§212ἆρʼ οἴει, ἔφη, φαῦλον βίον γίγνεσθαι ἐκεῖσε βλέποντος ἀνθρώπου καὶ ἐκεῖνο ᾧ δεῖ θεωμένου καὶ συνόντος αὐτῷ;
「「そこで」と彼女は言いました。 「そこへ目を向け、観照すべきものでそれ(美そのもの)を観照し、それと共にある人にとって、その人生が取るに足らないものになると思いますか。
ἢ οὐκ ἐνθυμῇ, ἔφη, ὅτι ἐνταῦθα αὐτῷ μοναχοῦ γενήσεται, ὁρῶντι ᾧ ὁρατὸν τὸ καλόν, τίκτειν οὐκ εἴδωλα ἀρετῆς, ἅτε οὐκ εἰδώλου ἐφαπτομένῳ, ἀλλὰ ἀληθῆ, ἅτε τοῦ ἀληθοῦς ἐφαπτομένῳ·
それとも、あなたは次のことに気づいていませんか」と彼女は言いました。 「そこにおいてこそ、美を視認しうるものによって美を見ながら、徳の幻影ではなく、真実の徳を生み出すことが、彼にのみ可能になるということに。 なぜなら、彼は幻影に触れているのではなく、真実に触れているからです。
τεκόντι δὲ ἀρετὴν ἀληθῆ καὶ θρεψαμένῳ ὑπάρχει θεοφιλεῖ γενέσθαι, καὶ εἴπέρ τῳ ἄλλῳ ἀνθρώπων ἀθανάτῳ καὶ ἐκείνῳ; ταῦτα δή, ὦ Φαῖδρέ τε καὶ οἱ ἄλλοι, ἔφη μὲν Διοτίμα, πέπεισμαι δʼ ἐγώ·
そして、真実の徳を生み出し、これを育てた者には、神に愛される者となることが約束されており、もし人間のうちで誰かが不死になりうるとすれば、彼こそがそうなるのだということに」」「ファイドロスよ、そして皆の者よ、ディオティマはこう語り、私はそれを確信したのだ。
πεπεισμένος δὲ πειρῶμαι καὶ τοὺς ἄλλους πείθειν ὅτι τούτου τοῦ κτήματος τῇ ἀνθρωπείᾳ φύσει συνεργὸν ἀμείνω Ἔρωτος οὐκ ἄν τις ῥᾳδίως λάβοι.
そして確信したからこそ、私は他の人々をも説得しようと努めている。 人間の本性にとって、この獲得物を手に入れるための協力者として、エロスよりも優れた者を容易に見出すことはできないだろう、と。
διὸ δὴ ἔγωγέ φημι χρῆναι πάντα ἄνδρα τὸν ἔρωτα τιμᾶν, καὶ αὐτὸς τιμῶ τὰ ἐρωτικὰ καὶ διαφερόντως ἀσκῶ, καὶ τοῖς ἄλλοις παρακελεύομαι, καὶ νῦν τε καὶ ἀεὶ ἐγκωμιάζω τὴν δύναμιν καὶ ἀνδρείαν τοῦ Ἔρωτος καθʼ ὅσον οἷός τʼ εἰμί.
それゆえ、私はすべての人がエロスを尊ぶべきであると主張するし、私自身も愛に関することを尊び、格別にこれを修練しており、他の人々にも勧めている。 そして今も常に、エロスの力と勇気を、私の及ぶ限り称賛しているのである。
τοῦτον οὖν τὸν λόγον, ὦ Φαῖδρε, εἰ μὲν βούλει, ὡς ἐγκώμιον εἰς ἔρωτα νόμισον εἰρῆσθαι, εἰ δέ, ὅτι καὶ ὅπῃ χαίρεις ὀνομάζων, τοῦτο ὀνόμαζε. εἰπόντος δὲ ταῦτα τοῦ Σωκράτους τοὺς μὲν ἐπαινεῖν, τὸν δὲ Ἀριστοφάνη λέγειν τι ἐπιχειρεῖν, ὅτι ἐμνήσθη αὐτοῦ λέγων ὁ Σωκράτης περὶ τοῦ λόγου·
したがって、ファイドロスよ、もし望むなら、この言論をエロスへの讃歌として語られたものと見なしてくれ。 さもなくば、君が好むどのような名であれ、そのようにこれを呼んでくれ」ソクラテスがこのように語り終えると、人々は称賛したが、アリストパネスは、ソクラテスが言論の中で自分のことに言及したため、何か言おうと試みた。
καὶ ἐξαίφνης τὴν αὔλειον θύραν κρουομένην πολὺν ψόφον παρασχεῖν ὡς κωμαστῶν, καὶ αὐλητρίδος φωνὴν ἀκούειν.
そのとき突然、中庭の扉が叩かれ、宴の浮かれ騒ぐ者たちのような大きな騒がしい音が聞こえ、笛吹き女の声が聞こえた。
τὸν οὖν Ἀγάθωνα, παῖδες, φάναι, οὐ σκέψεσθε;
そこでアガトンが「者ども、外を見てこないか」と言った。
καὶ ἐὰν μέν τις τῶν ἐπιτηδείων ᾖ, καλεῖτε·
「もし知人がいれば招き入れよ。
εἰ δὲ μή, λέγετε ὅτι οὐ πίνομεν ἀλλʼ ἀναπαυόμεθα ἤδη. καὶ οὐ πολὺ ὕστερον Ἀλκιβιάδου τὴν φωνὴν ἀκούειν ἐν τῇ αὐλῇ σφόδρα μεθύοντος καὶ μέγα βοῶντος, ἐρωτῶντος ὅπου Ἀγάθων καὶ κελεύοντος ἄγειν παρʼ Ἀγάθωνα.
さもなければ、我々はもう飲んでおらず、すでに休んでいると言いなさい」それから間もなく、アルキビアデスがひどく酔っ払って大声を上げ、「アガトンはどこだ、アガトンのところへ連れて行け」と求めている声が中庭で聞こえた。
ἄγειν οὖν αὐτὸν παρὰ σφᾶς τήν τε αὐλητρίδα ὑπολαβοῦσαν καὶ ἄλλους τινὰς τῶν ἀκολούθων, καὶ ἐπιστῆναι ἐπὶ τὰς θύρας ἐστεφανωμένον αὐτὸν κιττοῦ τέ τινι στεφάνῳ δασεῖ καὶ ἴων, καὶ ταινίας ἔχοντα ἐπὶ τῆς κεφαλῆς πάνυ πολλάς, καὶ εἰπεῖν·
そこで、笛吹き女と付き添いの数人が彼を支えて彼らのところへ連れて行き、彼はツタの密な冠とスミレの冠をかぶり、頭には非常に多くのリボンをつけて、戸口のところに立ち、こう言った。
ἄνδρες, χαίρετε·
「皆さん、こんばんは。
μεθύοντα ἄνδρα πάνυ σφόδρα δέξεσθε συμπότην, ἢ ἀπίωμεν ἀναδήσαντες μόνον Ἀγάθωνα, ἐφʼ ᾧπερ ἤλθομεν;
ひどく酔っ払った男を、共に飲む仲間として受け入れてくれますか。 それとも、アガトンに冠を授けるだけで、私たちは立ち去るべきでしょうか。 まさにそのために私たちは来たのです。
ἐγὼ γάρ τοι, φάναι, χθὲς μὲν οὐχ οἷός τʼ ἐγενόμην ἀφικέσθαι, νῦν δὲ ἥκω ἐπὶ τῇ κεφαλῇ ἔχων τὰς ταινίας, ἵνα ἀπὸ τῆς ἐμῆς κεφαλῆς τὴν τοῦ σοφωτάτου καὶ καλλίστου κεφαλὴν ἐὰν εἴπω οὑτωσὶ ἀναδήσω.
実は昨日」と彼は言いた。 「私は来ることができなかったのですが、今こうして頭にリボンをつけてやって来ました。 私の頭から、最も賢く、最も美しい人の頭へと、このように言葉を添えて、リボンを移して結び直すために」