§181οἷον ὃ νῦν ἡμεῖς ποιοῦμεν, ἢ πίνειν ἢ ᾁδειν ἢ διαλέγεσθαι, οὐκ ἔστι τούτων αὐτὸ καλὸν οὐδέν, ἀλλʼ ἐν τῇ πράξει, ὡς ἂν πραχθῇ, τοιοῦτον ἀπέβη·
例えば私たちが今していること、すなわち飲むこと、歌うこと、あるいは対話することのように、これら自体のうちどれ一つとして美しいものはなく、ただその行為において、どのようになされるかによって、そのようになるのである。
καλῶς μὲν γὰρ πραττόμενον καὶ ὀρθῶς καλὸν γίγνεται, μὴ ὀρθῶς δὲ αἰσχρόν.
なぜなら、美しくかつ正しくなされるときには美しいものとなり、正しくないときには醜いものとなるからである。
οὕτω δὴ καὶ τὸ ἐρᾶν καὶ ὁ Ἔρως οὐ πᾶς ἐστι καλὸς οὐδὲ ἄξιος ἐγκωμιάζεσθαι, ἀλλὰ ὁ καλῶς προτρέπων ἐρᾶν.
したがって、愛することやエロスも同様に、そのすべてが美しいわけでも賛美に値するわけでもなく、美しく愛するように促すエロスだけがそうなのである。
ὁ μὲν οὖν τῆς Πανδήμου Ἀφροδίτης ὡς ἀληθῶς πάνδημός ἐστι καὶ ἐξεργάζεται ὅτι ἂν τύχῃ· καὶ οὗτός ἐστιν ὃν οἱ φαῦλοι τῶν ἀνθρώπων ἐρῶσιν.
さて、民衆のアプロディテに伴うエロスは、まさに真に世俗的であり、出当たりばったりに何でも行い、これこそ卑俗な人々が愛するところのエロスなのである。
ἐρῶσι δὲ οἱ τοιοῦτοι πρῶτον μὲν οὐχ ἧττον γυναικῶν ἢ παίδων, ἔπειτα ὧν καὶ ἐρῶσι τῶν σωμάτων μᾶλλον ἢ τῶν ψυχῶν, ἔπειτα ὡς ἂν δύνωνται ἀνοητοτάτων, πρὸς τὸ διαπράξασθαι μόνον βλέποντες, ἀμελοῦντες δὲ τοῦ καλῶς ἢ μή·
このような人々は、第一に少年と同じくらいに女をも愛し、第二に愛するものの中でも魂よりむしろ肉体を愛し、第三にできる限り最も愚かな相手を愛する。 ただ情欲を遂げることだけを目的にし、それが美しくなされるか否かには無頓着だからである。
ὅθεν δὴ συμβαίνει αὐτοῖς ὅτι ἂν τύχωσι τοῦτο πράττειν, ὁμοίως μὲν ἀγαθόν, ὁμοίως δὲ τοὐναντίον.
それゆえ彼らには、善いこともその反対のことも、出当たりばったりに何でも行うことになる。
ἔστι γὰρ καὶ ἀπὸ τῆς θεοῦ νεωτέρας τε οὔσης πολὺ ἢ τῆς ἑτέρας, καὶ μετεχούσης ἐν τῇ γενέσει καὶ θήλεος καὶ ἄρρενος.
というのも、このエロスは、他方の女神よりもはるかに若く、その誕生において女性と男性の両方に参与している女神に由来するからである。
ὁ δὲ τῆς Οὐρανίας πρῶτον μὲν οὐ μετεχούσης θήλεος ἀλλʼ ἄρρενος μόνον—καὶ ἔστιν οὗτος ὁ τῶν παίδων ἔρως—ἔπειτα πρεσβυτέρας, ὕβρεως ἀμοίρου·
他方、天上の女神に伴うエロスは、第一に女性には参与せず男性だけに参与しており(そしてこれこそが少年を愛する愛である)、第二に、より年長で無軌道な傲慢さとは無縁な女神に由来する。
ὅθεν δὴ ἐπὶ τὸ ἄρρεν τρέπονται οἱ ἐκ τούτου τοῦ ἔρωτος ἔπιπνοι, τὸ φύσει ἐρρωμενέστερον καὶ νοῦν μᾶλλον ἔχον ἀγαπῶντες.
それゆえ、このエロスにインスピレーションを得た者たちは男性の方へと向かい、生まれつきより力強く、より理性を備えているものを愛するのである。
καί τις ἂν γνοίη καὶ ἐν αὐτῇ τῇ παιδεραστίᾳ τοὺς εἰλικρινῶς ὑπὸ τούτου τοῦ ἔρωτος ὡρμημένους·
そして、少年愛そのものの中においても、このエロスによって純粋に動かされている人々を見分けることができるだろう。
οὐ γὰρ ἐρῶσι παίδων, ἀλλʼ ἐπειδὰν ἤδη ἄρχωνται νοῦν ἴσχειν, τοῦτο δὲ πλησιάζει τῷ γενειάσκειν.
なぜなら彼らは、幼い子供を愛するのではなく、彼らがすでに理性を持ち始める頃から愛するからであり、これは髭が生え始める時期に近いのである。
παρεσκευασμένοι γὰρ οἶμαί εἰσιν οἱ ἐντεῦθεν ἀρχόμενοι ἐρᾶν ὡς τὸν βίον ἅπαντα συνεσόμενοι καὶ κοινῇ συμβιωσόμενοι, ἀλλʼ οὐκ ἐξαπατήσαντες, ἐν ἀφροσύνῃ λαβόντες ὡς νέον, καταγελάσαντες οἰχήσεσθαι ἐπʼ ἄλλον ἀποτρέχοντες.
というのも、この時期から愛し始める人々は、生涯を共に過ごし共同生活を営む準備ができていると私は思うからであり、相手が若くて無分別なうちに騙して利用し、嘲笑した挙句に、別の相手へと走り去ってしまうようなことはしないのである。
χρῆν δὲ καὶ νόμον εἶναι μὴ ἐρᾶν παίδων, ἵνα μὴ εἰς ἄδηλον πολλὴ σπουδὴ ἀνηλίσκετο·
本来なら、少年を愛することを禁止する法律があるべきなのだ。 そうすれば、不確実なことのために多大な熱意が浪費されずに済むだろうから。
τὸ γὰρ τῶν παίδων τέλος ἄδηλον οἷ τελευτᾷ κακίας καὶ ἀρετῆς ψυχῆς τε πέρι καὶ σώματος.
なぜなら、少年たちの将来が、魂と肉体の両面において、徳と悪徳のどちらに行き着くかは不確実だからである。
οἱ μὲν οὖν ἀγαθοὶ τὸν νόμον τοῦτον αὐτοὶ αὑτοῖς ἑκόντες τίθενται, χρῆν δὲ καὶ τούτους τοὺς πανδήμους ἐραστὰς προσαναγκάζειν τὸ τοιοῦτον, ὥσπερ καὶ τῶν ἐλευθέρων γυναικῶν προσαναγκάζομεν αὐτοὺς καθʼ ὅσον δυνάμεθα μὴ ἐρᾶν.
優れた人々は自ら進んでこの規則を自らに課しているが、これら世俗的な愛者たちに対しても、私たちが自由な身分の女性を愛さないように、できる限り彼らを強制しているのと同様に、そうした制限を強制すべきである。
§182οὗτοι γάρ εἰσιν οἱ καὶ τὸ ὄνειδος πεποιηκότες, ὥστε τινὰς τολμᾶν λέγειν ὡς αἰσχρὸν χαρίζεσθαι ἐρασταῖς·
というのも、愛者に身を任せるのは醜いことだと一部の人々が敢えて言うような不名誉を生み出したのは、まさにこれらの人々だからである。
λέγουσι δὲ εἰς τούτους ἀποβλέποντες, ὁρῶντες αὐτῶν τὴν ἀκαιρίαν καὶ ἀδικίαν, ἐπεὶ οὐ δήπου κοσμίως γε καὶ νομίμως ὁτιοῦν πρᾶγμα πραττόμενον ψόγον ἂν δικαίως φέροι.
彼らがそう言うのは、これらの人々に目を向け、彼らの不適切さと不義を見ているからであって、秩序正しくかつ合法的に行われることなら、いかなる行為であっても当然ながら不当に非難を受けるはずがないからである。
καὶ δὴ καὶ ὁ περὶ τὸν ἔρωτα νόμος ἐν μὲν ταῖς ἄλλαις πόλεσι νοῆσαι ῥᾴδιος, ἁπλῶς γὰρ ὥρισται·
そして実際、愛に関する法は、他の都市においては理解するのが容易である。 単純に規定されているからである。
ὁ δʼ ἐνθάδε καὶ ἐν Λακεδαίμονι ποικίλος.
しかし、当地における法やラケダイモンにおける法は複雑である。
ἐν Ἤλιδι μὲν γὰρ καὶ ἐν Βοιωτοῖς, καὶ οὗ μὴ σοφοὶ λέγειν, ἁπλῶς νενομοθέτηται καλὸν τὸ χαρίζεσθαι ἐρασταῖς, καὶ οὐκ ἄν τις εἴποι οὔτε νέος οὔτε παλαιὸς ὡς αἰσχρόν, ἵνα οἶμαι μὴ πράγματʼ ἔχωσιν λόγῳ πειρώμενοι πείθειν τοὺς νέους, ἅτε ἀδύνατοι λέγειν·
エリスやボイオティア、あるいは言葉に巧みでない人々が住む場所においては、愛者に身を任せることは無条件に美しいことと法制化されており、若い者も年長者も誰もそれが醜いとは言わない。 これは、私が思うに、彼らが説得する能力に欠けているため、言葉で若者を説得しようとして苦労をしないようにするためである。
τῆς δὲ Ἰωνίας καὶ ἄλλοθι πολλαχοῦ αἰσχρὸν νενόμισται, ὅσοι ὑπὸ βαρβάροις οἰκοῦσιν.
一方、イオニア地方や、その他多くの未開人の支配下にある場所では、それは醜いこととみなされている。
τοῖς γὰρ βαρβάροις διὰ τὰς τυραννίδας αἰσχρὸν τοῦτό γε καὶ ἥ γε φιλοσοφία καὶ ἡ φιλογυμναστία·
なぜなら、未開人にとっては、専制政治のゆえに、このことだけでなく、哲学や体育を好むことも醜いとされているからである。
οὐ γὰρ οἶμαι συμφέρει τοῖς ἄρχουσι φρονήματα μεγάλα ἐγγίγνεσθαι τῶν ἀρχομένων, οὐδὲ φιλίας ἰσχυρὰς καὶ κοινωνίας, ὃ δὴ μάλιστα φιλεῖ τά τε ἄλλα πάντα καὶ ὁ ἔρως ἐμποιεῖν.
というのも、支配者たちにとって、被支配者たちの間に大いなる志や、強い友情や連帯が生じることは都合が悪いからだと私は思う。 これらは、他の一切のもののうちでも、とりわけ愛が好んで生み出すものだからである。
ἔργῳ δὲ τοῦτο ἔμαθον καὶ οἱ ἐνθάδε τύραννοι·
このことを当地の僭主たちも事実によって身をもって学んだ。
ὁ γὰρ Ἀριστογείτονος ἔρως καὶ ἡ Ἁρμοδίου φιλία βέβαιος γενομένη κατέλυσεν αὐτῶν τὴν ἀρχήν.
アリストゲイトンの愛とハルモディオスの一途な友情が彼らの支配を転覆させたからである。
οὕτως οὗ μὲν αἰσχρὸν ἐτέθη χαρίζεσθαι ἐρασταῖς, κακίᾳ τῶν θεμένων κεῖται, τῶν μὲν ἀρχόντων πλεονεξίᾳ, τῶν δὲ ἀρχομένων ἀνανδρίᾳ·
このように、愛者に身を任せることが醜いと定められている場所においては、それは法を制定した者たちの邪悪さ、すなわち支配者たちの貪欲さと、被支配者たちの意気地なさに基づいている。
οὗ δὲ καλὸν ἁπλῶς ἐνομίσθη, διὰ τὴν τῶν θεμένων τῆς ψυχῆς ἀργίαν.
また、単に美しいとみなされている場所においては、法を制定した者たちの魂の怠惰によるのである。
ἐνθάδε δὲ πολὺ τούτων κάλλιον νενομοθέτηται, καὶ ὅπερ εἶπον, οὐ ῥᾴδιον κατανοῆσαι.
しかし当地においては、これらよりもはるかに美しい法が制定されており、私が言ったように、それを理解することは容易ではない。