§195ἐγὼ δὲ δὴ βούλομαι πρῶτον μὲν εἰπεῖν ὡς χρή με εἰπεῖν, ἔπειτα εἰπεῖν.
而我确实想先说明我应该如何演说,然后再发表演说。
δοκοῦσι γάρ μοι πάντες οἱ πρόσθεν εἰρηκότες οὐ τὸν θεὸν ἐγκωμιάζειν ἀλλὰ τοὺς ἀνθρώπους εὐδαιμονίζειν τῶν ἀγαθῶν ὧν ὁ θεὸς αὐτοῖς αἴτιος· ὁποῖος δέ τις αὐτὸς ὢν ταῦτα ἐδωρήσατο, οὐδεὶς εἴρηκεν.
因为在我看来,先前发表演说的所有人似乎并不是在颂扬神,而是在为人类因神而获得的福祉向人们表示祝贺;但是,关于他自己是怎样的一位神才赐予了这些恩赐,却没有人说明。
εἷς δὲ τρόπος ὀρθὸς παντὸς ἐπαίνου περὶ παντός, λόγῳ διελθεῖν οἷος οἵων αἴτιος ὢν τυγχάνει περὶ οὗ ἂν ὁ λόγος ᾖ.
然而,对于任何事物的任何赞美,唯一正确的方法就是,用言语阐明那个作为演说对象的人,他本身是什么样的人,又是哪些事情的起因。
οὕτω δὴ τὸν ἔρωτα καὶ ἡμᾶς δίκαιον ἐπαινέσαι πρῶτον αὐτὸν οἷός ἐστιν, ἔπειτα τὰς δόσεις.
因此,我们以此方式来赞美爱神也是合乎正道的:首先赞美他本身是什么样,然后再赞美他的恩赐。
φημὶ οὖν ἐγὼ πάντων θεῶν εὐδαιμόνων ὄντων ἔρωτα, εἰ θέμις καὶ ἀνεμέσητον εἰπεῖν, εὐδαιμονέστατον εἶναι αὐτῶν, κάλλιστον ὄντα καὶ ἄριστον.
因此我断言,在所有幸福的神灵之中,如果这样说是合乎神律且不招致神怨的话,爱神是他们中最幸福的,因为他是最美、最善的。
ἔστι δὲ κάλλιστος ὢν τοιόσδε. πρῶτον μὲν νεώτατος θεῶν, ὦ Φαῖδρε.
他是最美的,因为他是这样的一位:斐德罗啊,首先,他是诸神中最年轻的。
μέγα δὲ τεκμήριον τῷ λόγῳ αὐτὸς παρέχεται, φεύγων φυγῇ τὸ γῆρας, ταχὺ ὂν δῆλον ὅτι· θᾶττον γοῦν τοῦ δέοντος ἡμῖν προσέρχεται.
他自己为这一论点提供了有力的凭证:他极力逃避老年,这显然是因为老年行步如飞;无论如何,老年向我们逼近的速度比应该有的还要快。
ὃ δὴ πέφυκεν Ἔρως μισεῖν καὶ οὐδʼ ἐντὸς πολλοῦ πλησιάζειν.
而这正是爱神天生憎恨、甚至不愿靠近其方圆百步之内的。
μετὰ δὲ νέων ἀεὶ σύνεστί τε καὶ ἔστιν· ὁ γὰρ παλαιὸς λόγος εὖ ἔχει, ὡς ὅμοιον ὁμοίῳ ἀεὶ πελάζει.
他始终与年轻人在一起并生活在一处;因为那句古老的格言是正确的:同类总是相求。
ἐγὼ δὲ Φαίδρῳ πολλὰ ἄλλα ὁμολογῶν τοῦτο οὐχ ὁμολογῶ, ὡς Ἔρως Κρόνου καὶ Ἰαπετοῦ ἀρχαιότερός ἐστιν, ἀλλά φημι νεώτατον αὐτὸν εἶναι θεῶν καὶ ἀεὶ νέον, τὰ δὲ παλαιὰ πράγματα περὶ θεούς, ἃ Ἡσίοδος καὶ Παρμενίδης λέγουσιν, Ἀνάγκῃ καὶ οὐκ Ἔρωτι γεγονέναι, εἰ ἐκεῖνοι ἀληθῆ ἔλεγον· οὐ γὰρ ἂν ἐκτομαὶ οὐδὲ δεσμοὶ ἀλλήλων ἐγίγνοντο καὶ ἄλλα πολλὰ καὶ βίαια, εἰ Ἔρως ἐν αὐτοῖς ἦν, ἀλλὰ φιλία καὶ εἰρήνη, ὥσπερ νῦν, ἐξ οὗ Ἔρως τῶν θεῶν βασιλεύει.
虽然我在许多其他事情上同意斐德罗,但我不赞同这一点:即爱神比克洛诺斯和伊阿佩托斯还要古老。 相反,我断言他是诸神中最年轻的,并且永远年轻。 至于赫西俄德和巴门尼德所说的关于神灵的古老事件,如果他们说的是真话,那也是由于“必然”而非“爱”而发生的;因为如果爱神当时在他们中间,就不会发生去势、彼此禁锢以及许多其他暴力的举动,而会像现在自从爱神统治诸神以来一样,充满友爱与和平。
νέος μὲν οὖν ἐστι, πρὸς δὲ τῷ νέῳ ἁπαλός· ποιητοῦ δʼ ἔστιν ἐνδεὴς οἷος ἦν Ὅμηρος πρὸς τὸ ἐπιδεῖξαι θεοῦ ἁπαλότητα.
因此,他是年轻的,而且除了年轻之外,他还很柔嫩;但若要展现这位神的柔嫩,就需要一位像荷马那样的诗人。
Ὅμηρος γὰρ Ἄτην θεόν τέ φησιν εἶναι καὶ ἁπαλήν—τοὺς γοῦν πόδας αὐτῆς ἁπαλοὺς εἶναι—λέγων
"
τῆς μένθʼ ἁπαλοὶ πόδες· οὐ γὰρ ἐπʼ οὔδεος
πίλναται, ἀλλʼ ἄρα ἥ γε κατʼ ἀνδρῶν κράατα βαίνει.
因为荷马说,阿忒既是一位女神,又是柔嫩的——至少她的脚是柔嫩的——他说: “她的双脚是柔嫩的;因为她不挨地面,而是踏在人们的头上。
"
καλῷ οὖν δοκεῖ μοι τεκμηρίῳ τὴν ἁπαλότητα ἀποφαίνειν, ὅτι οὐκ ἐπὶ σκληροῦ βαίνει, ἀλλʼ ἐπὶ μαλθακοῦ.
” 因此,在我看来,他用了一个极好的凭证来表明她的柔嫩,即她不走在坚硬的东西上,而是走在柔软的东西上。
τῷ αὐτῷ δὴ καὶ ἡμεῖς χρησόμεθα τεκμηρίῳ περὶ ἔρωτα ὅτι ἁπαλός.
那么,关于爱神的柔嫩,我们也同样要采用这同一个凭证。
οὐ γὰρ ἐπὶ γῆς βαίνει οὐδʼ ἐπὶ κρανίων, ἅ ἐστιν οὐ πάνυ μαλακά, ἀλλʼ ἐν τοῖς μαλακωτάτοις τῶν ὄντων καὶ βαίνει καὶ οἰκεῖ.
因为他既不走在地上,也不走在绝非温柔的头骨上,而是走在也住在所有存在物中最柔软的地方。
ἐν γὰρ ἤθεσι καὶ ψυχαῖς θεῶν καὶ ἀνθρώπων τὴν οἴκησιν ἵδρυται, καὶ οὐκ αὖ ἑξῆς ἐν πάσαις ταῖς ψυχαῖς, ἀλλʼ ᾗτινι ἂν σκληρὸν ἦθος ἐχούσῃ ἐντύχῃ, ἀπέρχεται, ᾗ δʼ ἂν μαλακόν, οἰκίζεται.
也就是,他在神灵和人类的性情与灵魂中建立了自己的居所,但并非在所有的灵魂中挨个居住,而是遇到哪个具有刚硬性情的灵魂,他就离开,遇到哪个具有柔和性情的灵魂,他就安家。