§218ἔτι δὲ τὸ τοῦ δηχθέντος ὑπὸ τοῦ ἔχεως πάθος κἄμʼ ἔχει.
「さらに、毒蛇に噛まれた者のあの苦痛が私をも捉えている。
φασὶ γάρ πού τινα τοῦτο παθόντα οὐκ ἐθέλειν λέγειν οἷον ἦν πλὴν τοῖς δεδηγμένοις, ὡς μόνοις γνωσομένοις τε καὶ συγγνωσομένοις εἰ πᾶν ἐτόλμα δρᾶν τε καὶ λέγειν ὑπὸ τῆς ὀδύνης.
というのも、彼が言うには、これを経験した者は、どのようなものであったかを、噛まれたことのある人々以外には語ろうとしないそうだ。 苦痛のあまりあらゆることをあえて行い、語ったとしても、それを理解し許してくれるのは彼らだけだからだ、という理由で。
ἐγὼ οὖν δεδηγμένος τε ὑπὸ ἀλγεινοτέρου καὶ τὸ ἀλγεινότατον ὧν ἄν τις δηχθείη—τὴν καρδίαν γὰρ ἢ ψυχὴν ἢ ὅτι δεῖ αὐτὸ ὀνομάσαι πληγείς τε καὶ δηχθεὶς ὑπὸ τῶν ἐν φιλοσοφίᾳ λόγων, οἳ ἔχονται ἐχίδνης ἀγριώτερον, νέου ψυχῆς μὴ ἀφυοῦς ὅταν λάβωνται, καὶ ποιοῦσι δρᾶν τε καὶ λέγειν ὁτιοῦν—καὶ ὁρῶν αὖ Φαίδρους, Ἀγάθωνας, Ἐρυξιμάχους, Παυσανίας, Ἀριστοδήμους τε καὶ Ἀριστοφάνας· Σωκράτη δὲ αὐτὸν τί δεῖ λέγειν, καὶ ὅσοι ἄλλοι;
そこで私は、より痛烈なものによって、また誰もが被りうる最も痛烈な噛み傷によって噛まれ――というのも、哲学の言論によって、心臓、あるいは魂、あるいはそれを何と呼ぶべきか分からないが、そこを打たれ、噛まれたのだ。 これらの言論は、才能のないわけではない若者の魂にとりつくと、毒蛇よりも荒々しくつかみ、いかなることも行わせ、語らせるのだ。 ――そして他方で、パイドロスたち、アガトンたち、エリュクシマコスたち、パウサニアスたち、アリストデモスたち、そしてアリストパネスたちを目にし、またソクラテス自身については言うに及ばず、その他すべての人々を目にして――あなた方は皆、哲学の狂気とバッコス的陶酔を共にしてきたのだから。
πάντες γὰρ κεκοινωνήκατε τῆς φιλοσόφου μανίας τε καὶ βακχείας—διὸ πάντες ἀκούσεσθε·
――それゆえ、あなた方は全員が聞くことになる。
συγγνώσεσθε γὰρ τοῖς τε τότε πραχθεῖσι καὶ τοῖς νῦν λεγομένοις.
当時なされたことにも、今語られていることにも、許しを与えてくれるだろうから。
οἱ δὲ οἰκέται, καὶ εἴ τις ἄλλος ἐστὶν βέβηλός τε καὶ ἄγροικος, πύλας πάνυ μεγάλας τοῖς ὠσὶν ἐπίθεσθε.
しかし、召使いや、他にだれか俗物で教養のない者がいるなら、耳に極めて大きな門を閉ざすがよい。
ἐπειδὴ γὰρ οὖν, ὦ ἄνδρες, ὅ τε λύχνος ἀπεσβήκει καὶ οἱ παῖδες ἔξω ἦσαν, ἔδοξέ μοι χρῆναι μηδὲν ποικίλλειν πρὸς αὐτόν, ἀλλʼ ἐλευθέρως εἰπεῖν ἅ μοι ἐδόκει·
皆さん、ともし火が消え、召使いたちが外に出たとき、私は彼に対して何の駆け引きもせず、自分が考えていることを率直に言うべきだと思った。
καὶ εἶπον κινήσας αὐτόν, Σώκρατες, καθεύδεις;
そして私は彼を揺り動かして言った。 『ソクラテスよ、眠っているのかい?
οὐ δῆτα, ἦ δʼ ὅς.
』『いや、全く』と彼は言った。
οἶσθα οὖν ἅ μοι δέδοκται;
『では、私が何を心に決めたか知っているかい?
τί μάλιστα, ἔφη.
』『それは一体何だい? 』と彼は言った。
σὺ ἐμοὶ δοκεῖς, ἦν δʼ ἐγώ, ἐμοῦ ἐραστὴς ἄξιος γεγονέναι μόνος, καί μοι φαίνῃ ὀκνεῖν μνησθῆναι πρός με.
『私には』と私は言った。 『君だけが、私の価値ある恋人になってくれたように思える。 それなのに、君はそれを私に切り出すのをためらっているように見える。
ἐγὼ δὲ οὑτωσὶ ἔχω·
しかし私の考えはこうだ。
πάνυ ἀνόητον ἡγοῦμαι εἶναι σοὶ μὴ οὐ καὶ τοῦτο χαρίζεσθαι καὶ εἴ τι ἄλλο ἢ τῆς οὐσίας τῆς ἐμῆς δέοιο ἢ τῶν φίλων τῶν ἐμῶν.
君にこのことを聞き入れないばかりか、もし私の財産や友人のことで他に何か必要なものがあるなら、それに応じないというのは、全く愚かなことだと思っている。
ἐμοὶ μὲν γὰρ οὐδέν ἐστι πρεσβύτερον τοῦ ὡς ὅτι βέλτιστον ἐμὲ γενέσθαι, τούτου δὲ οἶμαί μοι συλλήπτορα οὐδένα κυριώτερον εἶναι σοῦ.
私にとって、自分ができる限り優れた者になること以上に重んじるべきことは何もなく、これに協力してくれる者として、君以上にふさわしい者は誰もいないと思っているからだ。
ἐγὼ δὴ τοιούτῳ ἀνδρὶ πολὺ μᾶλλον ἂν μὴ χαριζόμενος αἰσχυνοίμην τοὺς φρονίμους, ἢ χαριζόμενος τούς τε πολλοὺς καὶ ἄφρονας.
実際、このような男に好意を寄せないならば、私は賢者たちの前で恥じることになるが、好意を寄せることで、愚かな大衆の前で恥じるなどということは、はるかにあり得ないことなのだ。
καὶ οὗτος ἀκούσας μάλα εἰρωνικῶς καὶ σφόδρα ἑαυτοῦ τε καὶ εἰωθότως ἔλεξεν ὦ φίλε Ἀλκιβιάδη, κινδυνεύεις τῷ ὄντι οὐ φαῦλος εἶναι, εἴπερ ἀληθῆ τυγχάνει ὄντα ἃ λέγεις περὶ ἐμοῦ, καί τις ἔστʼ ἐν ἐμοὶ δύναμις διʼ ἧς ἂν σὺ γένοιο ἀμείνων·
』すると彼はこれを聞き、非常に皮肉たっぷりに、かつ彼自身に極めて特有の、いつもの調子で言った。 『親愛なるアルキビアデスよ、もし君が私について語ることが本当に真実であり、私の中に君をより優れた者にしうる何らかの力があるとするなら、君は実に大した人物であるに違いない。
ἀμήχανόν τοι κάλλος ὁρῴης ἂν ἐν ἐμοὶ καὶ τῆς παρὰ σοὶ εὐμορφίας πάμπολυ διαφέρον.
君は私の中に、君自身が持つ美しさをはるかに凌駕する、とてつもない美しさを見ていることになるのだから。
§219εἰ δὴ καθορῶν αὐτὸ κοινώσασθαί τέ μοι ἐπιχειρεῖς καὶ ἀλλάξασθαι κάλλος ἀντὶ κάλλους, οὐκ ὀλίγῳ μου πλεονεκτεῖν διανοῇ, ἀλλʼ ἀντὶ δόξης ἀλήθειαν καλῶν κτᾶσθαι ἐπιχειρεῖς καὶ τῷ ὄντι
"χρύσεα χαλκείων"
διαμείβεσθαι νοεῖς.
もし君がそれを見抜き、それを私と共有しようと企て、美を美と交換しようとしているなら、君は私に対して少なからぬ利益を得ようと目論んでいるのだ。 君は評判の代わりに本物の美を手に入れようとしており、まさしく『銅と金』を交換しようと考えているのだ。
ἀλλʼ, ὦ μακάριε, ἄμεινον σκόπει, μή σε λανθάνω οὐδὲν ὤν.
だが、幸せな友よ、もっとよく吟味するがよい。 私が無価値な存在であることを見落とさないように。
ἥ τοι τῆς διανοίας ὄψις ἄρχεται ὀξὺ βλέπειν ὅταν ἡ τῶν ὀμμάτων τῆς ἀκμῆς λήγειν ἐπιχειρῇ·
知性の眼は、肉体の眼の全盛期が衰え始めるときに鋭く見え始めるものだ。
σὺ δὲ τούτων ἔτι πόρρω.
しかし君は、これらからはまだ遠い。
κἀγὼ ἀκούσας, τὰ μὲν παρʼ ἐμοῦ, ἔφην, ταῦτά ἐστιν, ὧν οὐδὲν ἄλλως εἴρηται ἢ ὡς διανοοῦμαι·
』これを聞いて私は言った。 『私の方としては、事態はこうであり、私が考えていることと異なることは何一つ語っていない。
σὺ δὲ αὐτὸς οὕτω βουλεύου ὅτι σοί τε ἄριστον καὶ ἐμοὶ ἡγῇ.
あとは、君自身が君にとっても私にとっても最善であると考えるように決断してくれ。
ἀλλʼ, ἔφη, τοῦτό γʼ εὖ λέγεις·
』『だが』と彼は言った。 『その点は君の言う通りだ。
ἐν γὰρ τῷ ἐπιόντι χρόνῳ βουλευόμενοι πράξομεν ὃ ἂν φαίνηται νῷν περί τε τούτων καὶ περὶ τῶν ἄλλων ἄριστον.
これからの時間の中で、私たちは共に相談し、これらについても他のことについても、私たち二人にとって最善と思われることを行うことにしよう。
ἐγὼ μὲν δὴ ταῦτα ἀκούσας τε καὶ εἰπών, καὶ ἀφεὶς ὥσπερ βέλη, τετρῶσθαι αὐτὸν ᾤμην·
』私はこれらの言葉を聞き、また語り、矢のようにそれを放ったので、彼が手負いになったと思った。
καὶ ἀναστάς γε, οὐδʼ ἐπιτρέψας τούτῳ εἰπεῖν οὐδὲν ἔτι, ἀμφιέσας τὸ ἱμάτιον τὸ ἐμαυτοῦ τοῦτον—καὶ γὰρ ἦν χειμών—ὑπὸ τὸν τρίβωνα κατακλινεὶς τὸν τουτουί, περιβαλὼν τὼ χεῖρε τούτῳ τῷ δαιμονίῳ ὡς ἀληθῶς καὶ θαυμαστῷ, κατεκείμην τὴν νύκτα ὅλην.
そして立ち上がり、彼にこれ以上何も言わせず、自分の外套を彼に着せかけ――というのも冬だったからだ――この男の古びた外套の下に横たわり、真に神がかり的で驚くべきこの男に両腕を回して、一晩中そこに横たわっていた。
καὶ οὐδὲ ταῦτα αὖ, ὦ Σώκρατες, ἐρεῖς ὅτι ψεύδομαι.
そしてソクラテスよ、お前はこれについても、私が嘘をついているとは言わないだろう。
ποιήσαντος δὲ δὴ ταῦτα ἐμοῦ οὗτος τοσοῦτον περιεγένετό τε καὶ κατεφρόνησεν καὶ κατεγέλασεν τῆς ἐμῆς ὥρας καὶ ὕβρισεν—καὶ περὶ ἐκεῖνό γε ᾤμην τὶ εἶναι, ὦ ἄνδρες δικασταί·
しかし私がそうしたにもかかわらず、この男は私を凌駕し、私の若さを軽蔑し、あざ笑い、侮辱したのだ。 ――しかも、私は自分の若さにはそれなりの価値があると思っていたのだ、裁判官の皆さん。
δικασταὶ γάρ ἐστε τῆς Σωκράτους ὑπερηφανίας—εὖ γὰρ ἴστε μὰ θεούς, μὰ θεάς, οὐδὲν περιττότερον καταδεδαρθηκὼς ἀνέστην μετὰ Σωκράτους, ἢ εἰ μετὰ πατρὸς καθηῦδον ἢ ἀδελφοῦ πρεσβυτέρου.
あなた方はソクラテスの傲慢さの裁判官なのだから。 ――神々に誓ってよく知るがよい、私はソクラテスと共に眠った後、父親か年長の兄と一緒に眠ったのと何ら変わることのない状態のまま起き上がったのだ。
τὸ δὴ μετὰ τοῦτο τίνα οἴεσθέ με διάνοιαν ἔχειν, ἡγούμενον μὲν ἠτιμάσθαι, ἀγάμενον δὲ τὴν τούτου φύσιν τε καὶ σωφροσύνην καὶ ἀνδρείαν, ἐντετυχηκότα ἀνθρώπῳ τοιούτῳ οἵῳ ἐγὼ οὐκ ἂν ᾤμην ποτʼ ἐντυχεῖν εἰς φρόνησιν καὶ εἰς καρτερίαν;
それゆえ、その後の私の心境がどのようなものであったか、あなた方はどう想像されるか。 一方では自分が辱められたと考えつつも、他方ではこの男の天性、節制、そして勇気に感嘆していたのだ。 知恵と忍耐において、私がかつて出会うことなどあり得ないと思っていたような男に出会ったのだから。
ὥστε οὔθʼ ὅπως οὖν ὀργιζοίμην εἶχον καὶ ἀποστερηθείην τῆς τούτου συνουσίας, οὔτε ὅπῃ προσαγαγοίμην αὐτὸν ηὐπόρουν.
その結果、私は腹を立てて彼の交際を断つこともできず、また彼を引き寄せるための手段も見出せずに途方に暮れていた。
εὖ γὰρ ᾔδη ὅτι χρήμασί γε πολὺ μᾶλλον ἄτρωτος ἦν πανταχῇ ἢ σιδήρῳ ὁ Αἴας, ᾧ τε ᾤμην αὐτὸν μόνῳ ἁλώσεσθαι, διεπεφεύγει με.
というのも、金銭に関して言えば、彼はアイアスが鉄に対してそうであったよりも、あらゆる点ではるかに不死身であり、彼を捕らえることができると私が思っていた唯一の手段は私からすり抜けてしまっていたことを、私はよく知っていたからだ。
ἠπόρουν δή, καταδεδουλωμένος τε ὑπὸ τοῦ ἀνθρώπου ὡς οὐδεὶς ὑπʼ οὐδενὸς ἄλλου περιῇα.
それゆえ私は途方に暮れ、誰が他の誰によってされたよりも深く、この男によって隷属させられた状態で歩き回っていた。
ταῦτά τε γάρ μοι ἅπαντα προυγεγόνει, καὶ μετὰ ταῦτα στρατεία ἡμῖν εἰς Ποτείδαιαν ἐγένετο κοινὴ καὶ συνεσιτοῦμεν ἐκεῖ.
私にはこれらすべてのことがすでに起こっており、その後に、ポテイダイアへの共同の遠征が私たちに生じ、そこで私たちは食事を共にしたのだった。 」