§216καὶ ταῦτα, ὦ Σώκρατες, οὐκ ἐρεῖς ὡς οὐκ ἀληθῆ.
「そしてソクラテスよ、お前はこれらが真実ではないとは言わないだろう。
καὶ ἔτι γε νῦν σύνοιδʼ ἐμαυτῷ ὅτι εἰ ἐθέλοιμι παρέχειν τὰ ὦτα, οὐκ ἂν καρτερήσαιμι ἀλλὰ ταὐτὰ ἂν πάσχοιμι.
そして私は今でも、もし耳を貸そうとするなら、耐えることができず、全く同じことを経験してしまうだろうと自覚している。
ἀναγκάζει γάρ με ὁμολογεῖν ὅτι πολλοῦ ἐνδεὴς ὢν αὐτὸς ἔτι ἐμαυτοῦ μὲν ἀμελῶ, τὰ δʼ Ἀθηναίων πράττω.
というのも、彼が私に、私自身はまだ多くの点で不足しているのに、自分自身のことは顧みずアテナイ人たちの国政に関わっている、と認めざるを得なくするからだ。
βίᾳ οὖν ὥσπερ ἀπὸ τῶν Σειρήνων ἐπισχόμενος τὰ ὦτα οἴχομαι φεύγων, ἵνα μὴ αὐτοῦ καθήμενος παρὰ τούτῳ καταγηράσω.
それゆえ、私はセイレンたちの声から耳を塞ぐように、無理やり耳を塞いで逃げ去るのだ。 彼の傍らにそこに座ったまま年老いてしまわないように。
πέπονθα δὲ πρὸς τοῦτον μόνον ἀνθρώπων, ὃ οὐκ ἄν τις οἴοιτο ἐν ἐμοὶ ἐνεῖναι, τὸ αἰσχύνεσθαι ὁντινοῦν·
そして私は、人間の中でこの男に対してだけ、誰も私の中に存在しうるとは思わないであろうこと、すなわち、誰に対しても恥じるということを経験している。
ἐγὼ δὲ τοῦτον μόνον αἰσχύνομαι.
私はこの男に対してだけは恥じるのだ。
σύνοιδα γὰρ ἐμαυτῷ ἀντιλέγειν μὲν οὐ δυναμένῳ ὡς οὐ δεῖ ποιεῖν ἃ οὗτος κελεύει, ἐπειδὰν δὲ ἀπέλθω, ἡττημένῳ τῆς τιμῆς τῆς ὑπὸ τῶν πολλῶν.
というのも、私はこの男が命じることを行うべきではないと反論することはできないが、立ち去ると、大衆からの名誉という誘惑に負けてしまうことを自覚しているからだ。
δραπετεύω οὖν αὐτὸν καὶ φεύγω, καὶ ὅταν ἴδω, αἰσχύνομαι τὰ ὡμολογημένα.
それゆえ、私は彼から逃亡し、逃げ去る。 そして彼を目にするとき、合意した事柄を恥じるのだ。
καὶ πολλάκις μὲν ἡδέως ἂν ἴδοιμι αὐτὸν μὴ ὄντα ἐν ἀνθρώποις·
そしてしばしば、彼がこの世からいなくなればよいと思うことすらある。
εἰ δʼ αὖ τοῦτο γένοιτο, εὖ οἶδα ὅτι πολὺ μεῖζον ἂν ἀχθοίμην, ὥστε οὐκ ἔχω ὅτι χρήσωμαι τούτῳ τῷ ἀνθρώπῳ.
しかし、もし本当にそうなれば、私ははるかに大きな苦痛を感じるであろうことをよく知っている。 したがって、私はこの男をどう扱えばよいのかわからない。
καὶ ὑπὸ μὲν δὴ τῶν αὐλημάτων καὶ ἐγὼ καὶ ἄλλοι πολλοὶ τοιαῦτα πεπόνθασιν ὑπὸ τοῦδε τοῦ σατύρου·
そして実際、あのサテュロスたるこの男によって、私や他の多くの人々が笛の音によってそのような経験をしてきた。
ἄλλα δὲ ἐμοῦ ἀκούσατε ὡς ὅμοιός τʼ ἐστὶν οἷς ἐγὼ ᾔκασα αὐτὸν καὶ τὴν δύναμιν ὡς θαυμασίαν ἔχει.
しかし、彼が私の例えたものにどれほど似ているか、そして彼がいかに驚くべき力を持っているかを、私の口からさらに聞きなさい。
εὖ γὰρ ἴστε ὅτι οὐδεὶς ὑμῶν τοῦτον γιγνώσκει·
あなた方は誰も、この男のことを知っていないということをよく知るがよい。
ἀλλὰ ἐγὼ δηλώσω, ἐπείπερ ἠρξάμην.
しかし、私は語り始めたのだから、明らかにしよう。
ὁρᾶτε γὰρ ὅτι Σωκράτης ἐρωτικῶς διάκειται τῶν καλῶν καὶ ἀεὶ περὶ τούτους ἐστὶ καὶ ἐκπέπληκται, καὶ αὖ ἀγνοεῖ πάντα καὶ οὐδὲν οἶδεν.
というのも、あなた方が見ているように、ソクラテスは美少年たちに対して愛を抱くように振る舞い、常に彼らの周りにまとわりつき、我を忘れている。 そしてまた、あらゆることを知らず、何も知らないかのように振る舞っている。
ὡς τὸ σχῆμα αὐτοῦ τοῦτο οὐ σιληνῶδες;
彼のこの外見は、シレノスそのものではないか。
σφόδρα γε.
まさにその通りだ。
τοῦτο γὰρ οὗτος ἔξωθεν περιβέβληται, ὥσπερ ὁ γεγλυμμένος σιληνός·
というのも、彼は、あの彫刻されたシレノス像のように、この外見を外側にまとっているからだ。
ἔνδοθεν δὲ ἀνοιχθεὶς πόσης οἴεσθε γέμει, ὦ ἄνδρες συμπόται, σωφροσύνης;
しかし、宴の仲間たちよ、ひとたび内側が開されたなら、彼がどれほどの思慮深さ(ソプロシュネー)に満ちているか、あなた方は想像できるだろうか。
ἴστε ὅτι οὔτε εἴ τις καλός ἐστι μέλει αὐτῷ οὐδέν, ἀλλὰ καταφρονεῖ τοσοῦτον ὅσον οὐδʼ ἂν εἷς οἰηθείη, οὔτʼ εἴ τις πλούσιος, οὔτʼ εἰ ἄλλην τινὰ τιμὴν ἔχων τῶν ὑπὸ πλήθους μακαριζομένων·
知るがよい、美少年がいるとしても彼は全く気に留めず、誰もが想像もつかないほど軽蔑している。 また、富める者がいようと、大衆から祝福されるような他のどんな名誉を持っている者がいようと同じである。
ἡγεῖται δὲ πάντα ταῦτα τὰ κτήματα οὐδενὸς ἄξια καὶ ἡμᾶς οὐδὲν εἶναι—λέγω ὑμῖν—εἰρωνευόμενος δὲ καὶ παίζων πάντα τὸν βίον πρὸς τοὺς ἀνθρώπους διατελεῖ.
彼はこれらすべての所有物を無価値なものと考え、私たちなど取るに足らない存在であると考えている――私はあなた方に言っているのだ。 そして、一生を人々に対して皮肉を言い、からかいながら過ごしているのだ。
§217σπουδάσαντος δὲ αὐτοῦ καὶ ἀνοιχθέντος οὐκ οἶδα εἴ τις ἑώρακεν τὰ ἐντὸς ἀγάλματα·
しかし、彼が真剣になり、その内側が開かれたとき、その中にある神々の像を見た者がいるかどうかは知らない。
ἀλλʼ ἐγὼ ἤδη ποτʼ εἶδον, καί μοι ἔδοξεν οὕτω θεῖα καὶ χρυσᾶ εἶναι καὶ πάγκαλα καὶ θαυμαστά, ὥστε ποιητέον εἶναι ἔμβραχυ ὅτι κελεύοι Σωκράτης.
しかし、私はかつてそれを見たことがあり、私にはそれが非常に神聖で、黄金に輝き、極めて美しく、驚くべきものに思えたので、要するに、ソクラテスが命じることは何でも行わねばならないと思った。
ἡγούμενος δὲ αὐτὸν ἐσπουδακέναι ἐπὶ τῇ ἐμῇ ὥρᾳ ἕρμαιον ἡγησάμην εἶναι καὶ εὐτύχημα ἐμὸν θαυμαστόν, ὡς ὑπάρχον μοι χαρισαμένῳ Σωκράτει πάντʼ ἀκοῦσαι ὅσαπερ οὗτος ᾔδει·
そして、彼が私の若さに本気で惹かれていると考え、これを棚ぼたであり、私にとって驚くべき幸運だと見なした。 ソクラテスの意に沿うことで、彼が知っているすべてのことを彼から聞き出す機会が私にあると思ったからだ。
ἐφρόνουν γὰρ δὴ ἐπὶ τῇ ὥρᾳ θαυμάσιον ὅσον.
というのも、私は自分の若さに驚くほど自信を持っていたからだ。
ταῦτα οὖν διανοηθείς, πρὸ τοῦ οὐκ εἰωθὼς ἄνευ ἀκολούθου μόνος μετʼ αὐτοῦ γίγνεσθαι, τότε ἀποπέμπων τὸν ἀκόλουθον μόνος συνεγιγνόμην—δεῖ γὰρ πρὸς ὑμᾶς πάντα τἀληθῆ εἰπεῖν·
そこで、これらを目論み、それまではお供の者なしで彼と二人きりになる習慣はなかったのに、その時はお供の者を遠ざけ、彼と二人きりで会った。 ――あなた方にはすべての真実を話さねばならない。
ἀλλὰ προσέχετε τὸν νοῦν, καὶ εἰ ψεύδομαι, Σώκρατες, ἐξέλεγχε—συνεγιγνόμην γάρ, ὦ ἄνδρες, μόνος μόνῳ, καὶ ᾤμην αὐτίκα διαλέξεσθαι αὐτόν μοι ἅπερ ἂν ἐραστὴς παιδικοῖς ἐν ἐρημίᾳ διαλεχθείη, καὶ ἔχαιρον.
だから、注意深く聞いてほしい。 そしてソクラテスよ、もし私が嘘をついているなら、私を論駁してくれ――というのも、皆さん、私は彼と差し向かいで二人きりで会ったのだ。 そして、愛する者が愛する少年に人気のない場所で語りかけるようなことを、彼がすぐに私に語りかけてくれると思い、喜んでいた。
τούτων δʼ οὐ μάλα ἐγίγνετο οὐδέν, ἀλλʼ ὥσπερ εἰώθει διαλεχθεὶς ἄν μοι καὶ συνημερεύσας ᾤχετο ἀπιών.
しかし、そのようなことは全く起こらなかった。 彼はいつも通り私と語り合い、一日を一緒に過ごすと、立ち去ってしまった。
μετὰ ταῦτα συγγυμνάζεσθαι προυκαλούμην αὐτὸν καὶ συνεγυμναζόμην, ὥς τι ἐνταῦθα περανῶν.
その後、私は彼に一緒に運動することを提案し、ここで何かしらの成果を得ようと、一緒に運動した。
συνεγυμνάζετο οὖν μοι καὶ προσεπάλαιεν πολλάκις οὐδενὸς παρόντος·
彼は私と一緒に運動し、お供の者が誰もいない中で、しばしば私とレスリングをした。
καὶ τί δεῖ λέγειν;
これ以上何を語る必要があろうか。
οὐδὲν γάρ μοι πλέον ἦν.
私には何の進展もなかったのだから。
ἐπειδὴ δὲ οὐδαμῇ ταύτῃ ἥνυτον, ἔδοξέ μοι ἐπιθετέον εἶναι τῷ ἀνδρὶ κατὰ τὸ καρτερὸν καὶ οὐκ ἀνετέον, ἐπειδήπερ ἐνεκεχειρήκη, ἀλλὰ ἰστέον ἤδη τί ἐστι τὸ πρᾶγμα.
しかし、この方法ではどこにも行き着かなかったので、一度手を染めたからには徹底的にこの男に挑むべきであり、あきらめずに、事の真相が何であるかを今こそ突き止めねばならないと考えた。
προκαλοῦμαι δὴ αὐτὸν πρὸς τὸ συνδειπνεῖν, ἀτεχνῶς ὥσπερ ἐραστὴς παιδικοῖς ἐπιβουλεύων.
そこで、愛する者が愛する少年に罠を仕掛けるように、彼を食事に招待した。
καί μοι οὐδὲ τοῦτο ταχὺ ὑπήκουσεν, ὅμως δʼ οὖν χρόνῳ ἐπείσθη.
彼もこの招待にはすぐには応じなかったが、やがて説得された。
ἐπειδὴ δὲ ἀφίκετο τὸ πρῶτον, δειπνήσας ἀπιέναι ἐβούλετο.
彼が初めてやって来たとき、食事を済ませるとすぐに帰ろうとした。
καὶ τότε μὲν αἰσχυνόμενος ἀφῆκα αὐτόν·
その時は私も恥ずかしくて彼を帰らせた。
αὖθις δʼ ἐπιβουλεύσας, ἐπειδὴ ἐδεδειπνήκεμεν διελεγόμην ἀεὶ πόρρω τῶν νυκτῶν, καὶ ἐπειδὴ ἐβούλετο ἀπιέναι, σκηπτόμενος ὅτι ὀψὲ εἴη, προσηνάγκασα αὐτὸν μένειν.
しかし、再び策略を巡らせ、食事が終わった後も夜遅くまで語り続け、彼が帰ろうとしたときには、夜も遅いという口実で強引に引き留めて留まらせた。
ἀνεπαύετο οὖν ἐν τῇ ἐχομένῃ ἐμοῦ κλίνῃ, ἐν ᾗπερ ἐδείπνει, καὶ οὐδεὶς ἐν τῷ οἰκήματι ἄλλος καθηῦδεν ἢ ἡμεῖς.
そこで、彼は食卓を囲んだ私の隣の寝台で横になった。 その部屋には、私たち以外に眠っている者は誰もいなかった。
μέχρι μὲν οὖν δὴ δεῦρο τοῦ λόγου καλῶς ἂν ἔχοι καὶ πρὸς ὁντινοῦν λέγειν·
さて、話がここに至るまでは、誰に対しても堂々と語ることができるだろう。
τὸ δʼ ἐντεῦθεν οὐκ ἄν μου ἠκούσατε λέγοντος, εἰ μὴ πρῶτον μέν, τὸ λεγόμενον, οἶνος ἄνευ τε παίδων καὶ μετὰ παίδων ἦν ἀληθής, ἔπειτα ἀφανίσαι Σωκράτους ἔργον ὑπερήφανον εἰς ἔπαινον ἐλθόντα ἄδικόν μοι φαίνεται.
しかし、ここからの出来事については、まず第一に、ことわざにあるように『酒は真実を語る』ものであり、僕がいてもいなくてもそうだからであり、第二に、ソクラテスを称えようとしながら彼の高慢な行いを隠し立てするのは不義理に思われるからでなければ、私から聞くことはなかっただろう」