§184τούτους δὴ βούλεται ὁ ἡμέτερος νόμος εὖ καὶ καλῶς βασανίζειν, καὶ τοῖς μὲν χαρίσασθαι, τοὺς δὲ διαφεύγειν.
我们的法律正是想要对这些人进行良好且美妙的检验,并向一些人献好,而避开另一些人。
διὰ ταῦτα οὖν τοῖς μὲν διώκειν παρακελεύεται, τοῖς δὲ φεύγειν, ἀγωνοθετῶν καὶ βασανίζων ποτέρων ποτέ ἐστιν ὁ ἐρῶν καὶ ποτέρων ὁ ἐρώμενος.
因此,法律鼓励一些人去追求,而鼓励另一些人去逃避,扮演裁判并检验:爱者属于这两类中的哪一类,而被爱者又属于哪一类。
οὕτω δὴ ὑπὸ ταύτης τῆς αἰτίας πρῶτον μὲν τὸ ἁλίσκεσθαι ταχὺ αἰσχρὸν νενόμισται, ἵνα χρόνος ἐγγένηται, ὃς δὴ δοκεῖ τὰ πολλὰ καλῶς βασανίζειν, ἔπειτα τὸ ὑπὸ χρημάτων καὶ ὑπὸ πολιτικῶν δυνάμεων ἁλῶναι αἰσχρόν, ἐάν τε κακῶς πάσχων πτήξῃ καὶ μὴ καρτερήσῃ, ἄν τʼ εὐεργετούμενος εἰς χρήματα ἢ εἰς διαπράξεις πολιτικὰς μὴ καταφρονήσῃ·
因此,正由于这个原因,首先,迅速被追到被认为之可耻的,以便留出时间,而时间在大多数情况下似乎能进行美妙的检验;其次,因金钱和政治权势而被追到是可耻的,无论是因为遭受苦难而退缩不忍,还是在金钱或政治勾当中受到恩惠却不予鄙视。
οὐδὲν γὰρ δοκεῖ τούτων οὔτε βέβαιον οὔτε μόνιμον εἶναι, χωρὶς τοῦ μηδὲ πεφυκέναι ἀπʼ αὐτῶν γενναίαν φιλίαν.
因为这些东西没有一样被认为是可靠或持久的,更不用说它们天生就无法产生高贵的友谊。
μία δὴ λείπεται τῷ ἡμετέρῳ νόμῳ ὁδός, εἰ μέλλει καλῶς χαριεῖσθαι ἐραστῇ παιδικά.
因此,如果被爱青年想要以美妙的方式向爱者献好,我们的法律便只剩下一条道路。
ἔστι γὰρ ἡμῖν νόμος, ὥσπερ ἐπὶ τοῖς ἐρασταῖς ἦν δουλεύειν ἐθέλοντα ἡντινοῦν δουλείαν παιδικοῖς μὴ κολακείαν εἶναι μηδὲ ἐπονείδιστον, οὕτω δὴ καὶ ἄλλη μία μόνη δουλεία ἑκούσιος λείπεται οὐκ ἐπονείδιστος·
因为我们有一条法律:正如对于爱者而言,自愿为被爱者承担任何一种奴役并不算作阿谀,也不算作可耻一样,同样,也留下了另一条唯一的、不可耻的自愿奴役之路,这就是关于美德的奴役。
αὕτη δʼ ἐστὶν ἡ περὶ τὴν ἀρετήν. νενόμισται γὰρ δὴ ἡμῖν, ἐάν τις ἐθέλῃ τινὰ θεραπεύειν ἡγούμενος διʼ ἐκεῖνον ἀμείνων ἔσεσθαι ἢ κατὰ σοφίαν τινὰ ἢ κατὰ ἄλλο ὁτιοῦν μέρος ἀρετῆς, αὕτη αὖ ἡ ἐθελοδουλεία οὐκ αἰσχρὰ εἶναι οὐδὲ κολακεία.
因为在我们的习俗中,如果有人愿意侍奉某人,认为通过他自己会在某种智慧上或在美德的其他任何部分变得更好,这种自愿的奴役同样不被认为是可耻的,也不算作阿谀。
δεῖ δὴ τὼ νόμω τούτω συμβαλεῖν εἰς ταὐτόν, τόν τε περὶ τὴν παιδεραστίαν καὶ τὸν περὶ τὴν φιλοσοφίαν τε καὶ τὴν ἄλλην ἀρετήν, εἰ μέλλει συμβῆναι καλὸν γενέσθαι τὸ ἐραστῇ παιδικὰ χαρίσασθαι.
因此,如果向爱者献好要成为一件美好的事,就必须将这两条法律合二为一,即关于少年之爱的法律和关于智慧之爱及其他美德的法律。
ὅταν γὰρ εἰς τὸ αὐτὸ ἔλθωσιν ἐραστής τε καὶ παιδικά, νόμον ἔχων ἑκάτερος, ὁ μὲν χαρισαμένοις παιδικοῖς ὑπηρετῶν ὁτιοῦν δικαίως ἂν ὑπηρετεῖν, ὁ δὲ τῷ ποιοῦντι αὐτὸν σοφόν τε καὶ ἀγαθὸν δικαίως αὖ ὁτιοῦν ἂν ὑπουργῶν ὑπουργεῖν, καὶ ὁ μὲν δυνάμενος εἰς φρόνησιν καὶ τὴν ἄλλην ἀρετὴν συμβάλλεσθαι, ὁ δὲ δεόμενος εἰς παίδευσιν καὶ τὴν ἄλλην σοφίαν κτᾶσθαι, τότε δὴ τούτων συνιόντων εἰς ταὐτὸν τῶν νόμων μοναχοῦ ἐνταῦθα συμπίπτει τὸ καλὸν εἶναι παιδικὰ ἐραστῇ χαρίσασθαι, ἄλλοθι δὲ οὐδαμοῦ.
因为当爱者与被爱青年走到同一个地方,双方各自持有其法律,一方公正地对向他献好的被爱青年尽其所能地服务,而另一方也同样公正地对使他变得智慧且高尚的人尽其所能地协助,且一方有能力在明智和其他美德上做出贡献,而另一方需要获得教养和其他智慧,只有在此时,当这些法律合二为一的时候,也只有在这里,被爱青年向爱者献好才符合“美好”这一定义,在其他任何地方都不行。
ἐπὶ τούτῳ καὶ ἐξαπατηθῆναι οὐδὲν αἰσχρόν· ἐπὶ δὲ τοῖς ἄλλοις πᾶσι καὶ ἐξαπατωμένῳ αἰσχύνην φέρει καὶ μή.
在这种情况下,即使被欺骗也一点不可耻;但在所有其他情况下,无论是否被骗,都会带来耻辱。
§185εἰ γάρ τις ἐραστῇ ὡς πλουσίῳ πλούτου ἕνεκα χαρισάμενος ἐξαπατηθείη καὶ μὴ λάβοι χρήματα, ἀναφανέντος τοῦ ἐραστοῦ πένητος, οὐδὲν ἧττον αἰσχρόν·
因为,如果有人误以为爱人富有而为了财富向他献好,结果却被骗了,没有得到钱财,因为那爱人显露出是个穷光蛋,这同样是可耻的。
δοκεῖ γὰρ ὁ τοιοῦτος τό γε αὑτοῦ ἐπιδεῖξαι, ὅτι ἕνεκα χρημάτων ὁτιοῦν ἂν ὁτῳοῦν ὑπηρετοῖ, τοῦτο δὲ οὐ καλόν.
因为这样的人似乎展示了他自己的本性:即为了金钱,他会为任何人做任何事,而这并不美好。
κατὰ τὸν αὐτὸν δὴ λόγον κἂν εἴ τις ὡς ἀγαθῷ χαρισάμενος καὶ αὐτὸς ὡς ἀμείνων ἐσόμενος διὰ τὴν φιλίαν ἐραστοῦ ἐξαπατηθείη, ἀναφανέντος ἐκείνου κακοῦ καὶ οὐ κεκτημένου ἀρετήν, ὅμως καλὴ ἡ ἀπάτη·
根据同样的道理,即使有人误以为爱人高尚,期望通过与爱人的友谊使自己变得更好而向他献好,结果却被骗了,因为那人显露出是个卑劣且不具有美德的人,但这欺骗仍然是美好的。
δοκεῖ γὰρ αὖ καὶ οὗτος τὸ καθʼ αὑτὸν δεδηλωκέναι, ὅτι ἀρετῆς γʼ ἕνεκα καὶ τοῦ βελτίων γενέσθαι πᾶν ἂν παντὶ προθυμηθείη, τοῦτο δὲ αὖ πάντων κάλλιστον·
因为这人似乎同样表明了他自己的本性:即为了美德和变得更好,他愿意为任何人竭尽全力做任何事,而这又是所有事情中最美好的。
οὕτω πᾶν πάντως γε καλὸν ἀρετῆς γʼ ἕνεκα χαρίζεσθαι.
因此,为了美德而献好,无论如何、在一切方面都是美好的。
οὗτός ἐστιν ὁ τῆς οὐρανίας θεοῦ ἔρως καὶ οὐράνιος καὶ πολλοῦ ἄξιος καὶ πόλει καὶ ἰδιώταις, πολλὴν ἐπιμέλειαν ἀναγκάζων ποιεῖσθαι πρὸς ἀρετὴν τόν τε ἐρῶντα αὐτὸν αὑτοῦ καὶ τὸν ἐρώμενον· οἱ δʼ ἕτεροι πάντες τῆς ἑτέρας, τῆς πανδήμου.
这就是天上的女神之爱,它既是天上的,也对城邦和个人具有巨大的价值,它强迫爱者自己以及被爱者对美德付出极大的关注;而其他所有的爱都属于另一位女神,即俗世的女神。
ταῦτά σοι, ἔφη, ὡς ἐκ τοῦ παραχρῆμα, ὦ Φαῖδρε, περὶ Ἔρωτος συμβάλλομαι.
斐德罗啊,这些就是我即兴为你提供的关于爱神的观点。
Παυσανίου δὲ παυσαμένου—διδάσκουσι γάρ με ἴσα λέγειν οὑτωσὶ οἱ σοφοί—ἔφη ὁ Ἀριστόδημος δεῖν μὲν Ἀριστοφάνη λέγειν, τυχεῖν δὲ αὐτῷ τινα ἢ ὑπὸ πλησμονῆς ἢ ὑπό τινος ἄλλου λύγγα ἐπιπεπτωκυῖαν καὶ οὐχ οἷόν τε εἶναι λέγειν, ἀλλʼ εἰπεῖν αὐτόν—ἐν τῇ κάτω γὰρ αὐτοῦ τὸν ἰατρὸν Ἐρυξίμαχον κατακεῖσθαι—
ὦ Ἐρυξίμαχε, δίκαιος εἶ ἢ παῦσαί με τῆς λυγγὸς ἢ λέγειν ὑπὲρ ἐμοῦ, ἕως ἂν ἐγὼ παύσωμαι.
当泡萨尼阿斯停下来时——因为智者们教导我要像这样说出相同谐音的词——阿里托德莫斯说,本该轮到阿里斯托芬发言了,但很不凑巧,他因为吃得太饱或因为其他什么原因而打起嗝来,无法发言,于是他便对——因为医生厄里希马库斯正好躺在他的下方——说道: “厄里希马库斯,你理当要么帮我止住打嗝,要么代替我发言,直到我止住为止。
καὶ τὸν Ἐρυξίμαχον εἰπεῖν
ἀλλὰ ποιήσω ἀμφότερα ταῦτα·
” 厄里希马库斯便说: “那好,这两件事我都会做。
ἐγὼ μὲν γὰρ ἐρῶ ἐν τῷ σῷ μέρει, σὺ δʼ ἐπειδὰν παύσῃ, ἐν τῷ ἐμῷ.
我将代替你的轮次发言,而你,在止住打嗝后,再代替我的轮次发言。
ἐν ᾧ δʼ ἂν ἐγὼ λέγω, ἐὰν μέν σοι ἐθέλῃ ἀπνευστὶ ἔχοντι πολὺν χρόνον παύεσθαι ἡ λύγξ· εἰ δὲ μή, ὕδατι ἀνακογχυλίασον.
在我发言期间,如果你长时间屏住呼吸能让打嗝止住,那就这么办;如果不行,就用温水漱口。
εἰ δʼ ἄρα πάνυ ἰσχυρά ἐστιν, ἀναλαβών τι τοιοῦτον οἵῳ κινήσαις ἂν τὴν ῥῖνα, πτάρε·
如果打嗝真的很厉害,就拿点什么东西来刺激一下你的鼻子,打个喷嚏。
καὶ ἐὰν τοῦτο ποιήσῃς ἅπαξ ἢ δίς, καὶ εἰ πάνυ ἰσχυρά ἐστι, παύσεται.
如果你做一两次,即使打嗝非常严重,也会止住的。
οὐκ ἂν φθάνοις λέγων,
φάναι τὸν Ἀριστοφάνη· ἐγὼ δὲ ταῦτα ποιήσω.
” “你最好赶快开始说吧,” 阿里斯托芬说: “我这就照着这些法子去做。 ”