飼い葉桶の前に立たせ、アンブロシアを与え、その上にネクタルを飲ませるのである。

語釈・文法注

  1. 246aὡς ταύτης οὔσης φύσεως ψυχῆς — ὡςと分詞οὔσης(εἰμίの女性単数属格)による属格独立構文。ταύτηςが意味上の主語、φύσεως ψυχῆςが補語である。
  2. 246aμὴ ἄλλο τι εἶναι τὸ αὐτὸ ἑαυτὸ κινοῦν ἢ ψυχήν — 条件文の帰結節 εἰ δʼ ἔστιν τοῦτο οὕτως ἔχον に続く対格不定詞句。μὴ ἄλλο τι εἶναι の主語は τὸ αὐὸ ἑαυτὸ κινοῦν(対格)であり、ἢ ψυχήν は ἄλλο と比較される対格(主格 ψυχή が不定詞の主語対格に一致して対格化されたもの)である。
  3. 246aᾧ δὲ ἔοικεν — 関係代名詞 ᾧ(与格)は動詞 ἔοικεν(類似を示す動詞)が支配する格。先行詞 ἰδέας に対し、「それが(何に)似ているか」を指す。
  4. 247bᾧ μὴ καλῶς ἦν τεθραμμένος τῶν ἡνιόχων — 関係代名詞 ᾧ(与格)が先行詞の属格 τῶν ἡνιόχων の一部に引き寄せられた表現。 [ἐκείνῳ] τῶν ἡνιόχων, ᾧ... と補完して読み、「馭者たちのうち、[その者によって馬が]うまく調教されていなかった者にとって」という関係代名詞の引込み(attraction)である。
  5. 247cψυχῆς κυβερνήτῃ μόνῳ θεατὴ νῷ — 形容詞 θεατή(「観照され得る」、女性単数主格)が、手段または主体の与格である νῷ(理性によって)を伴っている。ψυχῆς κυβερνήτῃ(魂の操縦者である)は νῷ に対する同格表現である。

この箇所を引用する

プラトン, パイドロス §246-247. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0059.tlg012.humanitext-grc2:246-247

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。