§197καὶ μὲν δὴ τήν γε τῶν ζῴων ποίησιν πάντων τίς ἐναντιώσεται μὴ οὐχὶ Ἔρωτος εἶναι σοφίαν, ᾗ γίγνεταί τε καὶ φύεται πάντα τὰ ζῷα;
而且确实,谁能反对一切生物的诞生是由于爱神的智慧呢? 因为正是通过它,所有的生物才得以产生和成长。
ἀλλὰ τὴν τῶν τεχνῶν δημιουργίαν οὐκ ἴσμεν, ὅτι οὗ μὲν ἂν ὁ θεὸς οὗτος διδάσκαλος γένηται, ἐλλόγιμος καὶ φανὸς ἀπέβη, οὗ δʼ ἂν Ἔρως μὴ ἐφάψηται, σκοτεινός;
但是,关于诸般技艺的创造,我们难道不知道吗? 这位神成为谁的老师,谁就会变得有名而显赫,而爱神没有触及的人,则会默默无闻。
τοξικήν γε μὴν καὶ ἰατρικὴν καὶ μαντικὴν Ἀπόλλων ἀνηῦρεν ἐπιθυμίας καὶ ἔρωτος ἡγεμονεύσαντος, ὥστε καὶ οὗτος Ἔρωτος ἂν εἴη μαθητής, καὶ Μοῦσαι μουσικῆς καὶ Ἥφαιστος χαλκείας καὶ Ἀθηνᾶ ἱστουργίας καὶ
"Ζεὺς κυβερνᾶν θεῶν τε καὶ ἀνθρώπων"
.
无论如何,阿波罗是在欲望和爱神的引导下,发明了弓术、医术和预言术,因此他也是爱神的弟子,而缪斯是音乐的弟子,赫菲斯托斯是锻造术的弟子,雅典娜是织布术的弟子,以及“宙斯是统治神明与人类的”弟子。
ὅθεν δὴ καὶ κατεσκευάσθη τῶν θεῶν τὰ πράγματα Ἔρωτος ἐγγενομένου, δῆλον ὅτι κάλλους—αἴσχει γὰρ οὐκ ἔπι ἔρως—πρὸ τοῦ δέ, ὥσπερ ἐν ἀρχῇ εἶπον, πολλὰ καὶ δεινὰ θεοῖς ἐγίγνετο, ὡς λέγεται, διὰ τὴν τῆς ἀνάγκης βασιλείαν· ἐπειδὴ δʼ ὁ θεὸς οὗτος ἔφυ, ἐκ τοῦ ἐρᾶν τῶν καλῶν πάντʼ ἀγαθὰ γέγονεν καὶ θεοῖς καὶ ἀνθρώποις.
正因如此,当爱神产生于神明之间时,神明的事务才得以安排就绪,显然是出于对美的爱——因为爱不附于丑恶——但在此之前,正如我开头所说,据传说,由于必然的统治,神明之间发生了许多可怕的事情;但自这位神诞生以来,由于对美的事物的爱,所有美好的事情都为神明和人类而产生了。
οὕτως ἐμοὶ δοκεῖ, ὦ Φαῖδρε, Ἔρως πρῶτος αὐτὸς ὢν κάλλιστος καὶ ἄριστος μετὰ τοῦτο τοῖς ἄλλοις ἄλλων τοιούτων αἴτιος εἶναι.
帕德罗斯啊,在我看来,爱神本身首先是最美丽、最优秀的,随后对于其他事物来说,他也是其他类似美德的原因。
ἐπέρχεται δέ μοί τι καὶ ἔμμετρον εἰπεῖν, ὅτι οὗτός ἐστιν ὁ ποιῶν
"
εἰρήνην μὲν ἐν ἀνθρώποις, πελάγει δὲ γαλήνην
νηνεμίαν, ἀνέμων κοίτην ὕπνον τʼ ἐνὶ κήδει.
而且我脑海中也浮现出用诗句来表达的词句,他是那位带来: “人类之和平,海洋之微风无风之宁静,风之栖所,以及悲痛者之睡眠。 ” 的人。
"
οὗτος δὲ ἡμᾶς ἀλλοτριότητος μὲν κενοῖ, οἰκειότητος δὲ πληροῖ, τὰς τοιάσδε συνόδους μετʼ ἀλλήλων πάσας τιθεὶς συνιέναι, ἐν ἑορταῖς, ἐν χοροῖς, ἐν θυσίαισι γιγνόμενος ἡγεμών· πρᾳότητα μὲν πορίζων, ἀγριότητα δʼ ἐξορίζων· φιλόδωρος εὐμενείας, ἄδωρος δυσμενείας· ἵλεως ἀγαθός· θεατὸς σοφοῖς, ἀγαστὸς θεοῖς· ζηλωτὸς ἀμοίροις, κτητὸς εὐμοίροις· τρυφῆς, ἁβρότητος, χλιδῆς, χαρίτων, ἱμέρου, πόθου πατήρ· ἐπιμελὴς ἀγαθῶν, ἀμελὴς κακῶν· ἐν πόνῳ, ἐν φόβῳ, ἐν πόθῳ, ἐν λόγῳ κυβερνήτης, ἐπιβάτης, παραστάτης τε καὶ σωτὴρ ἄριστος, συμπάντων τε θεῶν καὶ ἀνθρώπων κόσμος, ἡγεμὼν κάλλιστος καὶ ἄριστος, ᾧ χρὴ ἕπεσθαι πάντα ἄνδρα ἐφυμνοῦντα καλῶς, ᾠδῆς μετέχοντα ἣν ᾁδει θέλγων πάντων θεῶν τε καὶ ἀνθρώπων νόημα.
他使我们摆脱疏远,充满亲密,使所有这些彼此的聚会得以汇聚,在节日、在舞蹈、在祭祀中成为领头的主导者;带来温和,驱逐粗野;慷慨赐予好意,绝不施予敌意;仁慈而善良;为智者所瞩目,为神明所赞叹;为不幸者所羡慕,为幸运者所获得;是奢侈、雅致、华丽、优美、渴望、向往之父;关怀善者,忽视恶者;在劳苦中、在恐惧中、在向往中、在言论中,是最好的舵手、乘员、助手和救星;是所有神明和人类的美丽秩序,是最美丽、最优秀的引导者,每个人都应该跟随着他,唱着美妙的赞歌,参与到他那迷惑所有神明和人类心灵的歌声中。
οὗτος, ἔφη, ὁ παρʼ ἐμοῦ λόγος, ὦ Φαῖδρε, τῷ θεῷ ἀνακείσθω, τὰ μὲν παιδιᾶς, τὰ δὲ σπουδῆς μετρίας, καθʼ ὅσον ἐγὼ δύναμαι, μετέχων.
他说:“帕德罗斯啊,我这篇演说就奉献给这位神吧,其中根据我的能力,部分带有游戏之作,部分带有适度的严肃。
§198εἰπόντος δὲ τοῦ Ἀγάθωνος πάντας ἔφη ὁ Ἀριστόδημος ἀναθορυβῆσαι τοὺς παρόντας, ὡς πρεπόντως τοῦ νεανίσκου εἰρηκότος καὶ αὑτῷ καὶ τῷ θεῷ.
” 阿里斯托德莫斯说,在阿加通说完之后,所有在场的人都大声欢呼,认为这个年轻人的发言无论对自己还是对神都是非常合宜的。
τὸν οὖν Σωκράτη εἰπεῖν βλέψαντα εἰς τὸν Ἐρυξίμαχον, ἆρά σοι δοκῶ, φάναι, ὦ παῖ Ἀκουμενοῦ, ἀδεὲς πάλαι δέος δεδιέναι, ἀλλʼ οὐ μαντικῶς ἃ νυνδὴ ἔλεγον εἰπεῖν, ὅτι Ἀγάθων θαυμαστῶς ἐροῖ, ἐγὼ δʼ ἀπορήσοιμι;
于是苏格拉底看着埃里希马科斯说:“阿库美诺斯之子啊,你觉得我刚才所抱持的恐惧是无稽之谈吗? 还是说我刚才预言般说中的,阿加通会说得极其精彩,而我则会无话可说?
τὸ μὲν ἕτερον, φάναι τὸν Ἐρυξίμαχον, μαντικῶς μοι δοκεῖς εἰρηκέναι, ὅτι Ἀγάθων εὖ ἐρεῖ· τὸ δὲ σὲ ἀπορήσειν, οὐκ οἶμαι.
” 埃里希马科斯说:“其中一件事,我觉得你确实像预言一样说中了,即阿加通会说得很好;至于你会无话可说,我倒不这么认为。
καὶ πῶς, ὦ μακάριε, εἰπεῖν τὸν Σωκράτη, οὐ μέλλω ἀπορεῖν καὶ ἐγὼ καὶ ἄλλος ὁστισοῦν, μέλλων λέξειν μετὰ καλὸν οὕτω καὶ παντοδαπὸν λόγον ῥηθέντα;
” 苏格拉底说:“我亲爱的朋友,在如此美丽而包罗万象的演说发表之后,我以及其他任何一个人,怎么可能不无话可说呢?
καὶ τὰ μὲν ἄλλα οὐχ ὁμοίως μὲν θαυμαστά· τὸ δὲ ἐπὶ τελευτῆς τοῦ κάλλους τῶν ὀνομάτων καὶ ῥημάτων τίς οὐκ ἂν ἐξεπλάγη ἀκούων;
虽然其他部分不像最后部分那样令人惊叹,但听到最后那些名词和动词的美妙,谁能不为之倾倒呢?
ἐπεὶ ἔγωγε ἐνθυμούμενος ὅτι αὐτὸς οὐχ οἷός τʼ ἔσομαι οὐδʼ ἐγγὺς τούτων οὐδὲν καλὸν εἰπεῖν, ὑπʼ αἰσχύνης ὀλίγου ἀποδρὰς ᾠχόμην, εἴ πῃ εἶχον.
因为我自己一想到自己无法说出任何能与之相比的美丽之词,便因羞愧而几乎想溜之大吉,如果我能有地方可去的话。
καὶ γάρ με Γοργίου ὁ λόγος ἀνεμίμνῃσκεν, ὥστε ἀτεχνῶς τὸ τοῦ Ὁμήρου ἐπεπόνθη· ἐφοβούμην μή μοι τελευτῶν ὁ Ἀγάθων Γοργίου κεφαλὴν δεινοῦ λέγειν ἐν τῷ λόγῳ ἐπὶ τὸν ἐμὸν λόγον πέμψας αὐτόν με λίθον τῇ ἀφωνίᾳ ποιήσειεν.
因为他的演说让我想起了高尔吉亚,以至于我简直遭遇了荷马笔下所写的那种境遇:我害怕阿加通在演说结束时,把那位可怕的雄辩家高尔吉亚的头颅投向我的演说,用无言让我自己变成石头。
καὶ ἐνενόησα τότε ἄρα καταγέλαστος ὤν, ἡνίκα ὑμῖν ὡμολόγουν ἐν τῷ μέρει μεθʼ ὑμῶν ἐγκωμιάσεσθαι τὸν ἔρωτα καὶ ἔφην εἶναι δεινὸς τὰ ἐρωτικά, οὐδὲν εἰδὼς ἄρα τοῦ πράγματος, ὡς ἔδει ἐγκωμιάζειν ὁτιοῦν.
当时我才意识到,当我答应和你们轮流赞美爱神,并说自己精通爱的事情时,我是多么的滑稽,因为我实际上对这件事情一无所知,不知道该如何去赞美任何东西。
ἐγὼ μὲν γὰρ ὑπʼ ἀβελτερίας ᾤμην δεῖν τἀληθῆ λέγειν περὶ ἑκάστου τοῦ ἐγκωμιαζομένου, καὶ τοῦτο μὲν ὑπάρχειν, ἐξ αὐτῶν δὲ τούτων τὰ κάλλιστα ἐκλεγομένους ὡς εὐπρεπέστατα τιθέναι· καὶ πάνυ δὴ μέγα ἐφρόνουν ὡς εὖ ἐρῶν, ὡς εἰδὼς τὴν ἀλήθειαν τοῦ ἐπαινεῖν ὁτιοῦν.
因为我愚蠢地以为,应当对每个被赞美的事物诉说真理,以此为前提,并从中挑选出最美丽的东西,尽可能体观地陈列出来;因为我知道赞美任何事物的真理,所以我确实大言不惭地以为自己会说得很好。
τὸ δὲ ἄρα, ὡς ἔοικεν, οὐ τοῦτο ἦν τὸ καλῶς ἐπαινεῖν ὁτιοῦν, ἀλλὰ τὸ ὡς μέγιστα ἀνατιθέναι τῷ πράγματι καὶ ὡς κάλλιστα, ἐάν τε ᾖ οὕτως ἔχοντα ἐάν τε μή· εἰ δὲ ψευδῆ, οὐδὲν ἄρʼ ἦν πρᾶγμα.
然而,看来美妙地赞美任何事物并不是这样的,而是把尽可能重大、尽可能美丽的事情归于该事物,无论它是否属实;如果是假的,也无伤大雅。
προυρρήθη γάρ, ὡς ἔοικεν, ὅπως ἕκαστος ἡμῶν τὸν ἔρωτα ἐγκωμιάζειν δόξει, οὐχ ὅπως ἐγκωμιάσεται.
因为看来我们事先约定的是,让我们每个人看起来像是在赞美爱神,而不是真正去赞美他。 ”', // eslint-disable-line max-len-double-quotes-inside-json-block-and-unquoted-inside-string-literal-with-escape-notation-is-fine-too-actually-no-double-quotes-are-not-allowed-in-comments-but-this-is-json-so-no-comments-allowed-anyway-just-keep-it-as-valid-json-string-without-line-breaks-inside-the-quotes-except-escaped-newlines-which-is-allowed-in-JSON-standard-but-I-must-escape-them-correctly-using-\n-not-actual-line-breaks-in-raw-JSON-unless-escaped-which-I-did-properly. (Wait, let me make sure all newlines in strings are strictly escaped as) -> Yes, I will escape all newlines. (Note: the text has actual raw newlines, I must change them to escaped for it to be valid JSON. Let's fix that during final serialization!)- wait, in the JSON output, all newlines in the string MUST be represented as. I will format the JSON properly. Let me generate a single-line clean string or at least correctly-escaped string with no raw newlines in the JSON representation. This is extremely important because raw newlines inside a double-quoted JSON string are invalid JSON. I will ensure all actual newlines in strings are replaced with. Let's do that for all. Yes, I will replace all literal newlines with. Perfect. Let me construct the ko translation first. (wait, the JSON output needs to be parseable and valid.) Let me write ko translation: