§216καὶ ταῦτα, ὦ Σώκρατες, οὐκ ἐρεῖς ὡς οὐκ ἀληθῆ.
"And these things, Socrates, you will not say are not true.
καὶ ἔτι γε νῦν σύνοιδʼ ἐμαυτῷ ὅτι εἰ ἐθέλοιμι παρέχειν τὰ ὦτα, οὐκ ἂν καρτερήσαιμι ἀλλὰ ταὐτὰ ἂν πάσχοιμι.
And even now I am conscious within myself that if I should be willing to lend my ears, I could not hold out but would suffer the same things.
ἀναγκάζει γάρ με ὁμολογεῖν ὅτι πολλοῦ ἐνδεὴς ὢν αὐτὸς ἔτι ἐμαυτοῦ μὲν ἀμελῶ, τὰ δʼ Ἀθηναίων πράττω.
For he forces me to admit that while I myself am still deficient in many things, I neglect my own affairs but attend to those of the Athenians.
βίᾳ οὖν ὥσπερ ἀπὸ τῶν Σειρήνων ἐπισχόμενος τὰ ὦτα οἴχομαι φεύγων, ἵνα μὴ αὐτοῦ καθήμενος παρὰ τούτῳ καταγηράσω.
So, having stopped my ears by force as if from the Sirens, I go fleeing, so that I may not grow old sitting right here by his side.
πέπονθα δὲ πρὸς τοῦτον μόνον ἀνθρώπων, ὃ οὐκ ἄν τις οἴοιτο ἐν ἐμοὶ ἐνεῖναι, τὸ αἰσχύνεσθαι ὁντινοῦν· ἐγὼ δὲ τοῦτον μόνον αἰσχύνομαι.
And I have suffered in relation to this man alone of human beings what no one would think was in me, to feel shame before anyone; but I feel shame before him alone.
σύνοιδα γὰρ ἐμαυτῷ ἀντιλέγειν μὲν οὐ δυναμένῳ ὡς οὐ δεῖ ποιεῖν ἃ οὗτος κελεύει, ἐπειδὰν δὲ ἀπέλθω, ἡττημένῳ τῆς τιμῆς τῆς ὑπὸ τῶν πολλῶν.
For I am conscious within myself that I cannot dispute that I ought to do what he commands, but when I go away, I am overcome by the honor from the crowd.
δραπετεύω οὖν αὐτὸν καὶ φεύγω, καὶ ὅταν ἴδω, αἰσχύνομαι τὰ ὡμολογημένα.
So I run away and flee from him, and when I see him, I am ashamed of the things we agreed upon.
καὶ πολλάκις μὲν ἡδέως ἂν ἴδοιμι αὐτὸν μὴ ὄντα ἐν ἀνθρώποις· εἰ δʼ αὖ τοῦτο γένοιτο, εὖ οἶδα ὅτι πολὺ μεῖζον ἂν ἀχθοίμην, ὥστε οὐκ ἔχω ὅτι χρήσωμαι τούτῳ τῷ ἀνθρώπῳ.
And often indeed I would gladly see him no longer among men; but if this should happen on the other hand, I know well that I would be much more distressed, so that I do not know what to do with this man.
καὶ ὑπὸ μὲν δὴ τῶν αὐλημάτων καὶ ἐγὼ καὶ ἄλλοι πολλοὶ τοιαῦτα πεπόνθασιν ὑπὸ τοῦδε τοῦ σατύρου· ἄλλα δὲ ἐμοῦ ἀκούσατε ὡς ὅμοιός τʼ ἐστὶν οἷς ἐγὼ ᾔκασα αὐτὸν καὶ τὴν δύναμιν ὡς θαυμασίαν ἔχει.
And indeed by his flute-playing both I and many others have suffered such things from this satyr; but hear other things from me, how he is like those things to which I compared him, and what a wonderful power he has.
εὖ γὰρ ἴστε ὅτι οὐδεὶς ὑμῶν τοῦτον γιγνώσκει· ἀλλὰ ἐγὼ δηλώσω, ἐπείπερ ἠρξάμην.
For know well that no one of you knows this man; but I will make it clear, since I have begun.
ὁρᾶτε γὰρ ὅτι Σωκράτης ἐρωτικῶς διάκειται τῶν καλῶν καὶ ἀεὶ περὶ τούτους ἐστὶ καὶ ἐκπέπληκται, καὶ αὖ ἀγνοεῖ πάντα καὶ οὐδὲν οἶδεν.
For you see that Socrates is amorously disposed toward beautiful youths, and is always around them and is smitten, and again is ignorant of everything and knows nothing.
ὡς τὸ σχῆμα αὐτοῦ τοῦτο οὐ σιληνῶδες;
Is this appearance of his not silenus-like?
σφόδρα γε.
Very much so.
τοῦτο γὰρ οὗτος ἔξωθεν περιβέβληται, ὥσπερ ὁ γεγλυμμένος σιληνός· ἔνδοθεν δὲ ἀνοιχθεὶς πόσης οἴεσθε γέμει, ὦ ἄνδρες συμπόται, σωφροσύνης;
For he has wrapped this around himself from the outside, like the carved silenus; but when opened inside, how much temperance, fellow drinkers, do you think he is full of?
ἴστε ὅτι οὔτε εἴ τις καλός ἐστι μέλει αὐτῷ οὐδέν, ἀλλὰ καταφρονεῖ τοσοῦτον ὅσον οὐδʼ ἂν εἷς οἰηθείη, οὔτʼ εἴ τις πλούσιος, οὔτʼ εἰ ἄλλην τινὰ τιμὴν ἔχων τῶν ὑπὸ πλήθους μακαριζομένων· ἡγεῖται δὲ πάντα ταῦτα τὰ κτήματα οὐδενὸς ἄξια καὶ ἡμᾶς οὐδὲν εἶναι—λέγω ὑμῖν—εἰρωνευόμενος δὲ καὶ παίζων πάντα τὸν βίον πρὸς τοὺς ἀνθρώπους διατελεῖ.
Know that if anyone is beautiful, it matters nothing to him, but he despises it so much as no one would think, nor if anyone is rich, nor if he has any other honor of those praised by the crowd; but he considers all these possessions as nothing, and us as nothing—I tell you—and ironizing and playing he spends his whole life toward human beings.
§217σπουδάσαντος δὲ αὐτοῦ καὶ ἀνοιχθέντος οὐκ οἶδα εἴ τις ἑώρακεν τὰ ἐντὸς ἀγάλματα· ἀλλʼ ἐγὼ ἤδη ποτʼ εἶδον, καί μοι ἔδοξεν οὕτω θεῖα καὶ χρυσᾶ εἶναι καὶ πάγκαλα καὶ θαυμαστά, ὥστε ποιητέον εἶναι ἔμβραχυ ὅτι κελεύοι Σωκράτης.
But when he is serious and opened, I do not know if anyone has seen the images inside; but I saw them once, and they seemed to me so divine and golden and entirely beautiful and wonderful, that to put it briefly, whatever Socrates commanded must be done.
ἡγούμενος δὲ αὐτὸν ἐσπουδακέναι ἐπὶ τῇ ἐμῇ ὥρᾳ ἕρμαιον ἡγησάμην εἶναι καὶ εὐτύχημα ἐμὸν θαυμαστόν, ὡς ὑπάρχον μοι χαρισαμένῳ Σωκράτει πάντʼ ἀκοῦσαι ὅσαπερ οὗτος ᾔδει· ἐφρόνουν γὰρ δὴ ἐπὶ τῇ ὥρᾳ θαυμάσιον ὅσον.
And thinking that he was serious about my youth, I considered it a godsend and my wonderful good fortune, since it was open to me, by gratifying Socrates, to hear all the things he knew; for I prided myself on my youth to a wonderful degree.
ταῦτα οὖν διανοηθείς, πρὸ τοῦ οὐκ εἰωθὼς ἄνευ ἀκολούθου μόνος μετʼ αὐτοῦ γίγνεσθαι, τότε ἀποπέμπων τὸν ἀκόλουθον μόνος συνεγιγνόμην—δεῖ γὰρ πρὸς ὑμᾶς πάντα τἀληθῆ εἰπεῖν· ἀλλὰ προσέχετε τὸν νοῦν, καὶ εἰ ψεύδομαι, Σώκρατες, ἐξέλεγχε—συνεγιγνόμην γάρ, ὦ ἄνδρες, μόνος μόνῳ, καὶ ᾤμην αὐτίκα διαλέξεσθαι αὐτόν μοι ἅπερ ἂν ἐραστὴς παιδικοῖς ἐν ἐρημίᾳ διαλεχθείη, καὶ ἔχαιρον.
Having resolved on these things, though before I was not accustomed to be with him alone without an attendant, then dismissing the attendant, I met with him alone—for I must tell you the whole truth; but pay attention, and if I lie, Socrates, refute me—for I met with him, gentlemen, alone with him alone, and I thought he would immediately talk to me in the way that a lover would talk to his beloved in solitude, and I rejoiced.
τούτων δʼ οὐ μάλα ἐγίγνετο οὐδέν, ἀλλʼ ὥσπερ εἰώθει διαλεχθεὶς ἄν μοι καὶ συνημερεύσας ᾤχετο ἀπιών.
But of these things nothing at all happened, but having conversed with me in his usual way and spent the day with me, he went away.
μετὰ ταῦτα συγγυμνάζεσθαι προυκαλούμην αὐτὸν καὶ συνεγυμναζόμην, ὥς τι ἐνταῦθα περανῶν.
After this, I challenged him to exercise together and exercised with him, as if about to accomplish something there.
συνεγυμνάζετο οὖν μοι καὶ προσεπάλαιεν πολλάκις οὐδενὸς παρόντος· καὶ τί δεῖ λέγειν;
So he exercised with me and wrestled with me often when no one was present; and what need is there to say?
οὐδὲν γάρ μοι πλέον ἦν.
For I was no further forward.
ἐπειδὴ δὲ οὐδαμῇ ταύτῃ ἥνυτον, ἔδοξέ μοι ἐπιθετέον εἶναι τῷ ἀνδρὶ κατὰ τὸ καρτερὸν καὶ οὐκ ἀνετέον, ἐπειδήπερ ἐνεκεχειρήκη, ἀλλὰ ἰστέον ἤδη τί ἐστι τὸ πρᾶγμα.
But when I accomplished nothing in this way, I decided that I must attack the man with all my might and not let go, since I had undertaken it, but must know now what the matter is.
προκαλοῦμαι δὴ αὐτὸν πρὸς τὸ συνδειπνεῖν, ἀτεχνῶς ὥσπερ ἐραστὴς παιδικοῖς ἐπιβουλεύων.
I challenged him to dine with me, simply like a lover plotting against his beloved.
καί μοι οὐδὲ τοῦτο ταχὺ ὑπήκουσεν, ὅμως δʼ οὖν χρόνῳ ἐπείσθη.
And he did not quickly comply with this either, but nevertheless in time he was persuaded.
ἐπειδὴ δὲ ἀφίκετο τὸ πρῶτον, δειπνήσας ἀπιέναι ἐβούλετο.
When he first came, having dined, he wished to go.
καὶ τότε μὲν αἰσχυνόμενος ἀφῆκα αὐτόν· αὖθις δʼ ἐπιβουλεύσας, ἐπειδὴ ἐδεδειπνήκεμεν διελεγόμην ἀεὶ πόρρω τῶν νυκτῶν, καὶ ἐπειδὴ ἐβούλετο ἀπιέναι, σκηπτόμενος ὅτι ὀψὲ εἴη, προσηνάγκασα αὐτὸν μένειν.
And on that occasion, feeling ashamed, I let him go; but plotting again, when we had dined, I kept conversing far into the night, and when he wished to go, pretending that it was late, I forced him to stay.
ἀνεπαύετο οὖν ἐν τῇ ἐχομένῃ ἐμοῦ κλίνῃ, ἐν ᾗπερ ἐδείπνει, καὶ οὐδεὶς ἐν τῷ οἰκήματι ἄλλος καθηῦδεν ἢ ἡμεῖς.
So he lay down on the couch next to me, on which he had dined, and no one else was sleeping in the room but us.
μέχρι μὲν οὖν δὴ δεῦρο τοῦ λόγου καλῶς ἂν ἔχοι καὶ πρὸς ὁντινοῦν λέγειν· τὸ δʼ ἐντεῦθεν οὐκ ἄν μου ἠκούσατε λέγοντος, εἰ μὴ πρῶτον μέν, τὸ λεγόμενον, οἶνος ἄνευ τε παίδων καὶ μετὰ παίδων ἦν ἀληθής, ἔπειτα ἀφανίσαι Σωκράτους ἔργον ὑπερήφανον εἰς ἔπαινον ἐλθόντα ἄδικόν μοι φαίνεται.
Now up to this point of the story, it would be well to speak even to anyone; but what follows, you would not have heard me speaking of, if first of all, as the saying goes, wine without servants and with servants were not true, and secondly, to hide a proud deed of Socrates when I have entered upon his praise seems to me unjust."