Humanitext Reader

柏拉图 · 会饮篇 §218-219

阿尔西比亚德斯诱惑苏格拉底的失败与同榻

第 34 段,共 36 段 · 希腊语

内容简介

阿尔西比亚德斯用被毒蛇咬伤的痛苦来比喻自己对哲学的痴迷,并详细叙述了他试图诱惑苏格拉底并与其同床共枕的经过,以及苏格拉底超凡的节制。

§218ἔτι δὲ τὸ τοῦ δηχθέντος ὑπὸ τοῦ ἔχεως πάθος κἄμʼ ἔχει.
“此外,被毒蛇咬伤的痛苦也同样纠缠着我。
φασὶ γάρ πού τινα τοῦτο παθόντα οὐκ ἐθέλειν λέγειν οἷον ἦν πλὴν τοῖς δεδηγμένοις, ὡς μόνοις γνωσομένοις τε καὶ συγγνωσομένοις εἰ πᾶν ἐτόλμα δρᾶν τε καὶ λέγειν ὑπὸ τῆς ὀδύνης.
因为人们常说,经历过这种痛苦的人,除了对那些同样被咬过的人之外,是不愿意向别人提起那是怎样的感受的,因为只有他们才能理解,并且能原谅自己在极度痛苦之下所做和所说的一切。
ἐγὼ οὖν δεδηγμένος τε ὑπὸ ἀλγεινοτέρου καὶ τὸ ἀλγεινότατον ὧν ἄν τις δηχθείη—τὴν καρδίαν γὰρ ἢ ψυχὴν ἢ ὅτι δεῖ αὐτὸ ὀνομάσαι πληγείς τε καὶ δηχθεὶς ὑπὸ τῶν ἐν φιλοσοφίᾳ λόγων, οἳ ἔχονται ἐχίδνης ἀγριώτερον, νέου ψυχῆς μὴ ἀφυοῦς ὅταν λάβωνται, καὶ ποιοῦσι δρᾶν τε καὶ λέγειν ὁτιοῦν—καὶ ὁρῶν αὖ Φαίδρους, Ἀγάθωνας, Ἐρυξιμάχους, Παυσανίας, Ἀριστοδήμους τε καὶ Ἀριστοφάνας· Σωκράτη δὲ αὐτὸν τί δεῖ λέγειν, καὶ ὅσοι ἄλλοι;
而我,正是在被一种更痛苦的东西咬伤,并且遭受了任何人能被咬到的最痛苦的伤口——因为我的心灵,或灵魂,或随你怎么称呼它,被哲学言论击中并咬伤了。 当这些言论抓住一个并非没有天赋的年轻人的灵魂时,它们比毒蛇还要凶猛,并迫使他做和说任何事情——同时,我又看到裴多若们、阿伽通们、厄律克西马库斯们、保萨尼阿斯们、阿里斯托德谟们和阿里斯托芬们;而至于苏格拉底本人,又何须多说,还有其他所有人?
πάντες γὰρ κεκοινωνήκατε τῆς φιλοσόφου μανίας τε καὶ βακχείας—διὸ πάντες ἀκούσεσθε· συγγνώσεσθε γὰρ τοῖς τε τότε πραχθεῖσι καὶ τοῖς νῦν λεγομένοις.
因为你们都分享了哲学的狂热和巴克科斯式的狂喜——因此你们所有人都会听到我的话;因为你们会宽恕我当时的所作所为和现在的所言。
οἱ δὲ οἰκέται, καὶ εἴ τις ἄλλος ἐστὶν βέβηλός τε καὶ ἄγροικος, πύλας πάνυ μεγάλας τοῖς ὠσὶν ἐπίθεσθε.
但是至于那些仆人,以及任何其他世俗、粗鄙的人,请在你们的耳朵上安上巨大的门。
ἐπειδὴ γὰρ οὖν, ὦ ἄνδρες, ὅ τε λύχνος ἀπεσβήκει καὶ οἱ παῖδες ἔξω ἦσαν, ἔδοξέ μοι χρῆναι μηδὲν ποικίλλειν πρὸς αὐτόν, ἀλλʼ ἐλευθέρως εἰπεῖν ἅ μοι ἐδόκει·
因为,诸位,当灯火熄灭且仆人们都在外面时,我认为我不该对他有任何隐瞒,而应当坦率地说出我的想法。
καὶ εἶπον κινήσας αὐτόν, Σώκρατες, καθεύδεις;
于是我推了推他,说道:‘苏格拉底,你睡着了吗?
οὐ δῆτα, ἦ δʼ ὅς.
’‘完全没有,’他说。
οἶσθα οὖν ἅ μοι δέδοκται;
‘那你知道我决定了什么吗?
τί μάλιστα, ἔφη.
’‘那到底是什么呢? ’他问。
σὺ ἐμοὶ δοκεῖς, ἦν δʼ ἐγώ, ἐμοῦ ἐραστὴς ἄξιος γεγονέναι μόνος, καί μοι φαίνῃ ὀκνεῖν μνησθῆναι πρός με. ἐγὼ δὲ οὑτωσὶ ἔχω·
‘在我看来,’我说,‘你似乎成了唯一配得上我的情人,而你似乎不好意思向我提起这件事。
πάνυ ἀνόητον ἡγοῦμαι εἶναι σοὶ μὴ οὐ καὶ τοῦτο χαρίζεσθαι καὶ εἴ τι ἄλλο ἢ τῆς οὐσίας τῆς ἐμῆς δέοιο ἢ τῶν φίλων τῶν ἐμῶν.
但我的想法是这样的:我认为如果我不在这件事上满足你,或者在我的财产或朋友的事情上满足你的任何其他需要,那是极其愚蠢的。
ἐμοὶ μὲν γὰρ οὐδέν ἐστι πρεσβύτερον τοῦ ὡς ὅτι βέλτιστον ἐμὲ γενέσθαι, τούτου δὲ οἶμαί μοι συλλήπτορα οὐδένα κυριώτερον εἶναι σοῦ.
因为对我来说,没有什么比让我自己尽可能变得优秀更为重要,而我认为在这件事上没有比你更合适的帮手了。
ἐγὼ δὴ τοιούτῳ ἀνδρὶ πολὺ μᾶλλον ἂν μὴ χαριζόμενος αἰσχυνοίμην τοὺς φρονίμους, ἢ χαριζόμενος τούς τε πολλοὺς καὶ ἄφρονας.
事实上,面对这样一个人,如果不去满足他,我反而会在聪明人面前感到更加羞愧,而远甚于在愚蠢的大众面前因满足了他而感到羞愧。
καὶ οὗτος ἀκούσας μάλα εἰρωνικῶς καὶ σφόδρα ἑαυτοῦ τε καὶ εἰωθότως ἔλεξεν ὦ φίλε Ἀλκιβιάδη, κινδυνεύεις τῷ ὄντι οὐ φαῦλος εἶναι, εἴπερ ἀληθῆ τυγχάνει ὄντα ἃ λέγεις περὶ ἐμοῦ, καί τις ἔστʼ ἐν ἐμοὶ δύναμις διʼ ἧς ἂν σὺ γένοιο ἀμείνων·
’他听后,非常讽刺地、用他极为特有的、习以为常的语调说:‘我亲爱的阿尔西比亚德斯,如果你说关于我的这些话恰好是真的,并且我身上真的有某种能让你变得更好的力量,那你其实并不简单。
ἀμήχανόν τοι κάλλος ὁρῴης ἂν ἐν ἐμοὶ καὶ τῆς παρὰ σοὶ εὐμορφίας πάμπολυ διαφέρον.
你必定是在我身上看到了某种不可思议的美,一种远超你自己俊美外表的美。
§219εἰ δὴ καθορῶν αὐτὸ κοινώσασθαί τέ μοι ἐπιχειρεῖς καὶ ἀλλάξασθαι κάλλος ἀντὶ κάλλους, οὐκ ὀλίγῳ μου πλεονεκτεῖν διανοῇ, ἀλλʼ ἀντὶ δόξης ἀλήθειαν καλῶν κτᾶσθαι ἐπιχειρεῖς καὶ τῷ ὄντι "χρύσεα χαλκείων" διαμείβεσθαι νοεῖς.
如果你真的看出了这一点,并试图与我共享,用美来交换美,那你可是在谋取不小的便宜。 你是企图用名声来换取真实的完美之物,你这简直是想“以铜换金”。
ἀλλʼ, ὦ μακάριε, ἄμεινον σκόπει, μή σε λανθάνω οὐδὲν ὤν.
但是,我亲爱的朋友,你最好更仔细地看清楚,免得你没有发现我其实一无所有。
ἥ τοι τῆς διανοίας ὄψις ἄρχεται ὀξὺ βλέπειν ὅταν ἡ τῶν ὀμμάτων τῆς ἀκμῆς λήγειν ἐπιχειρῇ· σὺ δὲ τούτων ἔτι πόρρω.
当肉体之眼的黄金时期开始衰退时,理智之眼才开始变得敏锐;而你离这些还很遥远。
κἀγὼ ἀκούσας, τὰ μὲν παρʼ ἐμοῦ, ἔφην, ταῦτά ἐστιν, ὧν οὐδὲν ἄλλως εἴρηται ἢ ὡς διανοοῦμαι·
’我听了之后说:‘在我这方面,事情就是这样,我所说的每一个字都和我的真实想法一致。
σὺ δὲ αὐτὸς οὕτω βουλεύου ὅτι σοί τε ἄριστον καὶ ἐμοὶ ἡγῇ.
接下来,就请你自己权衡,做出你认为对你我最有利的决定吧。
ἀλλʼ, ἔφη, τοῦτό γʼ εὖ λέγεις·
’‘不过,’他说,‘你这话说的对。
ἐν γὰρ τῷ ἐπιόντι χρόνῳ βουλευόμενοι πράξομεν ὃ ἂν φαίνηται νῷν περί τε τούτων καὶ περὶ τῶν ἄλλων ἄριστον.
在接下来的时间里,我们通过共同商议,将去做对我们双方在这些事及其他事上看来最有利的选择。
ἐγὼ μὲν δὴ ταῦτα ἀκούσας τε καὶ εἰπών, καὶ ἀφεὶς ὥσπερ βέλη, τετρῶσθαι αὐτὸν ᾤμην·
’我听了并说了这些话后,就像放出了箭一样,以为他已经被射中了。
καὶ ἀναστάς γε, οὐδʼ ἐπιτρέψας τούτῳ εἰπεῖν οὐδὲν ἔτι, ἀμφιέσας τὸ ἱμάτιον τὸ ἐμαυτοῦ τοῦτον—καὶ γὰρ ἦν χειμών—ὑπὸ τὸν τρίβωνα κατακλινεὶς τὸν τουτουί, περιβαλὼν τὼ χεῖρε τούτῳ τῷ δαιμονίῳ ὡς ἀληθῶς καὶ θαυμαστῷ, κατεκείμην τὴν νύκτα ὅλην.
于是我站起来,不让他再多说一个字,用我自己的外套裹住他——因为当时是冬天——然后躺在这位男子的旧斗篷下,用双手抱住这位真正神奇而令人赞叹的男子,躺了整整一夜。
καὶ οὐδὲ ταῦτα αὖ, ὦ Σώκρατες, ἐρεῖς ὅτι ψεύδομαι.
苏格拉底,这些事你也无法说我在撒谎。
ποιήσαντος δὲ δὴ ταῦτα ἐμοῦ οὗτος τοσοῦτον περιεγένετό τε καὶ κατεφρόνησεν καὶ κατεγέλασεν τῆς ἐμῆς ὥρας καὶ ὕβρισεν—καὶ περὶ ἐκεῖνό γε ᾤμην τὶ εἶναι, ὦ ἄνδρες δικασταί· δικασταὶ γάρ ἐστε τῆς Σωκράτους ὑπερηφανίας—εὖ γὰρ ἴστε μὰ θεούς, μὰ θεάς, οὐδὲν περιττότερον καταδεδαρθηκὼς ἀνέστην μετὰ Σωκράτους, ἢ εἰ μετὰ πατρὸς καθηῦδον ἢ ἀδελφοῦ πρεσβυτέρου.
然而,在我做了这些事之后,他却如此彻底地战胜了我,轻视并嘲笑我的青春,羞辱了它——而我本来还以为它是有几分价值的,诸位法官们,因为你们是苏格拉底傲慢行为的法官——奉男神和女神之名,你们要确知,在与苏格拉底同寝之后,我起来时的状态,与我和父亲或年长的兄长同睡一觉之后完全没有任何区别。
τὸ δὴ μετὰ τοῦτο τίνα οἴεσθέ με διάνοιαν ἔχειν, ἡγούμενον μὲν ἠτιμάσθαι, ἀγάμενον δὲ τὴν τούτου φύσιν τε καὶ σωφροσύνην καὶ ἀνδρείαν, ἐντετυχηκότα ἀνθρώπῳ τοιούτῳ οἵῳ ἐγὼ οὐκ ἂν ᾤμην ποτʼ ἐντυχεῖν εἰς φρόνησιν καὶ εἰς καρτερίαν;
那么在此之后,你们认为我怀着怎样的心情? 一方面我认为自己受到了羞辱,但另一方面我又极度钦佩这个人的天性、节制和勇气,因为我遇到了一个在智慧和坚韧方面我从未想过会遇到的人。
ὥστε οὔθʼ ὅπως οὖν ὀργιζοίμην εἶχον καὶ ἀποστερηθείην τῆς τούτου συνουσίας, οὔτε ὅπῃ προσαγαγοίμην αὐτὸν ηὐπόρουν.
因此,我既不知道该如何生气并断绝与他的交往,也找不到任何可以吸引他的方法。
εὖ γὰρ ᾔδη ὅτι χρήμασί γε πολὺ μᾶλλον ἄτρωτος ἦν πανταχῇ ἢ σιδήρῳ ὁ Αἴας, ᾧ τε ᾤμην αὐτὸν μόνῳ ἁλώσεσθαι, διεπεφεύγει με.
因为我深知,在金钱方面,他比阿雅斯对铁还要刀枪不入,而我本以为唯一能俘获他的手段也落空了。
ἠπόρουν δή, καταδεδουλωμένος τε ὑπὸ τοῦ ἀνθρώπου ὡς οὐδεὶς ὑπʼ οὐδενὸς ἄλλου περιῇα.
因此,我陷入了迷茫,就像一个前所未有地被另一个人彻底奴役的人一样,四处游荡。
ταῦτά τε γάρ μοι ἅπαντα προυγεγόνει, καὶ μετὰ ταῦτα στρατεία ἡμῖν εἰς Ποτείδαιαν ἐγένετο κοινὴ καὶ συνεσιτοῦμεν ἐκεῖ.
这些事情在此之前都已发生,而在那之后,我们一起前往波提狄亚共同服役,并在那里共同进餐。 ”

词汇与语法注释

  1. 218aἐγὼ οὖν δεδηγμένος — 本句极长,由于接连堆叠了插入句(—tēn kardian...—)以及列举他人(kai horōn au...)和苏格拉底的分词短语,导致缺失了主句的谓语动词,构成了破格(anacoluthon)句式,逻辑直接跳跃到了“dio pantes akousesthe”(因此你们所有人都会听到)。
  2. 218cσοὶ μὴ οὐ καὶ τοῦτο χαρίζεσθαι — 在含有否定意味的表达“anoēton hēgoumai”(我认为是愚蠢的,即不这样做是不明智的)之后,不定式前使用“mē ou”双重否定来加强否定语气。
  3. 218dτοῦ ὡς ὅτι βέλτιστον ἐμὲ γενέσθαι — “hōs hoti beltiston”是一种双重强调结构,在常见的最高级强调词“hōs beltiston”(尽可能好)之上又加了“hoti”,表示“尽可能达到最优秀的程度”。
  4. 219cτὴν νύκτα ὅλην — 此处为表示时间持续的宾格,说明躺在那里的状态持续了整整一夜。
  5. 219dὥστε οὔθʼ ὅπως οὖν ὀργιζοίμην εἶχον — “eichon”(echō的未完成过去时)与疑问词“hopōs”及祈愿语气“orgizoimēn”(orgizomai的现在祈愿) 连用,表达过去的一种无能为力或困惑:“我没有任何可以发怒的办法”,即“我无论如何也发不起怒来”。

引用这一段

柏拉图, 会饮篇 §218-219. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg011.humanitext-grc2:218-219

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。