§216καὶ ταῦτα, ὦ Σώκρατες, οὐκ ἐρεῖς ὡς οὐκ ἀληθῆ.
“而且,苏格拉底,你不会说这些不是真话。
καὶ ἔτι γε νῦν σύνοιδʼ ἐμαυτῷ ὅτι εἰ ἐθέλοιμι παρέχειν τὰ ὦτα, οὐκ ἂν καρτερήσαιμι ἀλλὰ ταὐτὰ ἂν πάσχοιμι.
我至今仍扪心自问,如果我愿意侧耳倾听,我将无法抗拒,而会遭受完全相同的体验。
ἀναγκάζει γάρ με ὁμολογεῖν ὅτι πολλοῦ ἐνδεὴς ὢν αὐτὸς ἔτι ἐμαυτοῦ μὲν ἀμελῶ, τὰ δʼ Ἀθηναίων πράττω.
因为他强迫我承认,虽然我自己还有许多不足,却不顾自己的事,而去管雅典人的政务。
βίᾳ οὖν ὥσπερ ἀπὸ τῶν Σειρήνων ἐπισχόμενος τὰ ὦτα οἴχομαι φεύγων, ἵνα μὴ αὐτοῦ καθήμενος παρὰ τούτῳ καταγηράσω.
因此,我像躲避塞壬一样强行塞住耳朵逃跑,以免坐在他身边变老。
πέπονθα δὲ πρὸς τοῦτον μόνον ἀνθρώπων, ὃ οὐκ ἄν τις οἴοιτο ἐν ἐμοὶ ἐνεῖναι, τὸ αἰσχύνεσθαι ὁντινοῦν· ἐγὼ δὲ τοῦτον μόνον αἰσχύνομαι.
在这个人身上,我经历了在所有人中只有他能带给我的体验——这也许谁也不会想到会存在于我身上——那就是在任何人面前感到羞愧;而我唯独在这个人面前感到羞愧。
σύνοιδα γὰρ ἐμαυτῷ ἀντιλέγειν μὲν οὐ δυναμένῳ ὡς οὐ δεῖ ποιεῖν ἃ οὗτος κελεύει, ἐπειδὰν δὲ ἀπέλθω, ἡττημένῳ τῆς τιμῆς τῆς ὑπὸ τῶν πολλῶν.
因为我扪心自问,当他命令我做某些事时,我无法反驳说不该做,但当我离开他后,我又被大众给予的荣誉所征服。
δραπετεύω οὖν αὐτὸν καὶ φεύγω, καὶ ὅταν ἴδω, αἰσχύνομαι τὰ ὡμολογημένα.
因此,我躲避他,逃离他,当我见到他时,又为我们约定好的事情感到羞愧。
καὶ πολλάκις μὲν ἡδέως ἂν ἴδοιμι αὐτὸν μὴ ὄντα ἐν ἀνθρώποις· εἰ δʼ αὖ τοῦτο γένοιτο, εὖ οἶδα ὅτι πολὺ μεῖζον ἂν ἀχθοίμην, ὥστε οὐκ ἔχω ὅτι χρήσωμαι τούτῳ τῷ ἀνθρώπῳ.
许多次,我甚至乐于见到他不在人世;但如果这真的发生了,我深知自己会更加痛苦,因此,我实在不知道该拿这个人怎么办。
καὶ ὑπὸ μὲν δὴ τῶν αὐλημάτων καὶ ἐγὼ καὶ ἄλλοι πολλοὶ τοιαῦτα πεπόνθασιν ὑπὸ τοῦδε τοῦ σατύρου·
事实上,不仅是我,许多人也因这位萨特般的男子的笛声而经历过类似的体验。
ἄλλα δὲ ἐμοῦ ἀκούσατε ὡς ὅμοιός τʼ ἐστὶν οἷς ἐγὼ ᾔκασα αὐτὸν καὶ τὴν δύναμιν ὡς θαυμασίαν ἔχει.
但且听我再说些别的事,看看他如何像我所比喻的那样,以及他拥有怎样令人惊叹的力量。
εὖ γὰρ ἴστε ὅτι οὐδεὶς ὑμῶν τοῦτον γιγνώσκει· ἀλλὰ ἐγὼ δηλώσω, ἐπείπερ ἠρξάμην.
因为你们要确知,你们中没有任何人真正了解这个人;但既然我已经开始了,我就要把它说明白。
ὁρᾶτε γὰρ ὅτι Σωκράτης ἐρωτικῶς διάκειται τῶν καλῶν καὶ ἀεὶ περὶ τούτους ἐστὶ καὶ ἐκπέπληκται, καὶ αὖ ἀγνοεῖ πάντα καὶ οὐδὲν οἶδεν.
因为你们看到,苏格拉底对美男子充满爱意,总是围着他们转,神魂颠倒,而且表现得好像什么都不懂,一无所知。
ὡς τὸ σχῆμα αὐτοῦ τοῦτο οὐ σιληνῶδες;
他的这副外表难道不像西勒诺斯吗?
σφόδρα γε.
非常像。
τοῦτο γὰρ οὗτος ἔξωθεν περιβέβληται, ὥσπερ ὁ γεγλυμμένος σιληνός· ἔνδοθεν δὲ ἀνοιχθεὶς πόσης οἴεσθε γέμει, ὦ ἄνδρες συμπόται, σωφροσύνης;
因为他从外面包裹着这层外壳,就像那被雕刻的西勒诺斯;但当从里面打开时,同饮的朋友们啊,你们认为他里面装满了多少节制(萨夫罗辛)?
ἴστε ὅτι οὔτε εἴ τις καλός ἐστι μέλει αὐτῷ οὐδέν, ἀλλὰ καταφρονεῖ τοσοῦτον ὅσον οὐδʼ ἂν εἷς οἰηθείη, οὔτʼ εἴ τις πλούσιος, οὔτʼ εἰ ἄλλην τινὰ τιμὴν ἔχων τῶν ὑπὸ πλήθους μακαριζομένων·
你们要知道,如果有谁长得俊美,他根本不放在眼里,其蔑视的程度是任何人都想象不到的;如果有谁富有,或者拥有大众所赞美的任何其他荣誉,也是如此。
ἡγεῖται δὲ πάντα ταῦτα τὰ κτήματα οὐδενὸς ἄξια καὶ ἡμᾶς οὐδὲν εἶναι—λέγω ὑμῖν—εἰρωνευόμενος δὲ καὶ παίζων πάντα τὸν βίον πρὸς τοὺς ἀνθρώπους διατελεῖ.
他认为所有这些财富都毫无价值,而我们根本算不上什么——我这是在对你们说——他一生都在对人们冷嘲热讽、开玩笑度过。
§217σπουδάσαντος δὲ αὐτοῦ καὶ ἀνοιχθέντος οὐκ οἶδα εἴ τις ἑώρακεν τὰ ἐντὸς ἀγάλματα· ἀλλʼ ἐγὼ ἤδη ποτʼ εἶδον, καί μοι ἔδοξεν οὕτω θεῖα καὶ χρυσᾶ εἶναι καὶ πάγκαλα καὶ θαυμαστά, ὥστε ποιητέον εἶναι ἔμβραχυ ὅτι κελεύοι Σωκράτης.
但当他严肃起来、被打开时,我不知道是否有人见过他里面的神像;但我以前曾经见过,在我看来,它们是如此神圣、黄金般夺目、无比美丽且令人惊叹,以至于简而言之,苏格拉底命令的任何事情都必须去做。
ἡγούμενος δὲ αὐτὸν ἐσπουδακέναι ἐπὶ τῇ ἐμῇ ὥρᾳ ἕρμαιον ἡγησάμην εἶναι καὶ εὐτύχημα ἐμὸν θαυμαστόν, ὡς ὑπάρχον μοι χαρισαμένῳ Σωκράτει πάντʼ ἀκοῦσαι ὅσαπερ οὗτος ᾔδει·
我以为他真的对我的青春美貌动了心思,便认为这是天上掉下来的馅饼,是我极大的幸运,因为这意味着只要我取悦苏格拉底,就有机会听到他所知道的一切。
ἐφρόνουν γὰρ δὴ ἐπὶ τῇ ὥρᾳ θαυμάσιον ὅσον.
因为我当时对自己的青春美貌极为自负。
ταῦτα οὖν διανοηθείς, πρὸ τοῦ οὐκ εἰωθὼς ἄνευ ἀκολούθου μόνος μετʼ αὐτοῦ γίγνεσθαι, τότε ἀποπέμπων τὸν ἀκόλουθον μόνος συνεγιγνόμην—δεῖ γὰρ πρὸς ὑμᾶς πάντα τἀληθῆ εἰπεῖν·
于是,我筹划了这些事,以前我绝不习惯在没有随从的情况下单独与他在一起,但那时我打发走了随从,独自与他相会——我必须对你们说出全部真话。
ἀλλὰ προσέχετε τὸν νοῦν, καὶ εἰ ψεύδομαι, Σώκρατες, ἐξέλεγχε—συνεγιγνόμην γάρ, ὦ ἄνδρες, μόνος μόνῳ, καὶ ᾤμην αὐτίκα διαλέξεσθαι αὐτόν μοι ἅπερ ἂν ἐραστὴς παιδικοῖς ἐν ἐρημίᾳ διαλεχθείη, καὶ ἔχαιρον.
但请留神,苏格拉底,如果我撒谎,你就当面揭穿我——诸位,我确实与他单独相会,而且我以为他会立刻像情人对心爱的少年在幽静处那样对我说话,我暗自高兴。
τούτων δʼ οὐ μάλα ἐγίγνετο οὐδέν, ἀλλʼ ὥσπερ εἰώθει διαλεχθεὶς ἄν μοι καὶ συνημερεύσας ᾤχετο ἀπιών.
然而,这些事一件也没有发生,他只是像往常一样与我谈话,陪我度过了一天,然后就离去了。
μετὰ ταῦτα συγγυμνάζεσθαι προυκαλούμην αὐτὸν καὶ συνεγυμναζόμην, ὥς τι ἐνταῦθα περανῶν.
此后,我邀请他一起锻炼,并与他一起锻炼,以为在这里总能取得一些进展。
συνεγυμνάζετο οὖν μοι καὶ προσεπάλαιεν πολλάκις οὐδενὸς παρόντος·
于是他与我一起锻炼,在没有旁人在场的情况下,他经常与我摔跤。
καὶ τί δεῖ λέγειν;
这有什么可说的呢?
οὐδὲν γάρ μοι πλέον ἦν.
我依然毫无进展。
ἐπειδὴ δὲ οὐδαμῇ ταύτῃ ἥνυτον, ἔδοξέ μοι ἐπιθετέον εἶναι τῷ ἀνδρὶ κατὰ τὸ καρτερὸν καὶ οὐκ ἀνετέον, ἐπειδήπερ ἐνεκεχειρήκη, ἀλλὰ ἰστέον ἤδη τί ἐστι τὸ πρᾶγμα.
但是,既然用这种方法毫无成效,我认为必须坚决地向这个人发起攻势,决不能放弃,因为既然已经着手,就必须弄清到底是怎么回事。
προκαλοῦμαι δὴ αὐτὸν πρὸς τὸ συνδειπνεῖν, ἀτεχνῶς ὥσπερ ἐραστὴς παιδικοῖς ἐπιβουλεύων.
于是,我邀请他共进晚餐,简直就像情人对心爱的少年设下圈套一样。
καί μοι οὐδὲ τοῦτο ταχὺ ὑπήκουσεν, ὅμως δʼ οὖν χρόνῳ ἐπείσθη.
对此,他起初也并没有很快答应,但最终还是被说服了。
ἐπειδὴ δὲ ἀφίκετο τὸ πρῶτον, δειπνήσας ἀπιέναι ἐβούλετο.
他第一次来的时候,吃过饭就想走。
καὶ τότε μὲν αἰσχυνόμενος ἀφῆκα αὐτόν·
那时我感到羞愧,就让他走了。
αὖθις δʼ ἐπιβουλεύσας, ἐπειδὴ ἐδεδειπνήκεμεν διελεγόμην ἀεὶ πόρρω τῶν νυκτῶν, καὶ ἐπειδὴ ἐβούλετο ἀπιέναι, σκηπτόμενος ὅτι ὀψὲ εἴη, προσηνάγκασα αὐτὸν μένειν.
但我再次设下圈套,在我们吃过饭后,我一直和他聊到深夜,当他想走时,我以天色已晚为借口,强留他住了下来。
ἀνεπαύετο οὖν ἐν τῇ ἐχομένῃ ἐμοῦ κλίνῃ, ἐν ᾗπερ ἐδείπνει, καὶ οὐδεὶς ἐν τῷ οἰκήματι ἄλλος καθηῦδεν ἢ ἡμεῖς.
于是,他就睡在我旁边、他刚才吃饭时的那张卧榻上,房间里没有其他人在睡觉,只有我们两个。
μέχρι μὲν οὖν δὴ δεῦρο τοῦ λόγου καλῶς ἂν ἔχοι καὶ πρὸς ὁντινοῦν λέγειν·
因此,谈到这里为止,对任何人说都是合宜的。
τὸ δʼ ἐντεῦθεν οὐκ ἄν μου ἠκούσατε λέγοντος, εἰ μὴ πρῶτον μέν, τὸ λεγόμενον, οἶνος ἄνευ τε παίδων καὶ μετὰ παίδων ἦν ἀληθής, ἔπειτα ἀφανίσαι Σωκράτους ἔργον ὑπερήφανον εἰς ἔπαινον ἐλθόντα ἄδικόν μοι φαίνεται.
但接下来的事情,如果不是因为,第一,常言道“酒后吐真言”,无论有没有随从都在场,第二,既然我已经开始赞美苏格拉底,却隐瞒他高傲的行为,这在我看来是不公正的,那么你们是绝不会听到我讲出来的。 ”