§213ἆρα καταγελάσεσθέ μου ὡς μεθύοντος;
「酔っ払っているからと私をあざ笑うつもりですか。
ἐγὼ δέ, κἂν ὑμεῖς γελᾶτε, ὅμως εὖ οἶδʼ ὅτι ἀληθῆ λέγω.
私は、たとえ皆さんが笑おうとも、自分が真実を言っていることをよく知っています。
ἀλλά μοι λέγετε αὐτόθεν, ἐπὶ ῥητοῖς εἰσίω ἢ μή;
しかし、ここですぐに私に言ってください。
συμπίεσθε ἢ οὔ;
合意された条件のもとで入るべきか、それとも否か。
πάντας οὖν ἀναθορυβῆσαι καὶ κελεύειν εἰσιέναι καὶ κατακλίνεσθαι, καὶ τὸν Ἀγάθωνα καλεῖν αὐτόν.
一緒に飲んでくれますか、それとも否ですか」そこで一同は大声を上げ、入って席に着くようにと促し、アガトン自身も彼を招き入れた。
καὶ τὸν ἰέναι ἀγόμενον ὑπὸ τῶν ἀνθρώπων, καὶ περιαιρούμενον ἅμα τὰς ταινίας ὡς ἀναδήσοντα, ἐπίπροσθε τῶν ὀφθαλμῶν ἔχοντα οὐ κατιδεῖν τὸν Σωκράτη, ἀλλὰ καθίζεσθαι παρὰ τὸν Ἀγάθωνα ἐν μέσῳ Σωκράτους τε καὶ ἐκείνου·
そして彼は人々に伴われて進み、同時に、アガトンに冠を授けるためにリボンを取り外しながら、それが目の前を遮っていたためにソクラテスが目に入らず、アガトンの傍ら、ソクラテスとアガトンの間の席に座った。
παραχωρῆσαι γὰρ τὸν Σωκράτη ὡς ἐκεῖνον κατιδεῖν.
というのも、ソクラテスが、彼がアガトンを見られるように席を譲ったからである。
παρακαθεζόμενον δὲ αὐτὸν ἀσπάζεσθαί τε τὸν Ἀγάθωνα καὶ ἀναδεῖν.
席に着くと、彼はアガトンに挨拶をして、リボンを結んだ。
εἰπεῖν οὖν τὸν Ἀγάθωνα Ὑπολύετε, παῖδες, Ἀλκιβιάδην, ἵνα ἐκ τρίτων κατακέηται. πάνυ γε, εἰπεῖν τὸν Ἀλκιβιάδην·
そこでアガトンが言った。 「者ども、アルキビアデスの履き物を脱がせよ、三人目の者としてこの席に横になれるように」「そうしてくれ」とアルキビアデスは言った。
ἀλλὰ τίς ἡμῖν ὅδε τρίτος συμπότης; καὶ ἅμα μεταστρεφόμενον αὐτὸν ὁρᾶν τὸν Σωκράτη, ἰδόντα δὲ ἀναπηδῆσαι καὶ εἰπεῖν ὦ Ἡράκλεις, τουτὶ τί ἦν;
「だが、我々のこの三人目の同席者は誰かね」そして同時に、彼は振り向いてソクラテスを目にし、目にするやいなや飛び起きて言った。 「ヘラクレスよ、これは一体何だ。
Σωκράτης οὗτος;
お前はソクラテスか。
ἐλλοχῶν αὖ με ἐνταῦθα κατέκεισο, ὥσπερ εἰώθεις ἐξαίφνης ἀναφαίνεσθαι ὅπου ἐγὼ ᾤμην ἥκιστά σε ἔσεσθαι.
またしても私を待ち伏せするために、ここに横たわっていたのか。 私がお前など一番いそうにないと思っている場所に、突然姿を現すのがいつものお前の手口だが、ここでもそうなのか。
καὶ νῦν τί ἥκεις;
そして今、なぜやって来た。
καὶ τί αὖ ἐνταῦθα κατεκλίνης;
なぜまたここに横たわっているのだ。
ὡς οὐ παρὰ Ἀριστοφάνει οὐδὲ εἴ τις ἄλλος γελοῖος ἔστι τε καὶ βούλεται, ἀλλὰ διεμηχανήσω ὅπως παρὰ τῷ καλλίστῳ τῶν ἔνδον κατακείσῃ. καὶ τὸν Σωκράτη, Ἀγάθων, φάναι, ὅρα εἴ μοι ἐπαμύνεις·
アリストパネスの隣でも、あるいは他に滑稽な者がいてそう望んでいる者の隣でもなく、この場にいる者の中で最も美しい人の隣に横たわれるようにと、策をめぐらしたのだな」するとソクラテスが言った。 「アガトンよ、私を助けてくれるかどうか見届けてくれ。
ὡς ἐμοὶ ὁ τούτου ἔρως τοῦ ἀνθρώπου οὐ φαῦλον πρᾶγμα γέγονεν.
私にとって、この男の愛は生易しいことではないのだ。
ἀπʼ ἐκείνου γὰρ τοῦ χρόνου, ἀφʼ οὗ τούτου ἠράσθην, οὐκέτι ἔξεστίν μοι οὔτε προσβλέψαι οὔτε διαλεχθῆναι καλῷ οὐδʼ ἑνί, ἢ οὑτοσὶ ζηλοτυπῶν με καὶ φθονῶν θαυμαστὰ ἐργάζεται καὶ λοιδορεῖταί τε καὶ τὼ χεῖρε μόγις ἀπέχεται.
というのも、あの時、私がこの男に恋して以来、美しい人には誰一人として、目を向けることも対話することも許されなくなった。 さもなければ、この男が私を嫉妬し、羨んで、とんでもないことをしでかし、私を罵り、手出しするのをかろうじて控えている始末なのだ。
ὅρα οὖν μή τι καὶ νῦν ἐργάσηται, ἀλλὰ διάλλαξον ἡμᾶς, ἢ ἐὰν ἐπιχειρῇ βιάζεσθαι, ἐπάμυνε, ὡς ἐγὼ τὴν τούτου μανίαν τε καὶ φιλεραστίαν πάνυ ὀρρωδῶ. ἀλλʼ οὐκ ἔστι, φάναι τὸν Ἀλκιβιάδην, ἐμοὶ καὶ σοὶ διαλλαγή.
だから、今も何か彼がしでかさないか気をつけてくれ。 我々を和解させるか、あるいは彼が力ずくで迫ろうとするなら、助けてくれ。 私はこの男の狂気と愛執を非常に恐れているのだ」「いや、お前と私の和解などあり得ない」とアルキビアデスは言った。
ἀλλὰ τούτων μὲν εἰς αὖθίς σε τιμωρήσομαι·
「これらのことについては、いずれお前に復讐してやる。
νῦν δέ μοι, Ἀγάθων, φάναι, μετάδος τῶν ταινιῶν, ἵνα ἀναδήσω καὶ τὴν τούτου ταυτηνὶ τὴν θαυμαστὴν κεφαλήν, καὶ μή μοι μέμφηται ὅτι σὲ μὲν ἀνέδησα, αὐτὸν δὲ νικῶντα ἐν λόγοις πάντας ἀνθρώπους, οὐ μόνον πρῴην ὥσπερ σύ, ἀλλʼ ἀεί, ἔπειτα οὐκ ἀνέδησα. καὶ ἅμʼ αὐτὸν λαβόντα τῶν ταινιῶν ἀναδεῖν τὸν Σωκράτη καὶ κατακλίνεσθαι.
だが、今、アガトンよ」と彼は言った。 「そのリボンを私に分けてくれ。 この男の、この驚くべき頭にもリボンを結びたいのだ。 アガトン、お前にはリボンを結んだのに、言論においてすべての人々を、一昨日のお前のように一度きりではなく、常に打ち負かしているこの男に、リボンを結ばなかったと、後で私に文句を言われないようにするためにね」そして同時に、彼はリボンを受け取ると、ソクラテスにそれを結んで、席に横になった。
ἐπειδὴ δὲ κατεκλίνη, εἰπεῖν·
彼が横になると、こう言った。
εἶεν δή, ἄνδρες·
「よし、皆さん。
δοκεῖτε γάρ μοι νήφειν.
君たちはしらふのようだな。
οὐκ ἐπιτρεπτέον οὖν ὑμῖν, ἀλλὰ ποτέον·
だから君たちをそのままにしておくわけにはいかない、飲まねばならない。
ὡμολόγηται γὰρ ταῦθʼ ἡμῖν.
それが我々の合意なのだから。
ἄρχοντα οὖν αἱροῦμαι τῆς πόσεως, ἕως ἂν ὑμεῖς ἱκανῶς πίητε, ἐμαυτόν.
そこで、君たちが十分に飲むまで、この飲酒の統治者として、私自身を指名する。
ἀλλὰ φερέτω, Ἀγάθων, εἴ τι ἔστιν ἔκπωμα μέγα.
さあ、アガトン、もし大きな杯があるなら持ってこさせてくれ」