§211ὃς γὰρ ἂν μέχρι ἐνταῦθα πρὸς τὰ ἐρωτικὰ παιδαγωγηθῇ, θεώμενος ἐφεξῆς τε καὶ ὀρθῶς τὰ καλά, πρὸς τέλος ἤδη ἰὼν τῶν ἐρωτικῶν ἐξαίφνης κατόψεταί τι θαυμαστὸν τὴν φύσιν καλόν, τοῦτο ἐκεῖνο, ὦ Σώκρατες, οὗ δὴ ἕνεκεν καὶ οἱ ἔμπροσθεν πάντες πόνοι ἦσαν, πρῶτον μὲν ἀεὶ ὂν καὶ οὔτε γιγνόμενον οὔτε ἀπολλύμενον, οὔτε αὐξανόμενον οὔτε φθίνον, ἔπειτα οὐ τῇ μὲν καλόν, τῇ δʼ αἰσχρόν, οὐδὲ τοτὲ μέν, τοτὲ δὲ οὔ, οὐδὲ πρὸς μὲν τὸ καλόν, πρὸς δὲ τὸ αἰσχρόν, οὐδʼ ἔνθα μὲν καλόν, ἔνθα δὲ αἰσχρόν, ὡς τισὶ μὲν ὂν καλόν, τισὶ δὲ αἰσχρόν·
というのも、愛の事柄に関して、美しいものを順序よくかつ正しく観照しながら、ここまで導かれてきた者は、いまや愛の事柄の終局に向かいつつあるとき、突如として、その本性において驚くべきある美しきものを目にするであろうから。 ソクラテスよ、これこそが、それまでのすべての労苦が目指していたまさにそのものであり、第一に常に存在し、生じることも滅びることもなく、増大することも減少することもない。 第二に、ある点では美しく、別の点では醜いということもなく、ある時には美しく、別の時にはそうでないということもなく、あるものに対しては美しく、別のものに対しては醜いということもなく、ある場所では美しく、別の場所では醜い、すなわちある人々にとっては美しく、別の人々にとっては醜いということもない。
οὐδʼ αὖ φαντασθήσεται αὐτῷ τὸ καλὸν οἷον πρόσωπόν τι οὐδὲ χεῖρες οὐδὲ ἄλλο οὐδὲν ὧν σῶμα μετέχει, οὐδέ τις λόγος οὐδέ τις ἐπιστήμη, οὐδέ που ὂν ἐν ἑτέρῳ τινι, οἷον ἐν ζῴῳ ἢ ἐν γῇ ἢ ἐν οὐρανῷ ἢ ἔν τῳ ἄλλῳ, ἀλλʼ αὐτὸ καθʼ αὑτὸ μεθʼ αὑτοῦ μονοειδὲς ἀεὶ ὄν, τὰ δὲ ἄλλα πάντα καλὰ ἐκείνου μετέχοντα τρόπον τινὰ τοιοῦτον, οἷον γιγνομένων τε τῶν ἄλλων καὶ ἀπολλυμένων μηδὲν ἐκεῖνο μήτε τι πλέον μήτε ἔλαττον γίγνεσθαι μηδὲ πάσχειν μηδέν.
さらに、その美は彼にとって、顔や手、あるいは肉体が分かち持っている他のいかなるもの、あるいはある言論やある知識のようなものとして現れることもなく、また、動物の中、地の中、天の中、あるいは他のいかなるものの中であれ、どこか他のものの中に存在するものとして現れることもない。 そうではなく、それ自体が、それ自体として、常に単一の形相をもって存在しており、他のすべての美しいものは、それ(美そのもの)をある方法で分かち持っているのである。 それは、他のものが生じたり滅びたりしても、あの美そのものは少しも増えることも減ることもなく、いかなる影響も受けないというような仕方で(分かち持っているのである)。
ὅταν δή τις ἀπὸ τῶνδε διὰ τὸ ὀρθῶς παιδεραστεῖν ἐπανιὼν ἐκεῖνο τὸ καλὸν ἄρχηται καθορᾶν, σχεδὸν ἄν τι ἅπτοιτο τοῦ τέλους.
それゆえ、誰かがこれらの美しいものから、少年愛を正しく実践することを通じて上昇し、あの美そのものを観照し始めるとき、彼はほぼ終局に触れているのである。
τοῦτο γὰρ δή ἐστι τὸ ὀρθῶς ἐπὶ τὰ ἐρωτικὰ ἰέναι ἢ ὑπʼ ἄλλου ἄγεσθαι, ἀρχόμενον ἀπὸ τῶνδε τῶν καλῶν ἐκείνου ἕνεκα τοῦ καλοῦ ἀεὶ ἐπανιέναι, ὥσπερ ἐπαναβασμοῖς χρώμενον, ἀπὸ ἑνὸς ἐπὶ δύο καὶ ἀπὸ δυοῖν ἐπὶ πάντα τὰ καλὰ σώματα, καὶ ἀπὸ τῶν καλῶν σωμάτων ἐπὶ τὰ καλὰ ἐπιτηδεύματα, καὶ ἀπὸ τῶν ἐπιτηδευμάτων ἐπὶ τὰ καλὰ μαθήματα, καὶ ἀπὸ τῶν μαθημάτων ἐπʼ ἐκεῖνο τὸ μάθημα τελευτῆσαι, ὅ ἐστιν οὐκ ἄλλου ἢ αὐτοῦ ἐκείνου τοῦ καλοῦ μάθημα, καὶ γνῷ αὐτὸ τελευτῶν ὃ ἔστι καλόν.
というのも、愛の事柄へと正しく進む、あるいは他者に導かれるというのは、まさにこういうことだからである。 すなわちこれらの美しいものから始めて、あの美そのもののために常に上昇し、あたかも梯子の段を使うように、一つの身体から二つの身体へ、二つの身体からすべての美しい身体へ、美しい身体から美しい行動へ、行動から美しい学問へと上昇し、学問から最後にはあの学問へと至る。 それは他ならぬ、あの美そのものについての学問であり、最後には美そのものが何であるかを知るに至るのである。
ἐνταῦθα τοῦ βίου, ὦ φίλε Σώκρατες, ἔφη ἡ Μαντινικὴ ξένη, εἴπερ που ἄλλοθι, βιωτὸν ἀνθρώπῳ, θεωμένῳ αὐτὸ τὸ καλόν.
「親愛なるソクラテスよ、人生のこの段階においてこそ」とマンティネイアの異邦人の女性は言いました。 「もし他のどこかでそうであるとすれば、人間にとって生きるに値するのである。 すなわち、美そのものを観照しながら生きるときに。
ὃ ἐάν ποτε ἴδῃς, οὐ κατὰ χρυσίον τε καὶ ἐσθῆτα καὶ τοὺς καλοὺς παῖδάς τε καὶ νεανίσκους δόξει σοι εἶναι, οὓς νῦν ὁρῶν ἐκπέπληξαι καὶ ἕτοιμος εἶ καὶ σὺ καὶ ἄλλοι πολλοί, ὁρῶντες τὰ παιδικὰ καὶ συνόντες ἀεὶ αὐτοῖς, εἴ πως οἷόν τʼ ἦν, μήτʼ ἐσθίειν μήτε πίνειν, ἀλλὰ θεᾶσθαι μόνον καὶ συνεῖναι.
もしあなたがいつかそれを見るならば、それは金や衣服、あるいは美しい少年や若者たちとは比べものにならないとあなたに思われるだろう。 今あなたは彼らを見て我を忘れており、あなたも他の多くの人々も、愛する者たちを見て常に彼らと共に過ごし、もし可能であるなら、食べることも飲むこともせず、ただ観照し、共にいることだけを望むほどに心を奪われているのだが。
τί δῆτα, ἔφη, οἰόμεθα, εἴ τῳ γένοιτο αὐτὸ τὸ καλὸν ἰδεῖν εἰλικρινές, καθαρόν, ἄμεικτον, ἀλλὰ μὴ ἀνάπλεων σαρκῶν τε ἀνθρωπίνων καὶ χρωμάτων καὶ ἄλλης πολλῆς φλυαρίας θνητῆς, ἀλλʼ αὐτὸ τὸ θεῖον καλὸν δύναιτο μονοειδὲς κατιδεῖν;
それでは」と彼女は言いました。 「もし誰かに美そのものを、不純物のない、純粋な、混じりけのないものとして見ることができ、人間の肉や色彩やその他多くの死すべきもののくだらないものに満ちてはいない、あの神的な美そのものを, 単一の形相において見届けることができるとしたら、私たちはどう考えるでしょうか。 」