§184τούτους δὴ βούλεται ὁ ἡμέτερος νόμος εὖ καὶ καλῶς βασανίζειν, καὶ τοῖς μὲν χαρίσασθαι, τοὺς δὲ διαφεύγειν.
まさにこれらの人々を、私たちの法はよく、かつ見事に吟味し、一方に身を任せ、他方から逃れることを望んでいるのである。
διὰ ταῦτα οὖν τοῖς μὲν διώκειν παρακελεύεται, τοῖς δὲ φεύγειν, ἀγωνοθετῶν καὶ βασανίζων ποτέρων ποτέ ἐστιν ὁ ἐρῶν καὶ ποτέρων ὁ ἐρώμενος.
それゆえ、法は一方には追うことを、他方には逃げることを勧め、愛する者がどちらの類に属し、愛される者がどちらの類に属しているかを、審判し吟味するのである。
οὕτω δὴ ὑπὸ ταύτης τῆς αἰτίας πρῶτον μὲν τὸ ἁλίσκεσθαι ταχὺ αἰσχρὸν νενόμισται, ἵνα χρόνος ἐγγένηται, ὃς δὴ δοκεῖ τὰ πολλὰ καλῶς βασανίζειν, ἔπειτα τὸ ὑπὸ χρημάτων καὶ ὑπὸ πολιτικῶν δυνάμεων ἁλῶναι αἰσχρόν, ἐάν τε κακῶς πάσχων πτήξῃ καὶ μὴ καρτερήσῃ, ἄν τʼ εὐεργετούμενος εἰς χρήματα ἢ εἰς διαπράξεις πολιτικὰς μὴ καταφρονήσῃ·
このように、まさにこの理由によって、第一に、容易に捕らえられることは醜いこととみなされている。 それは時間が経過するためであり、時間こそが多くの場合に見事な吟味をなすと思われるからである。 第二に、金銭や政治的権力によって捕らえられることは醜い。 たとえ辛い目に遭って畏縮し、耐え忍ばなかったとしても、あるいは金銭や政治的地位において恩恵を受けながらも、それを軽蔑しなかったとしてもである。
οὐδὲν γὰρ δοκεῖ τούτων οὔτε βέβαιον οὔτε μόνιμον εἶναι, χωρὶς τοῦ μηδὲ πεφυκέναι ἀπʼ αὐτῶν γενναίαν φιλίαν.
なぜなら、これらのものは何一つ確実でも永続的でもないと思われ、またそれらから高貴な友情が生じる性質のものでもないからである。
μία δὴ λείπεται τῷ ἡμετέρῳ νόμῳ ὁδός, εἰ μέλλει καλῶς χαριεῖσθαι ἐραστῇ παιδικά.
したがって、もし愛児が愛者に見事に身を任せようとするなら、私たちの法に残されている道はただ一つである。
ἔστι γὰρ ἡμῖν νόμος, ὥσπερ ἐπὶ τοῖς ἐρασταῖς ἦν δουλεύειν ἐθέλοντα ἡντινοῦν δουλείαν παιδικοῖς μὴ κολακείαν εἶναι μηδὲ ἐπονείδιστον, οὕτω δὴ καὶ ἄλλη μία μόνη δουλεία ἑκούσιος λείπεται οὐκ ἐπονείδιστος·
なぜなら、私たちには法があり、愛者たちにとっては、愛児のためにいかなる隷属をも自ら進んで引き受けることは、へつらいでもなく非難されるべきことでもないのと同様に、非難されるべきではない、もう一つの唯一の自発的な隷属が残されている。
αὕτη δʼ ἐστὶν ἡ περὶ τὴν ἀρετήν.
それは、徳に関するものである。
νενόμισται γὰρ δὴ ἡμῖν, ἐάν τις ἐθέλῃ τινὰ θεραπεύειν ἡγούμενος διʼ ἐκεῖνον ἀμείνων ἔσεσθαι ἢ κατὰ σοφίαν τινὰ ἢ κατὰ ἄλλο ὁτιοῦν μέρος ἀρετῆς, αὕτη αὖ ἡ ἐθελοδουλεία οὐκ αἰσχρὰ εἶναι οὐδὲ κολακεία.
実際、私たちの間では、もし誰かが、その人のおかげで、知恵においてであれ、あるいは他のいかなる徳の一部においてであれ、自分がより優れた者になると考えて、誰かに仕えることを望むなら、この自発的な隷属もまた醜いものではなく、へつらいでもないとみなされているからである。
δεῖ δὴ τὼ νόμω τούτω συμβαλεῖν εἰς ταὐτόν, τόν τε περὶ τὴν παιδεραστίαν καὶ τὸν περὶ τὴν φιλοσοφίαν τε καὶ τὴν ἄλλην ἀρετήν, εἰ μέλλει συμβῆναι καλὸν γενέσθαι τὸ ἐραστῇ παιδικὰ χαρίσασθαι.
それゆえ、愛者が愛児に身を任せることが美しいことになるためには、少年愛に関する法と、知恵への愛およびその他の徳に関する法という、これら二つの法を同じ場所に合致させなければならない。
ὅταν γὰρ εἰς τὸ αὐτὸ ἔλθωσιν ἐραστής τε καὶ παιδικά, νόμον ἔχων ἑκάτερος, ὁ μὲν χαρισαμένοις παιδικοῖς ὑπηρετῶν ὁτιοῦν δικαίως ἂν ὑπηρετεῖν, ὁ δὲ τῷ ποιοῦντι αὐτὸν σοφόν τε καὶ ἀγαθὸν δικαίως αὖ ὁτιοῦν ἂν ὑπουργῶν ὑπουργεῖν, καὶ ὁ μὲν δυνάμενος εἰς φρόνησιν καὶ τὴν ἄλλην ἀρετὴν συμβάλλεσθαι, ὁ δὲ δεόμενος εἰς παίδευσιν καὶ τὴν ἄλλην σοφίαν κτᾶσθαι, τότε δὴ τούτων συνιόντων εἰς ταὐτὸν τῶν νόμων μοναχοῦ ἐνταῦθα συμπίπτει τὸ καλὸν εἶναι παιδικὰ ἐραστῇ χαρίσασθαι, ἄλλοθι δὲ οὐδαμοῦ.
なぜなら、愛者と愛児が同じ場所に集まり、双方がそれぞれ法を有するとき、一方は身を任せてくれた愛児に対して、いかなる奉仕であれ正当に行い、他方は自分を知恵があり優れた者にしてくれる人に対して、いかなる奉仕であれこれまた正当に尽くすとき、また、一方は思慮やその他の徳を分け与えることができ、他方は教育やその他の知恵を獲得することを必要としているとき、まさにこれらの法が同じ場所に合致するときにのみ、そこで例外なく、愛児が愛者に身を任せることが美しいということになり、他のいかなる場合にもそうはならない。
ἐπὶ τούτῳ καὶ ἐξαπατηθῆναι οὐδὲν αἰσχρόν·
この条件のもとでは、騙されることでさえ少しも醜いことではない。
ἐπὶ δὲ τοῖς ἄλλοις πᾶσι καὶ ἐξαπατωμένῳ αἰσχύνην φέρει καὶ μή.
しかし、他のすべての場合には、騙されても騙されなくても、恥をもたらすのである。
§185εἰ γάρ τις ἐραστῇ ὡς πλουσίῳ πλούτου ἕνεκα χαρισάμενος ἐξαπατηθείη καὶ μὴ λάβοι χρήματα, ἀναφανέντος τοῦ ἐραστοῦ πένητος, οὐδὲν ἧττον αἰσχρόν·
なぜなら、もし誰かが愛者を富んだ者と思い、富のために身を任せて騙され、その愛者が貧乏人であると判明して金銭を得られなかったとしても、それは劣らず醜いことだからである。
δοκεῖ γὰρ ὁ τοιοῦτος τό γε αὑτοῦ ἐπιδεῖξαι, ὅτι ἕνεκα χρημάτων ὁτιοῦν ἂν ὁτῳοῦν ὑπηρετοῖ, τοῦτο δὲ οὐ καλόν.
なぜなら、そのような者は、金銭のためなら誰に対してもいかなる奉仕でもするだろうという、自分自身の本性を示したと思われるからであり、これは美しいことではない。
κατὰ τὸν αὐτὸν δὴ λόγον κἂν εἴ τις ὡς ἀγαθῷ χαρισάμενος καὶ αὐτὸς ὡς ἀμείνων ἐσόμενος διὰ τὴν φιλίαν ἐραστοῦ ἐξαπατηθείη, ἀναφανέντος ἐκείνου κακοῦ καὶ οὐ κεκτημένου ἀρετήν, ὅμως καλὴ ἡ ἀπάτη·
同じ理屈によって、たとえ誰かが愛者を優れた者と思い、その愛者との友情を通じて自分自身もより優れた者になるだろうと思って身を任せて騙され、その相手が悪しき者で徳を宿していないと判明したとしても、それでもやはりその欺瞞は美しい。
δοκεῖ γὰρ αὖ καὶ οὗτος τὸ καθʼ αὑτὸν δεδηλωκέναι, ὅτι ἀρετῆς γʼ ἕνεκα καὶ τοῦ βελτίων γενέσθαι πᾶν ἂν παντὶ προθυμηθείη, τοῦτο δὲ αὖ πάντων κάλλιστον·
なぜなら、この者もまた、徳のため、そして自分がより良くなるためなら、誰に対してもあらゆる熱意を尽くすだろうという、自分自身の本性を示したと思われるからであり、これこそがあらゆることの中で最も美しいことだからである。
οὕτω πᾶν πάντως γε καλὸν ἀρετῆς γʼ ἕνεκα χαρίζεσθαι.
このように、徳のために身を任せることは、いかなる形であれ全面的に美しいのである。
οὗτός ἐστιν ὁ τῆς οὐρανίας θεοῦ ἔρως καὶ οὐράνιος καὶ πολλοῦ ἄξιος καὶ πόλει καὶ ἰδιώταις, πολλὴν ἐπιμέλειαν ἀναγκάζων ποιεῖσθαι πρὸς ἀρετὴν τόν τε ἐρῶντα αὐτὸν αὑτοῦ καὶ τὸν ἐρώμενον·
これこそが、天上の女神の愛であり、天上的であり、国家にとっても個人にとっても大いに価値があるものであり、愛する者自身にも、また愛される者にも、徳に向かって多大な配慮を払うことを強いるのである。
οἱ δʼ ἕτεροι πάντες τῆς ἑτέρας, τῆς πανδήμου.
しかし、他のすべての愛はもう一方の女神、すなわち世俗の女神のものである。
ταῦτά σοι, ἔφη, ὡς ἐκ τοῦ παραχρῆμα, ὦ Φαῖδρε, περὶ Ἔρωτος συμβάλλομαι.
「ファイドロスよ、これらが私の、不意に、愛について君に捧げる分だ」と彼は言った。
Παυσανίου δὲ παυσαμένου—διδάσκουσι γάρ με ἴσα λέγειν οὑτωσὶ οἱ σοφοί—ἔφη ὁ Ἀριστόδημος δεῖν μὲν Ἀριστοφάνη λέγειν, τυχεῖν δὲ αὐτῷ τινα ἢ ὑπὸ πλησμονῆς ἢ ὑπό τινος ἄλλου λύγγα ἐπιπεπτωκυῖαν καὶ οὐχ οἷόν τε εἶναι λέγειν, ἀλλʼ εἰπεῖν αὐτόν—ἐν τῇ κάτω γὰρ αὐτοῦ τὸν ἰατρὸν Ἐρυξίμαχον κατακεῖσθαι—
ὦ Ἐρυξίμαχε, δίκαιος εἶ ἢ παῦσαί με τῆς λυγγὸς ἢ λέγειν ὑπὲρ ἐμοῦ, ἕως ἂν ἐγὼ παύσωμαι.
パウサニアスがパウサしたとき――知者たちは私にこのように同じ音で語ることを教えてくれるのだから――アリストデモスが言うには、次はアリストパネスが話さなければならなかったが、食べすぎのためか、あるいは他の何かのために、彼にたまたましゃっくりが起こり、話すことができなくなっていた。 そこで彼は――その下の席には医師のエリュクシマコスが横たわっていたのだが――次のように言った。 「エリュクシマコスよ、君は私のしゃっくりを止めるか、さもなければ私が止まるまで私の代わりに話すのが当然だ」と。
καὶ τὸν Ἐρυξίμαχον εἰπεῖν
ἀλλὰ ποιήσω ἀμφότερα ταῦτα·
そしてエリュクシマコスが言った。 「よろしい、私はその両方を行おう。
ἐγὼ μὲν γὰρ ἐρῶ ἐν τῷ σῷ μέρει, σὺ δʼ ἐπειδὰν παύσῃ, ἐν τῷ ἐμῷ.
私は君の番において話し、君はしゃっくりが止まったら、私の番において話してくれ。
ἐν ᾧ δʼ ἂν ἐγὼ λέγω, ἐὰν μέν σοι ἐθέλῃ ἀπνευστὶ ἔχοντι πολὺν χρόνον παύεσθαι ἡ λύγξ·
私が話している間、もし君が息を長く止めていることで、しゃっくりが止まりたいと望むなら、そうしてくれ。
εἰ δὲ μή, ὕδατι ἀνακογχυλίασον.
もし止まらなければ、水でうがいをしてくれ。
εἰ δʼ ἄρα πάνυ ἰσχυρά ἐστιν, ἀναλαβών τι τοιοῦτον οἵῳ κινήσαις ἂν τὴν ῥῖνα, πτάρε·
それでもし非常に強いしゃっくりなら、鼻を刺激するようなものを取り上げて、くしゃみをしなさい。
καὶ ἐὰν τοῦτο ποιήσῃς ἅπαξ ἢ δίς, καὶ εἰ πάνυ ἰσχυρά ἐστι, παύσεται. οὐκ ἂν φθάνοις λέγων,
φάναι τὸν Ἀριστοφάνη·
これを一、二回行えば、たとえ非常に強いしゃっくりであっても、止まるだろう」「さあ、早く話し始めてくれ」とアリストパネスは言った。
ἐγὼ δὲ ταῦτα ποιήσω.
「私はそれらのことを試みるから」