§218ἔτι δὲ τὸ τοῦ δηχθέντος ὑπὸ τοῦ ἔχεως πάθος κἄμʼ ἔχει.
"Furthermore, the suffering of one bitten by a viper also holds me.
φασὶ γάρ πού τινα τοῦτο παθόντα οὐκ ἐθέλειν λέγειν οἷον ἦν πλὴν τοῖς δεδηγμένοις, ὡς μόνοις γνωσομένοις τε καὶ συγγνωσομένοις εἰ πᾶν ἐτόλμα δρᾶν τε καὶ λέγειν ὑπὸ τῆς ὀδύνης.
For they say, I believe, that someone who has suffered this is not willing to say what it was like except to those who have been bitten, as being the only ones who will understand and excuse him if he dared to do and say everything under the pain.
ἐγὼ οὖν δεδηγμένος τε ὑπὸ ἀλγεινοτέρου καὶ τὸ ἀλγεινότατον ὧν ἄν τις δηχθείη—τὴν καρδίαν γὰρ ἢ ψυχὴν ἢ ὅτι δεῖ αὐτὸ ὀνομάσαι πληγείς τε καὶ δηχθεὶς ὑπὸ τῶν ἐν φιλοσοφίᾳ λόγων, οἳ ἔχονται ἐχίδνης ἀγριώτερον, νέου ψυχῆς μὴ ἀφυοῦς ὅταν λάβωνται, καὶ ποιοῦσι δρᾶν τε καὶ λέγειν ὁτιοῦν—καὶ ὁρῶν αὖ Φαίδρους, Ἀγάθωνας, Ἐρυξιμάχους, Παυσανίας, Ἀριστοδήμους τε καὶ Ἀριστοφάνας· Σωκράτη δὲ αὐτὸν τί δεῖ λέγειν, καὶ ὅσοι ἄλλοι;
I, therefore, having been bitten by something more painful and with the most painful bite that anyone could be bitten with—for being struck and bitten in my heart or soul or whatever one ought to call it, by the discourses in philosophy, which hold on more fiercely than a viper when they take hold of a young, not ungifted soul, and make it do and say anything whatsoever—and seeing on the other hand Phaedruses, Agathons, Eryximachuses, Pausaniases, Aristodemuses and Aristophaneses; and as for Socrates himself, what need is there to speak of him, and all the others?
πάντες γὰρ κεκοινωνήκατε τῆς φιλοσόφου μανίας τε καὶ βακχείας—διὸ πάντες ἀκούσεσθε· συγγνώσεσθε γὰρ τοῖς τε τότε πραχθεῖσι καὶ τοῖς νῦν λεγομένοις.
For you have all shared in the philosophical madness and Bacchic frenzy—therefore you shall all hear; for you will excuse both what was done then and what is being said now.
οἱ δὲ οἰκέται, καὶ εἴ τις ἄλλος ἐστὶν βέβηλός τε καὶ ἄγροικος, πύλας πάνυ μεγάλας τοῖς ὠσὶν ἐπίθεσθε.
But as for the servants, and if there is anyone else who is profane and uncultured, put very large gates upon your ears.
ἐπειδὴ γὰρ οὖν, ὦ ἄνδρες, ὅ τε λύχνος ἀπεσβήκει καὶ οἱ παῖδες ἔξω ἦσαν, ἔδοξέ μοι χρῆναι μηδὲν ποικίλλειν πρὸς αὐτόν, ἀλλʼ ἐλευθέρως εἰπεῖν ἅ μοι ἐδόκει· καὶ εἶπον κινήσας αὐτόν, Σώκρατες, καθεύδεις; οὐ δῆτα, ἦ δʼ ὅς.
For when, gentlemen, the lamp had been extinguished and the servants were outside, it seemed to me that I ought to use no evasion with him, but speak freely what I thought; and I said, shaking him, 'Socrates, are you asleep?' 'No indeed,' he said.
οἶσθα οὖν ἅ μοι δέδοκται; τί μάλιστα, ἔφη.
'Do you know then what I have decided?' 'What is that especially?' he said.
σὺ ἐμοὶ δοκεῖς, ἦν δʼ ἐγώ, ἐμοῦ ἐραστὴς ἄξιος γεγονέναι μόνος, καί μοι φαίνῃ ὀκνεῖν μνησθῆναι πρός με.
'You seem to me,' I said, 'to have become my only worthy lover, and you appear to me to hesitate to speak of it to me.
ἐγὼ δὲ οὑτωσὶ ἔχω· πάνυ ἀνόητον ἡγοῦμαι εἶναι σοὶ μὴ οὐ καὶ τοῦτο χαρίζεσθαι καὶ εἴ τι ἄλλο ἢ τῆς οὐσίας τῆς ἐμῆς δέοιο ἢ τῶν φίλων τῶν ἐμῶν.
But I am disposed thus: I consider it to be completely foolish not to gratify you both in this and if you should need anything else either of my property or of my friends.
ἐμοὶ μὲν γὰρ οὐδέν ἐστι πρεσβύτερον τοῦ ὡς ὅτι βέλτιστον ἐμὲ γενέσθαι, τούτου δὲ οἶμαί μοι συλλήπτορα οὐδένα κυριώτερον εἶναι σοῦ.
For to me nothing is more important than to become as good as possible, and for this I think I have no helper more capable than you.
ἐγὼ δὴ τοιούτῳ ἀνδρὶ πολὺ μᾶλλον ἂν μὴ χαριζόμενος αἰσχυνοίμην τοὺς φρονίμους, ἢ χαριζόμενος τούς τε πολλοὺς καὶ ἄφρονας. καὶ οὗτος ἀκούσας μάλα εἰρωνικῶς καὶ σφόδρα ἑαυτοῦ τε καὶ εἰωθότως ἔλεξεν ὦ φίλε Ἀλκιβιάδη, κινδυνεύεις τῷ ὄντι οὐ φαῦλος εἶναι, εἴπερ ἀληθῆ τυγχάνει ὄντα ἃ λέγεις περὶ ἐμοῦ, καί τις ἔστʼ ἐν ἐμοὶ δύναμις διʼ ἧς ἂν σὺ γένοιο ἀμείνων·
Indeed, I should feel much more ashamed before wise men for not gratifying such a man, than before the crowd of foolish men for gratifying him.' And he, having heard, said very ironically and exceedingly in his own habitual manner: 'My dear Alcibiades, you are likely in truth to be no fool, if indeed the things you say about me happen to be true, and there is some power in me through which you might become better; you must see an extraordinary beauty in me, and one vastly differing from the comeliness in yourself.
ἀμήχανόν τοι κάλλος ὁρῴης ἂν ἐν ἐμοὶ καὶ τῆς παρὰ σοὶ εὐμορφίας πάμπολυ διαφέρον. §219εἰ δὴ καθορῶν αὐτὸ κοινώσασθαί τέ μοι ἐπιχειρεῖς καὶ ἀλλάξασθαι κάλλος ἀντὶ κάλλους, οὐκ ὀλίγῳ μου πλεονεκτεῖν διανοῇ, ἀλλʼ ἀντὶ δόξης ἀλήθειαν καλῶν κτᾶσθαι ἐπιχειρεῖς καὶ τῷ ὄντι
"χρύσεα χαλκείων"
διαμείβεσθαι νοεῖς.
If indeed, beholding it, you are trying to share it with me and to exchange beauty for beauty, you intend to get the better of me by no small amount, but you are trying to acquire the truth of beautiful things in exchange for reputation, and you intend in truth to exchange "gold for bronze".
ἀλλʼ, ὦ μακάριε, ἄμεινον σκόπει, μή σε λανθάνω οὐδὲν ὤν.
But, my blessed friend, look more closely, lest it escape you that I am nothing.
ἥ τοι τῆς διανοίας ὄψις ἄρχεται ὀξὺ βλέπειν ὅταν ἡ τῶν ὀμμάτων τῆς ἀκμῆς λήγειν ἐπιχειρῇ· σὺ δὲ τούτων ἔτι πόρρω. κἀγὼ ἀκούσας, τὰ μὲν παρʼ ἐμοῦ, ἔφην, ταῦτά ἐστιν, ὧν οὐδὲν ἄλλως εἴρηται ἢ ὡς διανοοῦμαι· σὺ δὲ αὐτὸς οὕτω βουλεύου ὅτι σοί τε ἄριστον καὶ ἐμοὶ ἡγῇ. ἀλλʼ, ἔφη, τοῦτό γʼ εὖ λέγεις· ἐν γὰρ τῷ ἐπιόντι χρόνῳ βουλευόμενοι πράξομεν ὃ ἂν φαίνηται νῷν περί τε τούτων καὶ περὶ τῶν ἄλλων ἄριστον. ἐγὼ μὲν δὴ ταῦτα ἀκούσας τε καὶ εἰπών, καὶ ἀφεὶς ὥσπερ βέλη, τετρῶσθαι αὐτὸν ᾤμην· καὶ ἀναστάς γε, οὐδʼ ἐπιτρέψας τούτῳ εἰπεῖν οὐδὲν ἔτι, ἀμφιέσας τὸ ἱμάτιον τὸ ἐμαυτοῦ τοῦτον—καὶ γὰρ ἦν χειμών—ὑπὸ τὸν τρίβωνα κατακλινεὶς τὸν τουτουί, περιβαλὼν τὼ χεῖρε τούτῳ τῷ δαιμονίῳ ὡς ἀληθῶς καὶ θαυμαστῷ, κατεκείμην τὴν νύκτα ὅλην.
Indeed, the sight of the mind begins to see sharply when that of the eyes attempts to cease from its prime; but you are still far from these things.' And I, having heard, said: 'As for my part, these things are so, of which nothing has been said otherwise than as I think; but do you yourself deliberate in this way, which you consider best for both you and me.' 'But,' he said, 'you say this well; for in the time to come, deliberating together, we shall do whatever seems best to the two of us concerning these things and the others.' I indeed, having heard and said these things, and having discharged them like arrows, thought he was wounded; and rising, not allowing him to say anything more, wrapping my own cloak around him—for it was winter—and lying down under the worn cloak of this man here, throwing my arms around this truly divine and wonderful man, I lay there the whole night.
καὶ οὐδὲ ταῦτα αὖ, ὦ Σώκρατες, ἐρεῖς ὅτι ψεύδομαι.
And these things again, Socrates, you will not say that I lie.
ποιήσαντος δὲ δὴ ταῦτα ἐμοῦ οὗτος τοσοῦτον περιεγένετό τε καὶ κατεφρόνησεν καὶ κατεγέλασεν τῆς ἐμῆς ὥρας καὶ ὕβρισεν—καὶ περὶ ἐκεῖνό γε ᾤμην τὶ εἶναι, ὦ ἄνδρες δικασταί· δικασταὶ γάρ ἐστε τῆς Σωκράτους ὑπερηφανίας—εὖ γὰρ ἴστε μὰ θεούς, μὰ θεάς, οὐδὲν περιττότερον καταδεδαρθηκὼς ἀνέστην μετὰ Σωκράτους, ἢ εἰ μετὰ πατρὸς καθηῦδον ἢ ἀδελφοῦ πρεσβυτέρου.
But when I had done these things, he so much got the better of me, and despised and laughed at my youth, and insulted it—and yet I thought it was of some worth, gentlemen of the jury; for you are judges of Socrates' arrogance—for know well, by the gods and goddesses, that I arose after having slept with Socrates in no other way than if I had slept with my father or an older brother.
τὸ δὴ μετὰ τοῦτο τίνα οἴεσθέ με διάνοιαν ἔχειν, ἡγούμενον μὲν ἠτιμάσθαι, ἀγάμενον δὲ τὴν τούτου φύσιν τε καὶ σωφροσύνην καὶ ἀνδρείαν, ἐντετυχηκότα ἀνθρώπῳ τοιούτῳ οἵῳ ἐγὼ οὐκ ἂν ᾤμην ποτʼ ἐντυχεῖν εἰς φρόνησιν καὶ εἰς καρτερίαν;
Indeed, after this, what state of mind do you think I had, considering on the one hand that I had been dishonored, but on the other hand admiring this man's nature, temperance and courage, having met with such a man as I would never have thought to meet with in respect to wisdom and endurance?
ὥστε οὔθʼ ὅπως οὖν ὀργιζοίμην εἶχον καὶ ἀποστερηθείην τῆς τούτου συνουσίας, οὔτε ὅπῃ προσαγαγοίμην αὐτὸν ηὐπόρουν.
So that I could neither find a way to be angry and deprive myself of his company, nor did I have any means by which I could attract him.
εὖ γὰρ ᾔδη ὅτι χρήμασί γε πολὺ μᾶλλον ἄτρωτος ἦν πανταχῇ ἢ σιδήρῳ ὁ Αἴας, ᾧ τε ᾤμην αὐτὸν μόνῳ ἁλώσεσθαι, διεπεφεύγει με.
For I knew well that in respect to money he was far more invulnerable on all sides than Ajax was to iron, and that by which alone I thought he could be captured had escaped me.
ἠπόρουν δή, καταδεδουλωμένος τε ὑπὸ τοῦ ἀνθρώπου ὡς οὐδεὶς ὑπʼ οὐδενὸς ἄλλου περιῇα.
So I was at a loss, and went about, having been enslaved by the man as no one else ever was by anyone.
ταῦτά τε γάρ μοι ἅπαντα προυγεγόνει, καὶ μετὰ ταῦτα στρατεία ἡμῖν εἰς Ποτείδαιαν ἐγένετο κοινὴ καὶ συνεσιτοῦμεν ἐκεῖ.
For all these things had happened to me beforehand, and after this there came to be a joint campaign for us to Potidaea, and we messed together there."