Humanitext Reader

柏拉图 · 斐德罗篇 §246-247

有翼马车的比喻与对超天界真理的观照

第 12 段,共 28 段 · 希腊语

内容简介

苏格拉底将灵魂比作生有双翼的马车队与驭者,阐明了灵魂自我运动的本质。他描述了神明与人类灵魂在天界巡游的情景,并详细说明了它们如何升至超天界以观照真实的实体。

§246ΣΩ. πᾶν γὰρ σῶμα, ᾧ μὲν ἔξωθεν τὸ κινεῖσθαι, ἄψυχον, ᾧ δὲ ἔνδοθεν αὐτῷ ἐξ αὑτοῦ, ἔμψυχον, ὡς ταύτης οὔσης φύσεως ψυχῆς·
因为凡是运动由于外力而产生之身体,都是无灵魂的;而凡是运动由于内力、由于自身产生之身体,都是有灵魂的,因为这正是灵魂的自然本质。
εἰ δʼ ἔστιν τοῦτο οὕτως ἔχον, μὴ ἄλλο τι εἶναι τὸ αὐτὸ ἑαυτὸ κινοῦν ἢ ψυχήν, ἐξ ἀνάγκης ἀγένητόν τε καὶ ἀθάνατον ψυχὴ ἂν εἴη.
如果情况确实如此,即自我运动者不外乎就是灵魂,那么灵魂必然是无始且不朽的。
περὶ μὲν οὖν ἀθανασίας αὐτῆς ἱκανῶς· περὶ δὲ τῆς ἰδέας αὐτῆς ὧδε λεκτέον.
关于灵魂的不朽,这些已经足够了;至于它的形象,则须作如下说明。
οἷον μέν ἐστι, πάντῃ πάντως θείας εἶναι καὶ μακρᾶς διηγήσεως, ᾧ δὲ ἔοικεν, ἀνθρωπίνης τε καὶ ἐλάττονος·
要说明它是什么样的东西,需要一个在各方面都完全属于神圣且漫长的叙述,但要说明它像什么,则只需人类的且较短的叙述。
ταύτῃ οὖν λέγωμεν.
因此我们就用后一种方式来说明。
ἐοικέτω δὴ συμφύτῳ δυνάμει ὑποπτέρου ζεύγους τε καὶ ἡνιόχου.
那么,就让我们把灵魂比作一匹生有双翼的马车队与一位驭者结合在一起的天然力量。
θεῶν μὲν οὖν ἵπποι τε καὶ ἡνίοχοι πάντες αὐτοί τε ἀγαθοὶ καὶ ἐξ ἀγαθῶν, τὸ δὲ τῶν ἄλλων μέμεικται.
神明的马匹与驭者全都是优秀的,且出身于优秀的血统,而其他人的则是混杂的。
καὶ πρῶτον μὲν ἡμῶν ὁ ἄρχων συνωρίδος ἡνιοχεῖ, εἶτα τῶν ἵππων ὁ μὲν αὐτῷ καλός τε καὶ ἀγαθὸς καὶ ἐκ τοιούτων, ὁ δʼ ἐξ ἐναντίων τε καὶ ἐναντίος·
首先,我们内心的主宰驾驭着一双马车,其次,在他的两匹马中,一匹对他而言是美丽、优秀的,且出身于这样的血统,而另一匹则出身于相反的血统,具有相反的性质。
χαλεπὴ δὴ καὶ δύσκολος ἐξ ἀνάγκης ἡ περὶ ἡμᾶς ἡνιόχησις.
因此,在我们这方面的驾驶必然是艰难且棘手的。
πῇ δὴ οὖν θνητόν τε καὶ ἀθάνατον ζῷον ἐκλήθη πειρατέον εἰπεῖν.
那么,生命之物是如何被称为“可死”与“不朽”的,我们必须试着说明。
ψυχὴ πᾶσα παντὸς ἐπιμελεῖται τοῦ ἀψύχου, πάντα δὲ οὐρανὸν περιπολεῖ, ἄλλοτʼ ἐν ἄλλοις εἴδεσι γιγνομένη.
所有的灵魂都照料着所有无灵魂之物,并且巡视着整个天空,在不同的时期呈现出不同的形态。
τελέα μὲν οὖν οὖσα καὶ ἐπτερωμένη μετεωροπορεῖ τε καὶ πάντα τὸν κόσμον διοικεῖ, ἡ δὲ πτερορρυήσασα φέρεται ἕως ἂν στερεοῦ τινος ἀντιλάβηται, οὗ κατοικισθεῖσα, σῶμα γήϊνον λαβοῦσα, αὐτὸ αὑτὸ δοκοῦν κινεῖν διὰ τὴν ἐκείνης δύναμιν, ζῷον τὸ σύμπαν ἐκλήθη, ψυχὴ καὶ σῶμα παγέν, θνητόν τʼ ἔσχεν ἐπωνυμίαν·
当灵魂是完美的且生有双翼时,它在太空旅行并治理整个宇宙;但失去了羽翼的灵魂则被向下带去,直到它捉住某种坚固的东西,在其中定居并接受了尘世的身体。 而这身体由于灵魂的力量,似乎能自我运动。 这由灵魂与身体结合而成的整体被称为动物,并得到了“可死”的名称。
ἀθάνατον δὲ οὐδʼ ἐξ ἑνὸς λόγου λελογισμένου, ἀλλὰ πλάττομεν οὔτε ἰδόντες οὔτε ἱκανῶς νοήσαντες θεόν, ἀθάνατόν τι ζῷον, ἔχον μὲν ψυχήν, ἔχον δὲ σῶμα, τὸν ἀεὶ δὲ χρόνον ταῦτα συμπεφυκότα.
但是“不朽”这一概念,绝不是从任何理性论证中得出的,而是我们由于从未见过、也未能充分理解神,而把神想象成一个不朽的生命之物,既有灵魂,又有身体,并且这两者永远结合在一起。
ἀλλὰ ταῦτα μὲν δή, ὅπῃ τῷ θεῷ φίλον, ταύτῃ ἐχέτω τε καὶ λεγέσθω·
但是这些事情,就按照神所喜悦的方式去存在和诉说吧。
τὴν δὲ αἰτίαν τῆς τῶν πτερῶν ἀποβολῆς, διʼ ἣν ψυχῆς ἀπορρεῖ, λάβωμεν. ἔστι δέ τις τοιάδε.
让我们来把握羽翼丧失、从而自灵魂中脱落的原因。
πέφυκεν ἡ πτεροῦ δύναμις τὸ ἐμβριθὲς ἄγειν ἄνω μετεωρίζουσα ᾗ τὸ τῶν θεῶν γένος οἰκεῖ, κεκοινώνηκε δέ πῃ μάλιστα τῶν περὶ τὸ σῶμα τοῦ θείου, τὸ δὲ θεῖον καλόν, σοφόν, ἀγαθόν, καὶ πᾶν ὅτι τοιοῦτον·
其原因大致如下:羽翼的力量天生具有将沉重之物向上带起,使之飞升至神明种族所居住之处的性质。 在与身体相关的事物中,羽翼在最深程度上分享了神性。 而神性是美丽、智慧、善良以及所有这类性质。
τούτοις δὴ τρέφεταί τε καὶ αὔξεται μάλιστά γε τὸ τῆς ψυχῆς πτέρωμα, αἰσχρῷ δὲ καὶ κακῷ καὶ τοῖς ἐναντίοις φθίνει τε καὶ διόλλυται.
正是在这些东西的滋养下,灵魂的羽翼最能成长壮大;而在丑陋、邪恶和相反的事物的消磨下,羽翼便会衰退和灭亡。
§247ΣΩ. ὁ μὲν δὴ μέγας ἡγεμὼν ἐν οὐρανῷ Ζεύς, ἐλαύνων πτηνὸν ἅρμα, πρῶτος πορεύεται, διακοσμῶν πάντα καὶ ἐπιμελούμενος· τῷ δʼ ἕπεται στρατιὰ θεῶν τε καὶ δαιμόνων, κατὰ ἕνδεκα μέρη κεκοσμημένη.
天上的伟大领袖宙斯,驾驶着有翼的战车,走在最前面,整理并照料万物;跟随他的是神明与戴蒙的军队,排列成十一个部门。
μένει γὰρ Ἑστία ἐν θεῶν οἴκῳ μόνη· τῶν δὲ ἄλλων ὅσοι ἐν τῷ τῶν δώδεκα ἀριθμῷ τεταγμένοι θεοὶ ἄρχοντες ἡγοῦνται κατὰ τάξιν ἣν ἕκαστος ἐτάχθη.
因为赫斯提亚独自留在了神明的居所;而其他被列入十二神之数的统治之神,则按照各自被分配的顺序引领队伍。
πολλαὶ μὲν οὖν καὶ μακάριαι θέαι τε καὶ διέξοδοι ἐντὸς οὐρανοῦ, ἃς θεῶν γένος εὐδαιμόνων ἐπιστρέφεται πράττων ἕκαστος αὐτῶν τὸ αὑτοῦ, ἕπεται δὲ ὁ ἀεὶ ἐθέλων τε καὶ δυνάμενος·
在天界之内,有许多幸福而神圣的景象和通道,快乐的神明种族在其中穿行,各司其职,而凡是愿意且有能力的人都可以跟随。
φθόνος γὰρ ἔξω θείου χοροῦ ἵσταται.
因为嫉妒立于神圣合唱队之外。
ὅταν δὲ δὴ πρὸς δαῖτα καὶ ἐπὶ θοίνην ἴωσιν, ἄκραν ἐπὶ τὴν ὑπουράνιον ἁψῖδα πορεύονται πρὸς ἄναντες, ᾗ δὴ τὰ μὲν θεῶν ὀχήματα ἰσορρόπως εὐήνια ὄντα ῥᾳδίως πορεύεται, τὰ δὲ ἄλλα μόγις·
然而,当他们前往盛宴和宴会时,他们会沿着陡峭的山路向着天穹之下的最高拱顶进发。 在那里,神明的车辆由于平衡良好且易于驾驭,能轻易前行,而其他的车辆则举步维艰。
βρίθει γὰρ ὁ τῆς κάκης ἵππος μετέχων, ἐπὶ τὴν γῆν ῥέπων τε καὶ βαρύνων ᾧ μὴ καλῶς ἦν τεθραμμένος τῶν ἡνιόχων.
因为那匹恶劣品质的马成了沉重的负担,它倾向并拖累着那些没有将它训练好的驭者向地面沉降。
ἔνθα δὴ πόνος τε καὶ ἀγὼν ἔσχατος ψυχῇ πρόκειται.
在那里,灵魂面临着极度的劳苦和斗争。
αἱ μὲν γὰρ ἀθάνατοι καλούμεναι, ἡνίκʼ ἂν πρὸς ἄκρῳ γένωνται, ἔξω πορευθεῖσαι ἔστησαν ἐπὶ τῷ τοῦ οὐρανοῦ νώτῳ, στάσας δὲ αὐτὰς περιάγει ἡ περιφορά, αἱ δὲ θεωροῦσι τὰ ἔξω τοῦ οὐρανοῦ.
因为那些被称为不朽的灵魂,在到达顶点时,便走到外面,站在天空的脊背上。 当她们站立时,天体的旋转便载着她们运行,而她们则观照着天空之外的事物。
τὸν δὲ ὑπερουράνιον τόπον οὔτε τις ὕμνησέ πω τῶν τῇδε ποιητὴς οὔτε ποτὲ ὑμνήσει κατʼ ἀξίαν.
对于那天上的超越之所,还没有任何一位此间的诗人配得上赞美它,也永远不会有人能给予它配得上的赞美。
ἔχει δὲ ὧδε—τολμητέον γὰρ οὖν τό γε ἀληθὲς εἰπεῖν, ἄλλως τε καὶ περὶ ἀληθείας λέγοντα—ἡ γὰρ ἀχρώματός τε καὶ ἀσχημάτιστος καὶ ἀναφὴς οὐσία ὄντως οὖσα, ψυχῆς κυβερνήτῃ μόνῳ θεατὴ νῷ, περὶ ἣν τὸ τῆς ἀληθοῦς ἐπιστήμης γένος, τοῦτον ἔχει τὸν τόπον.
但它是这样的——因为我们必须敢于说出真理,尤其是在谈论真理的时候——:那无色、无相、无形的真正存在的实体,仅能由作为灵魂舵手的理性(努斯)所观照,而关于真知识的门类便围绕在它的周围,它便占据着这地方。
ἅτʼ οὖν θεοῦ διάνοια νῷ τε καὶ ἐπιστήμῃ ἀκηράτῳ τρεφομένη, καὶ ἁπάσης ψυχῆς ὅσῃ ἂν μέλῃ τὸ προσῆκον δέξασθαι, ἰδοῦσα διὰ χρόνου τὸ ὂν ἀγαπᾷ τε καὶ θεωροῦσα τἀληθῆ τρέφεται καὶ εὐπαθεῖ, ἕως ἂν κύκλῳ ἡ περιφορὰ εἰς ταὐτὸν περιενέγκῃ.
神的心灵既然由理性与纯净的知识所滋养,正如凡是乐于接受合适养分每一个灵魂的心灵一样,在历经一段时间看到真实的存在时,它便会感到喜悦,并通过观照真理而获得滋养,生活幸福,直到天体的旋转将其再次带回到同一个地方。
ἐν δὲ τῇ περιόδῳ καθορᾷ μὲν αὐτὴν δικαιοσύνην, καθορᾷ δὲ σωφροσύνην, καθορᾷ δὲ ἐπιστήμην, οὐχ ᾗ γένεσις πρόσεστιν, οὐδʼ ἥ ἐστίν που ἑτέρα ἐν ἑτέρῳ οὖσα ὧν ἡμεῖς νῦν ὄντων καλοῦμεν, ἀλλὰ τὴν ἐν τῷ ὅ ἐστιν ὂν ὄντως ἐπιστήμην οὖσαν·
在这循环之中,灵魂观照着正义本身,观照着节制本身,观照着知识本身——这知识并非伴随着生成,也不是在不同的事物中呈现出不同形态的我们现在所说的实体,而是存在于那真正存在之物本身之中的知识。
καὶ τἆλλα ὡσαύτως τὰ ὄντα ὄντως θεασαμένη καὶ ἑστιαθεῖσα, δῦσα πάλιν εἰς τὸ εἴσω τοῦ οὐρανοῦ, οἴκαδε ἦλθεν.
同样,在观照了其他真正存在的事物并享受了这场盛宴之后,它再次沉入天空的内部,回到了家园。
ἐλθούσης δὲ αὐτῆς ὁ ἡνίοχος πρὸς τὴν φάτνην τοὺς ἵππους στήσας παρέβαλεν ἀμβροσίαν τε καὶ ἐπʼ αὐτῇ νέκταρ ἐπότισεν.
在它回来之后,驭者将马匹停在马槽前,抛下神食,并在此之上喂它们饮用神酒。

词汇与语法注释

  1. 246aὡς ταύτης οὔσης φύσεως ψυχῆς — 由 ὡς 引导的属格绝对结构,伴随分词 οὔσης(动词 εἰμί 的阴性单数属格)。ταύτης 是逻辑主语,φύσεως ψυχῆς 是表语。
  2. 246aμὴ ἄλλο τι εἶναι τὸ αὐτὸ ἑαυτὸ κινοῦν ἢ ψυχήν — 紧跟在条件从句 εἰ δʼ ἔστιν τοῦτο οὕτως ἔχον 后面的带对格的不定式短语。εἶναι 的主语是中性对格的 τὸ αὐτὸ ἑαυτὸ κινοῦν,而 ψυχήν 采用对格是为了在 ἤ 之后与不定式的主语保持一致。
  3. 246aᾧ δὲ ἔοικεν — 关系代词 ᾧ 采用与格,由动词 ἔοικεν(意为“像……”)支配。它指代前文遇到的灵魂的形象。
  4. 247bᾧ μὴ καλῶς ἦν τεθραμμένος τῶν ἡνιόχων — 关系代词 ᾧ(与格)受到了部分属格 τῶν ἡνιόχων 的吸引。可以还原为 [ἐκείνῳ] τῶν ἡνιόχων, ᾧ...,意为“对于驭者中那一个未能将其(劣马)驯养好的人来说”。
  5. 247cψυχῆς κυβερνήτῃ μόνῳ θεατὴ νῷ — 形容词 θεατή(“可观照的”,阴性单数主格)带有表示手段或行为主体的与格 νῷ(理性)。短语 ψυχῆς κυβερνήτῃ(“灵魂的舵手”)是 νῷ 的同位语。

引用这一段

柏拉图, 斐德罗篇 §246-247. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg012.humanitext-grc2:246-247

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。