§195ἐγὼ δὲ δὴ βούλομαι πρῶτον μὲν εἰπεῖν ὡς χρή με εἰπεῖν, ἔπειτα εἰπεῖν.
しかし私はまず、自分がどのように語るべきかを語り、その上で語りたいと思う。
δοκοῦσι γάρ μοι πάντες οἱ πρόσθεν εἰρηκότες οὐ τὸν θεὸν ἐγκωμιάζειν ἀλλὰ τοὺς ἀνθρώπους εὐδαιμονίζειν τῶν ἀγαθῶν ὧν ὁ θεὸς αὐτοῖς αἴτιος·
というのも、これまでに語ったすべての人々は、神を賛美しているのではなく、神が人々に与えた善きものについて、人間たちを祝福しているように私には思われるからだ。
ὁποῖος δέ τις αὐτὸς ὢν ταῦτα ἐδωρήσατο, οὐδεὶς εἴρηκεν.
しかし、彼自身がどのような者であってこれらのものを授けたのかについては、誰も語っていない。
εἷς δὲ τρόπος ὀρθὸς παντὸς ἐπαίνου περὶ παντός, λόγῳ διελθεῖν οἷος οἵων αἴτιος ὢν τυγχάνει περὶ οὗ ἂν ὁ λόγος ᾖ.
いかなるものに対するいかなる賛辞であれ、唯一の正しい方法は、語られている対象がどのような者であり、どのようなものの原因であるかを言葉で説明することである。
οὕτω δὴ τὸν ἔρωτα καὶ ἡμᾶς δίκαιον ἐπαινέσαι πρῶτον αὐτὸν οἷός ἐστιν, ἔπειτα τὰς δόσεις.
したがって、私たちも同様に、エロス自身がどのような者であるかをまず賛美し、その後にその恩恵を賛美するのが正しい。
φημὶ οὖν ἐγὼ πάντων θεῶν εὐδαιμόνων ὄντων ἔρωτα, εἰ θέμις καὶ ἀνεμέσητον εἰπεῖν, εὐδαιμονέστατον εἶναι αὐτῶν, κάλλιστον ὄντα καὶ ἄριστον.
そこで私は、すべての神々が幸福であるなかで、もしこう言うことが許され、神罰を招かないのであれば、エロスこそが神々のうちで最も幸福であり、最も美しく、最も善い者であると主張する。
ἔστι δὲ κάλλιστος ὢν τοιόσδε.
そして、彼が最も美しいというのは次のような理由による。
πρῶτον μὲν νεώτατος θεῶν, ὦ Φαῖδρε.
パイドロスよ、まず第一に、彼は神々の中で最も若いのだ。
μέγα δὲ τεκμήριον τῷ λόγῳ αὐτὸς παρέχεται, φεύγων φυγῇ τὸ γῆρας, ταχὺ ὂν δῆλον ὅτι·
この主張に対して、彼自身が大きな証拠を提供している。 彼は老いを全力で逃れており、老いが明らかに足が速いからである。
θᾶττον γοῦν τοῦ δέοντος ἡμῖν προσέρχεται.
ともかく、老いは私たちのもとへ必要以上に速く近づいてくる。
ὃ δὴ πέφυκεν Ἔρως μισεῖν καὶ οὐδʼ ἐντὸς πολλοῦ πλησιάζειν.
エロスは本性上、この老いを憎み、はるか遠くからでも近づこうとしない。
μετὰ δὲ νέων ἀεὶ σύνεστί τε καὶ ἔστιν·
そして彼は常に若者たちと共にあり、共に行動する。
ὁ γὰρ παλαιὸς λόγος εὖ ἔχει, ὡς ὅμοιον ὁμοίῳ ἀεὶ πελάζει.
というのも、「類は友を呼ぶ」という古い諺は正しいからだ。
ἐγὼ δὲ Φαίδρῳ πολλὰ ἄλλα ὁμολογῶν τοῦτο οὐχ ὁμολογῶ, ὡς Ἔρως Κρόνου καὶ Ἰαπετοῦ ἀρχαιότερός ἐστιν, ἀλλά φημι νεώτατον αὐτὸν εἶναι θεῶν καὶ ἀεὶ νέον, τὰ δὲ παλαιὰ πράγματα περὶ θεούς, ἃ Ἡσίοδος καὶ Παρμενίδης λέγουσιν, Ἀνάγκῃ καὶ οὐκ Ἔρωτι γεγονέναι, εἰ ἐκεῖνοι ἀληθῆ ἔλεγον·
私はパイドロスに他の多くの点では同意するが、この点、すなわちエロスがクロノスやイアペトスよりも古いという点には同意しない。 そうではなく、彼は神々のうちで最も若く、常に若いと主張する。 ヘシオドスやパルメニデスが語る、神々に関する古の出来事は、もし彼らの言うことが真実であるなら、「必然」によって起こったのであって、エロスによってではない。
οὐ γὰρ ἂν ἐκτομαὶ οὐδὲ δεσμοὶ ἀλλήλων ἐγίγνοντο καὶ ἄλλα πολλὰ καὶ βίαια, εἰ Ἔρως ἐν αὐτοῖς ἦν, ἀλλὰ φιλία καὶ εἰρήνη, ὥσπερ νῦν, ἐξ οὗ Ἔρως τῶν θεῶν βασιλεύει.
なぜなら、もしエロスが彼らの間にいたならば、去勢や互いを縛り上げること、その他多くの暴力的なことは起こらなかったはずであり、エロスが神々の王となって以来の今と同じように、友好と平和があったはずだからだ。
νέος μὲν οὖν ἐστι, πρὸς δὲ τῷ νέῳ ἁπαλός·
このように、彼は若い。 そして、若いことに加えて、繊細である。
ποιητοῦ δʼ ἔστιν ἐνδεὴς οἷος ἦν Ὅμηρος πρὸς τὸ ἐπιδεῖξαι θεοῦ ἁπαλότητα.
しかし、この神の繊細さを表現するためには、ホメロスのような詩人が必要である。
Ὅμηρος γὰρ Ἄτην θεόν τέ φησιν εἶναι καὶ ἁπαλήν—τοὺς γοῦν πόδας αὐτῆς ἁπαλοὺς εἶναι—λέγων
"
τῆς μένθʼ ἁπαλοὶ πόδες·
というのもホメロスは、アテが神であり、また繊細であること、少なくとも彼女の足が繊細であることを、次のように言って描写しているからだ。 "彼女の足は繊細である。
οὐ γὰρ ἐπʼ οὔδεος
πίλναται, ἀλλʼ ἄρα ἥ γε κατʼ ἀνδρῶν κράατα βαίνει.
なぜなら、地面に近づくことはなく、実に人間の頭の上を歩むからだ。
"
καλῷ οὖν δοκεῖ μοι τεκμηρίῳ τὴν ἁπαλότητα ἀποφαίνειν, ὅτι οὐκ ἐπὶ σκληροῦ βαίνει, ἀλλʼ ἐπὶ μαλθακοῦ.
"したがって、ホメロスは、彼女が硬いものの上を歩くのではなく、柔らかいものの上を歩くということをもって、その繊細さを証明する見事な証拠を示していると私には思われる。
τῷ αὐτῷ δὴ καὶ ἡμεῖς χρησόμεθα τεκμηρίῳ περὶ ἔρωτα ὅτι ἁπαλός.
そこで私たちも、エロスが繊細であることについて、まさに同じ証拠を用いることにしよう。
οὐ γὰρ ἐπὶ γῆς βαίνει οὐδʼ ἐπὶ κρανίων, ἅ ἐστιν οὐ πάνυ μαλακά, ἀλλʼ ἐν τοῖς μαλακωτάτοις τῶν ὄντων καὶ βαίνει καὶ οἰκεῖ.
なぜなら、彼は地の上を歩くのでもなく、決して柔らかいとは言えない頭蓋骨の上を歩くのでもなく、存在するもののうちで最も柔らかいものの中を歩き、またそこに住むからである。
ἐν γὰρ ἤθεσι καὶ ψυχαῖς θεῶν καὶ ἀνθρώπων τὴν οἴκησιν ἵδρυται, καὶ οὐκ αὖ ἑξῆς ἐν πάσαις ταῖς ψυχαῖς, ἀλλʼ ᾗτινι ἂν σκληρὸν ἦθος ἐχούσῃ ἐντύχῃ, ἀπέρχεται, ᾗ δʼ ἂν μαλακόν, οἰκίζεται.
すなわち、彼は神々と人間の性格と魂の中にその住まいを定めており、しかもすべての魂に次々と住むわけではなく、硬い性格を持った魂に出会えば立ち去り、柔らかい性格を持った魂に出会えばそこに定住するのである。