§197καὶ μὲν δὴ τήν γε τῶν ζῴων ποίησιν πάντων τίς ἐναντιώσεται μὴ οὐχὶ Ἔρωτος εἶναι σοφίαν, ᾗ γίγνεταί τε καὶ φύεται πάντα τὰ ζῷα;
そして実に、あらゆる生き物の誕生がエロスの知恵によるものでないなどと、誰が反対できようか。 それによってすべての生き物が生まれ、育つのであるから。
ἀλλὰ τὴν τῶν τεχνῶν δημιουργίαν οὐκ ἴσμεν, ὅτι οὗ μὲν ἂν ὁ θεὸς οὗτος διδάσκαλος γένηται, ἐλλόγιμος καὶ φανὸς ἀπέβη, οὗ δʼ ἂν Ἔρως μὴ ἐφάψηται, σκοτεινός;
しかし、諸々の技術の創作については、私たちは知らないだろうか。 この神が教師となった者は名高く輝かしい者となり、エロスが触れなかった者は無名のまま終わるということを。
τοξικήν γε μὴν καὶ ἰατρικὴν καὶ μαντικὴν Ἀπόλλων ἀνηῦρεν ἐπιθυμίας καὶ ἔρωτος ἡγεμονεύσαντος, ὥστε καὶ οὗτος Ἔρωτος ἂν εἴη μαθητής, καὶ Μοῦσαι μουσικῆς καὶ Ἥφαιστος χαλκείας καὶ Ἀθηνᾶ ἱστουργίας καὶ
"Ζεὺς κυβερνᾶν θεῶν τε καὶ ἀνθρώπων"
.
ともあれ、アポロンは欲望とエロスが彼を導いたことによって、弓術、医術、予言術を発明した。 したがって彼もエロスの弟子であるということになるだろう。 また、ムサイは音楽の、ヘファイストスは鍛冶術の、アテナは織物術の、そして『ゼウスは神々と人間の統治の』弟子であるということになる。
ὅθεν δὴ καὶ κατεσκευάσθη τῶν θεῶν τὰ πράγματα Ἔρωτος ἐγγενομένου, δῆλον ὅτι κάλλους—αἴσχει γὰρ οὐκ ἔπι ἔρως—πρὸ τοῦ δέ, ὥσπερ ἐν ἀρχῇ εἶπον, πολλὰ καὶ δεινὰ θεοῖς ἐγίγνετο, ὡς λέγεται, διὰ τὴν τῆς ἀνάγκης βασιλείαν·
そこからまさに、エロスが神々の間に生じることによって、神々の諸秩序が整えられたのである。 言うまでもなく、美に対するエロスが生じたのであって、というのも醜さにエロスは取り入らないからである。 それ以前には、初めに私が言ったように、語り伝えによれば、必然の支配のために、神々の間には多くの恐ろしいことが起きていた。
ἐπειδὴ δʼ ὁ θεὸς οὗτος ἔφυ, ἐκ τοῦ ἐρᾶν τῶν καλῶν πάντʼ ἀγαθὰ γέγονεν καὶ θεοῖς καὶ ἀνθρώποις.
しかし、この神が生まれてからは、美しいものを愛することから、神々にとっても人間にとってもすべての善きことが生じたのである。
οὕτως ἐμοὶ δοκεῖ, ὦ Φαῖδρε, Ἔρως πρῶτος αὐτὸς ὢν κάλλιστος καὶ ἄριστος μετὰ τοῦτο τοῖς ἄλλοις ἄλλων τοιούτων αἴτιος εἶναι.
パイドロスよ、このように私には思われる。 エロスは自らまず第一に最も美しく最も優れており、その後に他者に対しても、そのような他のものの原因となるのである。
ἐπέρχεται δέ μοί τι καὶ ἔμμετρον εἰπεῖν, ὅτι οὗτός ἐστιν ὁ ποιῶν
"
εἰρήνην μὲν ἐν ἀνθρώποις, πελάγει δὲ γαλήνην
νηνεμίαν, ἀνέμων κοίτην ὕπνον τʼ ἐνὶ κήδει.
そして、私には詩の形で次のように語ることも思い浮かぶ。 彼は次のようなことをもたらす者であると。 「人々に平和を、海には凪を、風のない静けさを、風の寝所を、そして悩みのうちにある者には眠りを。
"
οὗτος δὲ ἡμᾶς ἀλλοτριότητος μὲν κενοῖ, οἰκειότητος δὲ πληροῖ, τὰς τοιάσδε συνόδους μετʼ ἀλλήλων πάσας τιθεὶς συνιέναι, ἐν ἑορταῖς, ἐν χοροῖς, ἐν θυσίαισι γιγνόμενος ἡγεμών·
」彼は私たちを疎遠さから空にし、親密さで満たし、このような互いの集まりをすべて集結させ、祝祭や、舞踏や、生贄の儀式において先頭に立つ指導者となる。
πρᾳότητα μὲν πορίζων, ἀγριότητα δʼ ἐξορίζων· φιλόδωρος εὐμενείας, ἄδωρος δυσμενείας·
温和さを提供し、粗野さを追放し、好意を惜しみなく与え、敵意を決して与えない。
ἵλεως ἀγαθός·
慈悲深く、善い。
θεατὸς σοφοῖς, ἀγαστὸς θεοῖς·
賢者たちには見つめられ、神々には感嘆される。
ζηλωτὸς ἀμοίροις, κτητὸς εὐμοίροις·
恵まれない者には羨望され、恵まれた者には獲得される。
τρυφῆς, ἁβρότητος, χλιδῆς, χαρίτων, ἱμέρου, πόθου πατήρ·
奢侈、優雅、華麗、優美、憧れ、渇望の父。
ἐπιμελὴς ἀγαθῶν, ἀμελὴς κακῶν·
善いものを配慮し、悪いものを顧みない。
ἐν πόνῳ, ἐν φόβῳ, ἐν πόθῳ, ἐν λόγῳ κυβερνήτης, ἐπιβάτης, παραστάτης τε καὶ σωτὴρ ἄριστος, συμπάντων τε θεῶν καὶ ἀνθρώπων κόσμος, ἡγεμὼν κάλλιστος καὶ ἄριστος, ᾧ χρὴ ἕπεσθαι πάντα ἄνδρα ἐφυμνοῦντα καλῶς, ᾠδῆς μετέχοντα ἣν ᾁδει θέλγων πάντων θεῶν τε καὶ ἀνθρώπων νόημα.
労苦において、恐怖において、憧れにおいて、言論において、舵手であり、乗組員であり、助っ人であり、最高の救い主。 すべての神々と人間の美しき秩序であり、最も美しく最も優れた指導者。 すべての人が麗しく賛歌を歌いながら彼に従い、神々と人間のすべての心を魅了しつつ彼が歌うその歌に加わるべきである。
οὗτος, ἔφη, ὁ παρʼ ἐμοῦ λόγος, ὦ Φαῖδρε, τῷ θεῷ ἀνακείσθω, τὰ μὲν παιδιᾶς, τὰ δὲ σπουδῆς μετρίας, καθʼ ὅσον ἐγὼ δύναμαι, μετέχων.
彼は言った。 「パイドロスよ、私からのこの演説は、私にできる限りにおいて、ある部分は遊びを、ある部分は適度な真面目さを交えつつ、神に捧げられたものとしよう。
§198εἰπόντος δὲ τοῦ Ἀγάθωνος πάντας ἔφη ὁ Ἀριστόδημος ἀναθορυβῆσαι τοὺς παρόντας, ὡς πρεπόντως τοῦ νεανίσκου εἰρηκότος καὶ αὑτῷ καὶ τῷ θεῷ.
」アガトンがそう語ると、同席していた者たち全員が、その若者が自分自身にとっても神にとってもふさわしい仕方で語ったとして、大喝采を送ったとアリストデモスは語った。
τὸν οὖν Σωκράτη εἰπεῖν βλέψαντα εἰς τὸν Ἐρυξίμαχον, ἆρά σοι δοκῶ, φάναι, ὦ παῖ Ἀκουμενοῦ, ἀδεὲς πάλαι δέος δεδιέναι, ἀλλʼ οὐ μαντικῶς ἃ νυνδὴ ἔλεγον εἰπεῖν, ὅτι Ἀγάθων θαυμαστῶς ἐροῖ, ἐγὼ δʼ ἀπορήσοιμι;
そこでソクラテスはエリクシマコスの方を見てこう言ったという。 「アクーメノスの子よ、私がさきほど抱いていた恐れは、根拠のない恐れだったと思うかね? それとも、アガトンが見事に語り、私は途方に暮れるだろうとさっき私が言ったのは、予言的だったと思わないかね?
τὸ μὲν ἕτερον, φάναι τὸν Ἐρυξίμαχον, μαντικῶς μοι δοκεῖς εἰρηκέναι, ὅτι Ἀγάθων εὖ ἐρεῖ·
」「一方のこと」とエリクシマコスは言った。 「つまりアガトンが見事に語るだろうということについては、君は予言的に語ったように私には思われる。
τὸ δὲ σὲ ἀπορήσειν, οὐκ οἶμαι.
しかし、君が途方に暮れるだろうということについては、私はそうは思わない。
καὶ πῶς, ὦ μακάριε, εἰπεῖν τὸν Σωκράτη, οὐ μέλλω ἀπορεῖν καὶ ἐγὼ καὶ ἄλλος ὁστισοῦν, μέλλων λέξειν μετὰ καλὸν οὕτω καὶ παντοδαπὸν λόγον ῥηθέντα;
」「おやまあ、君」とソクラテスは言った。 「これほど美しく、あらゆる要素の詰まった演説がなされた後に語ろうとしているのに、私や他の誰であれ、どうして途方に暮れずにいられるだろうか。
καὶ τὰ μὲν ἄλλα οὐχ ὁμοίως μὲν θαυμαστά· τὸ δὲ ἐπὶ τελευτῆς τοῦ κάλλους τῶν ὀνομάτων καὶ ῥημάτων τίς οὐκ ἂν ἐξεπλάγη ἀκούων;
他の部分は同様に素晴らしいというわけではないが、終わりの部分の名詞や動詞の美しさを聞いて、誰が圧倒されずにいられただろうか。
ἐπεὶ ἔγωγε ἐνθυμούμενος ὅτι αὐτὸς οὐχ οἷός τʼ ἔσομαι οὐδʼ ἐγγὺς τούτων οὐδὲν καλὸν εἰπεῖν, ὑπʼ αἰσχύνης ὀλίγου ἀποδρὰς ᾠχόμην, εἴ πῃ εἶχον.
私自身に関して言えば、これらに少しでも近づくような美しいことを語ることは到底できないだろうと考えて、恥ずかしさのあまり、もしどこかへ行くことができたなら、もう少しで逃げ出してしまうところだった。
καὶ γάρ με Γοργίου ὁ λόγος ἀνεμίμνῃσκεν, ὥστε ἀτεχνῶς τὸ τοῦ Ὁμήρου ἐπεπόνθη·
というのも、アガトンの演説は私にゴルギアスを思い出させ、私はまったくホメロスの記述のような目に遭ってしまったのだ。
ἐφοβούμην μή μοι τελευτῶν ὁ Ἀγάθων Γοργίου κεφαλὴν δεινοῦ λέγειν ἐν τῷ λόγῳ ἐπὶ τὸν ἐμὸν λόγον πέμψας αὐτόν με λίθον τῇ ἀφωνίᾳ ποιήσειεν.
アガトンが演説の終わりに、恐るべき雄弁家ゴルギアスの首を私の演説に投げつけて、私自身を沈黙によって石にしてしまうのではないかと、私は恐れたのだ。
καὶ ἐνενόησα τότε ἄρα καταγέλαστος ὤν, ἡνίκα ὑμῖν ὡμολόγουν ἐν τῷ μέρει μεθʼ ὑμῶν ἐγκωμιάσεσθαι τὸν ἔρωτα καὶ ἔφην εἶναι δεινὸς τὰ ἐρωτικά, οὐδὲν εἰδὼς ἄρα τοῦ πράγματος, ὡς ἔδει ἐγκωμιάζειν ὁτιοῦν.
そして私はその時、自分がなんと滑稽であったかを悟った。 皆さんと順番にエロスを賛美することに同意し、自分は恋愛の事柄に通じていると言った時に、私はその対象をどのように賛美すべきなのかについて、実は何も知らなかったのだということを。
ἐγὼ μὲν γὰρ ὑπʼ ἀβελτερίας ᾤμην δεῖν τἀληθῆ λέγειν περὶ ἑκάστου τοῦ ἐγκωμιαζομένου, καὶ τοῦτο μὲν ὑπάρχειν, ἐξ αὐτῶν δὲ τούτων τὰ κάλλιστα ἐκλεγομένους ὡς εὐπρεπέστατα τιθέναι·
というのも、私は愚かにも、賛美されるものそれぞれについて真実を語るべきであり、これが前提として存在した上で、それらの中から最も美しいものを選び出し、できる限り体裁よく並べるべきだと考えていたからだ。
καὶ πάνυ δὴ μέγα ἐφρόνουν ὡς εὖ ἐρῶν, ὡς εἰδὼς τὴν ἀλήθειαν τοῦ ἐπαινεῖν ὁτιοῦν.
そして、いかなるものを称賛するにしても、その真実を知っているのだから、私はうまく語ることができるだろうと、実に大いに得意になっていたのだ。
τὸ δὲ ἄρα, ὡς ἔοικεν, οὐ τοῦτο ἦν τὸ καλῶς ἐπαινεῖν ὁτιοῦν, ἀλλὰ τὸ ὡς μέγιστα ἀνατιθέναι τῷ πράγματι καὶ ὡς κάλλιστα, ἐάν τε ᾖ οὕτως ἔχοντα ἐάν τε μή·
しかし、どうやら、いかなるものを美しく称賛するというのはそういうことではなく、それが実際にそうであるか否かにかかわらず、その対象にできる限り重大なこと、できる限り美しいことを帰することであるらしい。
εἰ δὲ ψευδῆ, οὐδὲν ἄρʼ ἦν πρᾶγμα.
たとえそれが嘘であっても、何の問題もないのだ。
προυρρήθη γάρ, ὡς ἔοικεν, ὅπως ἕκαστος ἡμῶν τὸν ἔρωτα ἐγκωμιάζειν δόξει, οὐχ ὅπως ἐγκωμιάσεται.
なぜなら、どうやら、私たちのそれぞれがエロスを賛美しているように見せることが、実際に賛美することではなくあらかじめ合意されていたようだからだ。 」