§212ἆρʼ οἴει, ἔφη, φαῦλον βίον γίγνεσθαι ἐκεῖσε βλέποντος ἀνθρώπου καὶ ἐκεῖνο ᾧ δεῖ θεωμένου καὶ συνόντος αὐτῷ;
"Do you think," she said, "that a life becomes poor for a human being who looks thither and contemplates that with what one ought, and is with it?
ἢ οὐκ ἐνθυμῇ, ἔφη, ὅτι ἐνταῦθα αὐτῷ μοναχοῦ γενήσεται, ὁρῶντι ᾧ ὁρατὸν τὸ καλόν, τίκτειν οὐκ εἴδωλα ἀρετῆς, ἅτε οὐκ εἰδώλου ἐφαπτομένῳ, ἀλλὰ ἀληθῆ, ἅτε τοῦ ἀληθοῦς ἐφαπτομένῳ· τεκόντι δὲ ἀρετὴν ἀληθῆ καὶ θρεψαμένῳ ὑπάρχει θεοφιλεῖ γενέσθαι, καὶ εἴπέρ τῳ ἄλλῳ ἀνθρώπων ἀθανάτῳ καὶ ἐκείνῳ; ταῦτα δή, ὦ Φαῖδρέ τε καὶ οἱ ἄλλοι, ἔφη μὲν Διοτίμα, πέπεισμαι δʼ ἐγώ· πεπεισμένος δὲ πειρῶμαι καὶ τοὺς ἄλλους πείθειν ὅτι τούτου τοῦ κτήματος τῇ ἀνθρωπείᾳ φύσει συνεργὸν ἀμείνω Ἔρωτος οὐκ ἄν τις ῥᾳδίως λάβοι.
Or do you not reflect," she said, "that there alone it will happen to him, when seeing the beautiful with that by which it is visible, to bring forth not images of virtue, since he is not touching an image, but true virtues, since he is touching the truth; and that to him who has brought forth and nourished true virtue, it belongs to become dear to God, and if indeed to any other human being, to him also to become immortal?" "This, Phaedrus and the rest of you," Diotima indeed said, and I am persuaded; and having been persuaded, I try to persuade the others as well, that for human nature, one would not easily obtain a better helper for the acquisition of this possession than Eros.
διὸ δὴ ἔγωγέ φημι χρῆναι πάντα ἄνδρα τὸν ἔρωτα τιμᾶν, καὶ αὐτὸς τιμῶ τὰ ἐρωτικὰ καὶ διαφερόντως ἀσκῶ, καὶ τοῖς ἄλλοις παρακελεύομαι, καὶ νῦν τε καὶ ἀεὶ ἐγκωμιάζω τὴν δύναμιν καὶ ἀνδρείαν τοῦ Ἔρωτος καθʼ ὅσον οἷός τʼ εἰμί.
Wherefore indeed I say that every man ought to honor Eros, and I myself honor love matters and practice them outstandingly, and encourage the others, and now and always praise the power and courage of Eros as much as I am able.
τοῦτον οὖν τὸν λόγον, ὦ Φαῖδρε, εἰ μὲν βούλει, ὡς ἐγκώμιον εἰς ἔρωτα νόμισον εἰρῆσθαι, εἰ δέ, ὅτι καὶ ὅπῃ χαίρεις ὀνομάζων, τοῦτο ὀνόμαζε. εἰπόντος δὲ ταῦτα τοῦ Σωκράτους τοὺς μὲν ἐπαινεῖν, τὸν δὲ Ἀριστοφάνη λέγειν τι ἐπιχειρεῖν, ὅτι ἐμνήσθη αὐτοῦ λέγων ὁ Σωκράτης περὶ τοῦ λόγου· καὶ ἐξαίφνης τὴν αὔλειον θύραν κρουομένην πολὺν ψόφον παρασχεῖν ὡς κωμαστῶν, καὶ αὐλητρίδος φωνὴν ἀκούειν.
This speech, then, Phaedrus, if you wish, consider to have been spoken as an encomium to Eros, but if not, call it whatever and however you delight in naming it." When Socrates had said these things, the others indeed praised, but Aristophanes tried to say something, because Socrates had mentioned him when speaking about the speech; and suddenly the courtyard door being knocked provided a loud noise as of revelers, and they heard the voice of a flute-girl.
τὸν οὖν Ἀγάθωνα, παῖδες, φάναι, οὐ σκέψεσθε;
Agathon, then, said, "Boys, will you not look?
καὶ ἐὰν μέν τις τῶν ἐπιτηδείων ᾖ, καλεῖτε· εἰ δὲ μή, λέγετε ὅτι οὐ πίνομεν ἀλλʼ ἀναπαυόμεθα ἤδη. καὶ οὐ πολὺ ὕστερον Ἀλκιβιάδου τὴν φωνὴν ἀκούειν ἐν τῇ αὐλῇ σφόδρα μεθύοντος καὶ μέγα βοῶντος, ἐρωτῶντος ὅπου Ἀγάθων καὶ κελεύοντος ἄγειν παρʼ Ἀγάθωνα.
And if indeed it is someone of our intimates, call them; but if not, say that we are not drinking but are already resting." And not long after they heard the voice of Alcibiades in the courtyard, very drunk and shouting loudly, asking where Agathon was and ordering them to lead him to Agathon.
ἄγειν οὖν αὐτὸν παρὰ σφᾶς τήν τε αὐλητρίδα ὑπολαβοῦσαν καὶ ἄλλους τινὰς τῶν ἀκολούθων, καὶ ἐπιστῆναι ἐπὶ τὰς θύρας ἐστεφανωμένον αὐτὸν κιττοῦ τέ τινι στεφάνῳ δασεῖ καὶ ἴων, καὶ ταινίας ἔχοντα ἐπὶ τῆς κεφαλῆς πάνυ πολλάς, καὶ εἰπεῖν· ἄνδρες, χαίρετε·
Therefore, the flute-girl supporting him and some others of his attendants led him to them, and he stood at the doors, himself crowned with a thick crown of ivy and violets, and having very many ribbons upon his head, and said: "Gentlemen, hail!
μεθύοντα ἄνδρα πάνυ σφόδρα δέξεσθε συμπότην, ἢ ἀπίωμεν ἀναδήσαντες μόνον Ἀγάθωνα, ἐφʼ ᾧπερ ἤλθομεν;
Will you receive a very drunk man as a drinking companion, or shall we go away after having only crowned Agathon, for which purpose indeed we came?
ἐγὼ γάρ τοι, φάναι, χθὲς μὲν οὐχ οἷός τʼ ἐγενόμην ἀφικέσθαι, νῦν δὲ ἥκω ἐπὶ τῇ κεφαλῇ ἔχων τὰς ταινίας, ἵνα ἀπὸ τῆς ἐμῆς κεφαλῆς τὴν τοῦ σοφωτάτου καὶ καλλίστου κεφαλὴν ἐὰν εἴπω οὑτωσὶ ἀναδήσω.
For I," he said, "was not able to arrive yesterday, but now I have come with the ribbons upon my head, so that from my head I may crown the head of the wisest and most beautiful, if I may speak thus."