§212ἆρʼ οἴει, ἔφη, φαῦλον βίον γίγνεσθαι ἐκεῖσε βλέποντος ἀνθρώπου καὶ ἐκεῖνο ᾧ δεῖ θεωμένου καὶ συνόντος αὐτῷ;
“你认为,”她说,“一个人的生活会因为向彼处看,并用那应当观照的器官去观照它且与它在一起,而变得卑微吗?
ἢ οὐκ ἐνθυμῇ, ἔφη, ὅτι ἐνταῦθα αὐτῷ μοναχοῦ γενήσεται, ὁρῶντι ᾧ ὁρατὸν τὸ καλόν, τίκτειν οὐκ εἴδωλα ἀρετῆς, ἅτε οὐκ εἰδώλου ἐφαπτομένῳ, ἀλλὰ ἀληθῆ, ἅτε τοῦ ἀληθοῦς ἐφαπτομένῳ· τεκόντι δὲ ἀρετὴν ἀληθῆ καὶ θρεψαμένῳ ὑπάρχει θεοφιλεῖ γενέσθαι, καὶ εἴπέρ τῳ ἄλλῳ ἀνθρώπων ἀθανάτῳ καὶ ἐκείνῳ;
或者你没有想到,”她说,“只有在那里,当他用那使美可见的器官去看见美时,他才有可能不产生美德的幻影(因为他触及的不是幻影),而是产生真实的美德(因为他触及的是真理);并且对于一个产生并培养了真实美德的人来说,他将为神所爱,而且如果人类中有什么人能成为不朽,他也是不朽的吗?
ταῦτα δή, ὦ Φαῖδρέ τε καὶ οἱ ἄλλοι, ἔφη μὲν Διοτίμα, πέπεισμαι δʼ ἐγώ· πεπεισμένος δὲ πειρῶμαι καὶ τοὺς ἄλλους πείθειν ὅτι τούτου τοῦ κτήματος τῇ ἀνθρωπείᾳ φύσει συνεργὸν ἀμείνω Ἔρωτος οὐκ ἄν τις ῥᾳδίως λάβοι.
” “斐德罗以及诸位,”迪奥提玛确实是这样说的,而我也被说服了;正因为被说服了,我也试图去说服其他人,即对于人类本性而言,为了获得这一财富,人们绝不易找到比爱神更好的助手。
διὸ δὴ ἔγωγέ φημι χρῆναι πάντα ἄνδρα τὸν ἔρωτα τιμᾶν, καὶ αὐτὸς τιμῶ τὰ ἐρωτικὰ καὶ διαφερόντως ἀσκῶ, καὶ τοῖς ἄλλοις παρακελεύομαι, καὶ νῦν τε καὶ ἀεὶ ἐγκωμιάζω τὴν δύναμιν καὶ ἀνδρείαν τοῦ Ἔρωτος καθʼ ὅσον οἷός τʼ εἰμί.
因此,我主张每个人都应当尊崇爱神,而我自己也尊崇爱欲之事,并格外修练它,也以此勉励他人,并且现在和永远都尽我所能地赞美爱神的权能与英勇。
τοῦτον οὖν τὸν λόγον, ὦ Φαῖδρε, εἰ μὲν βούλει, ὡς ἐγκώμιον εἰς ἔρωτα νόμισον εἰρῆσθαι, εἰ δέ, ὅτι καὶ ὅπῃ χαίρεις ὀνομάζων, τοῦτο ὀνόμαζε.
这篇话,斐德罗,如果你愿意,就把它当作一首对爱神的赞歌;如果不愿意,随你高兴怎么称呼它,就怎么称呼它吧。
εἰπόντος δὲ ταῦτα τοῦ Σωκράτους τοὺς μὲν ἐπαινεῖν, τὸν δὲ Ἀριστοφάνη λέγειν τι ἐπιχειρεῖν, ὅτι ἐμνήσθη αὐτοῦ λέγων ὁ Σωκράτης περὶ τοῦ λόγου·
” 当苏格拉底说完这些话时,众人纷纷赞叹,而阿里斯托芬正试图说些什么,因为苏格拉底在谈到这篇话时提到了他。
καὶ ἐξαίφνης τὴν αὔλειον θύραν κρουομένην πολὺν ψόφον παρασχεῖν ὡς κωμαστῶν, καὶ αὐλητρίδος φωνὴν ἀκούειν.
突然,庭院的大门被敲响,传来一阵阵如同狂欢者般的喧闹声,还听到了女笛手的声音。
τὸν οὖν Ἀγάθωνα, παῖδες, φάναι, οὐ σκέψεσθε;
阿伽通于是说:“仆人们,你们不去看看吗?
καὶ ἐὰν μέν τις τῶν ἐπιτηδείων ᾖ, καλεῖτε· εἰ δὲ μή, λέγετε ὅτι οὐ πίνομεν ἀλλʼ ἀναπαυόμεθα ἤδη.
如果是熟人,就请他们进来;如果不是,就说我们已经不喝了,正在休息。
καὶ οὐ πολὺ ὕστερον Ἀλκιβιάδου τὴν φωνὴν ἀκούειν ἐν τῇ αὐλῇ σφόδρα μεθύοντος καὶ μέγα βοῶντος, ἐρωτῶντος ὅπου Ἀγάθων καὶ κελεύοντος ἄγειν παρʼ Ἀγάθωνα.
” 不久,他们听到阿尔西比亚德斯在庭院里的声音,他烂醉如泥,大声喊叫,询问阿伽通在哪里,并要求带他去阿伽通那里。
ἄγειν οὖν αὐτὸν παρὰ σφᾶς τήν τε αὐλητρίδα ὑπολαβοῦσαν καὶ ἄλλους τινὰς τῶν ἀκολούθων, καὶ ἐπιστῆναι ἐπὶ τὰς θύρας ἐστεφανωμένον αὐτὸν κιττοῦ τέ τινι στεφάνῳ δασεῖ καὶ ἴων, καὶ ταινίας ἔχοντα ἐπὶ τῆς κεφαλῆς πάνυ πολλάς, καὶ εἰπεῖν· ἄνδρες, χαίρετε·
于是,女笛手搀扶着他,还有一些随从也协助着,将他带到他们面前。 他站在门口,头戴常春藤与紫罗兰编成的浓密花冠,头上还缠着许多缎带,说道:“诸位,向你们问好!
μεθύοντα ἄνδρα πάνυ σφόδρα δέξεσθε συμπότην, ἢ ἀπίωμεν ἀναδήσαντες μόνον Ἀγάθωνα, ἐφʼ ᾧπερ ἤλθομεν;
你们愿意接受一个烂醉如泥的人作为酒友吗? 还是说,我们在给阿伽通戴上花冠之后就离开? ——我们正是为此而来的。
ἐγὼ γάρ τοι, φάναι, χθὲς μὲν οὐχ οἷός τʼ ἐγενόμην ἀφικέσθαι, νῦν δὲ ἥκω ἐπὶ τῇ κεφαλῇ ἔχων τὰς ταινίας, ἵνα ἀπὸ τῆς ἐμῆς κεφαλῆς τὴν τοῦ σοφωτάτου καὶ καλλίστου κεφαλὴν ἐὰν εἴπω οὑτωσὶ ἀναδήσω.
因为我,”他说,“昨天没能赶来,但现在我头上带着缎带来到这里,为的是从我头上把这些缎带解下来,戴在最聪明、最美丽的人头上,如果我可以这样说的话。 ”