Humanitext Reader

柏拉图 · 会饮篇 §181-182

两种埃罗斯与各城邦的少年爱习俗

第 7 段,共 36 段 · 希腊语

内容简介

帕萨尼亚斯提出,对应于阿佛洛狄忒的双重面貌,埃罗斯也有“俗世”和“天界”之分,并在此基础上阐述了它们各自的特征,以及希腊各城邦关于少年爱的法律与习俗的差异。

§181οἷον ὃ νῦν ἡμεῖς ποιοῦμεν, ἢ πίνειν ἢ ᾁδειν ἢ διαλέγεσθαι, οὐκ ἔστι τούτων αὐτὸ καλὸν οὐδέν, ἀλλʼ ἐν τῇ πράξει, ὡς ἂν πραχθῇ, τοιοῦτον ἀπέβη·
例如我们现在正在做的事,无论是饮酒、歌唱还是交谈,这些事情本身没有一样是美好的,而是在于其行使之中,根据它是如何被行使的,才呈现出如此这般的性质。
καλῶς μὲν γὰρ πραττόμενον καὶ ὀρθῶς καλὸν γίγνεται, μὴ ὀρθῶς δὲ αἰσχρόν.
因为当它被美好且正确地行使时,它就变得美好;而当不正确地行使时,就变得丑恶。
οὕτω δὴ καὶ τὸ ἐρᾶν καὶ ὁ Ἔρως οὐ πᾶς ἐστι καλὸς οὐδὲ ἄξιος ἐγκωμιάζεσθαι, ἀλλὰ ὁ καλῶς προτρέπων ἐρᾶν.
因此,恋爱和埃罗斯也同样,并非全都是美好的或值得歌颂的,而只有那引导人们去美好地恋爱的埃罗斯才是如此。
ὁ μὲν οὖν τῆς Πανδήμου Ἀφροδίτης ὡς ἀληθῶς πάνδημός ἐστι καὶ ἐξεργάζεται ὅτι ἂν τύχῃ·
那么,属于潘得摩斯(俗世)阿佛洛狄忒的埃罗斯,确实真正是俗世的,并且任意做出碰巧发生的事情;这也就是卑俗之人所经历的恋爱。
καὶ οὗτός ἐστιν ὃν οἱ φαῦλοι τῶν ἀνθρώπων ἐρῶσιν. ἐρῶσι δὲ οἱ τοιοῦτοι πρῶτον μὲν οὐχ ἧττον γυναικῶν ἢ παίδων, ἔπειτα ὧν καὶ ἐρῶσι τῶν σωμάτων μᾶλλον ἢ τῶν ψυχῶν, ἔπειτα ὡς ἂν δύνωνται ἀνοητοτάτων, πρὸς τὸ διαπράξασθαι μόνον βλέποντες, ἀμελοῦντες δὲ τοῦ καλῶς ἢ μή·
这种人恋爱,首先是爱女子不亚于爱青年,其次在他们所爱的人中,爱肉体过于爱灵魂,再次是爱尽可能最愚蠢的对手,他们只看着事情的达成,而不管这样做是美好还是不美好。
ὅθεν δὴ συμβαίνει αὐτοῖς ὅτι ἂν τύχωσι τοῦτο πράττειν, ὁμοίως μὲν ἀγαθόν, ὁμοίως δὲ τοὐναντίον.
因而,他们身上发生的事,就是碰巧做什么就做什么,同样可能是好事,同样也可能是坏事。
ἔστι γὰρ καὶ ἀπὸ τῆς θεοῦ νεωτέρας τε οὔσης πολὺ ἢ τῆς ἑτέρας, καὶ μετεχούσης ἐν τῇ γενέσει καὶ θήλεος καὶ ἄρρενος.
因为这个埃罗斯来自那位比另一位年轻得多,并且在出生中兼具雌雄两性的女神。
ὁ δὲ τῆς Οὐρανίας πρῶτον μὲν οὐ μετεχούσης θήλεος ἀλλʼ ἄρρενος μόνον—καὶ ἔστιν οὗτος ὁ τῶν παίδων ἔρως—ἔπειτα πρεσβυτέρας, ὕβρεως ἀμοίρου·
而属于乌拉尼亚(天界)阿佛洛狄忒的埃罗斯,首先来自不具雌性而仅具雄性特质——这也就是对青年的爱——其次,来自较年长的、无涉于狂妄粗暴(hybris)的女神。
ὅθεν δὴ ἐπὶ τὸ ἄρρεν τρέπονται οἱ ἐκ τούτου τοῦ ἔρωτος ἔπιπνοι, τὸ φύσει ἐρρωμενέστερον καὶ νοῦν μᾶλλον ἔχον ἀγαπῶντες.
因此,受到这种爱神启示的人转向男性,眷恋那天生更强壮、更具有心智的对象。
καί τις ἂν γνοίη καὶ ἐν αὐτῇ τῇ παιδεραστίᾳ τοὺς εἰλικρινῶς ὑπὸ τούτου τοῦ ἔρωτος ὡρμημένους· οὐ γὰρ ἐρῶσι παίδων, ἀλλʼ ἐπειδὰν ἤδη ἄρχωνται νοῦν ἴσχειν, τοῦτο δὲ πλησιάζει τῷ γενειάσκειν.
人们甚至在少年爱本身中,也能认出那些纯粹被这种爱所推动的人:因为他们不爱年幼的童子,而是在他们开始有理性的时候才去爱,而这接近长胡子的时期。
παρεσκευασμένοι γὰρ οἶμαί εἰσιν οἱ ἐντεῦθεν ἀρχόμενοι ἐρᾶν ὡς τὸν βίον ἅπαντα συνεσόμενοι καὶ κοινῇ συμβιωσόμενοι, ἀλλʼ οὐκ ἐξαπατήσαντες, ἐν ἀφροσύνῃ λαβόντες ὡς νέον, καταγελάσαντες οἰχήσεσθαι ἐπʼ ἄλλον ἀποτρέχοντες.
因为我认为,从这个时期开始恋爱的人,已经做好了一生相守、共同生活的准备,而不是去欺骗他们,趁他们年轻无知时占便宜,然后嘲弄一番,便抽身跑向另一个。
χρῆν δὲ καὶ νόμον εἶναι μὴ ἐρᾶν παίδων, ἵνα μὴ εἰς ἄδηλον πολλὴ σπουδὴ ἀνηλίσκετο· τὸ γὰρ τῶν παίδων τέλος ἄδηλον οἷ τελευτᾷ κακίας καὶ ἀρετῆς ψυχῆς τε πέρι καὶ σώματος.
本应当也有法律规定不许爱年幼的童子,免得在不确定的事情上耗费大量的精力;因为童子的未来终局是不确定的,无论是在灵魂还是肉体上,最终会走向邪恶还是美德。
οἱ μὲν οὖν ἀγαθοὶ τὸν νόμον τοῦτον αὐτοὶ αὑτοῖς ἑκόντες τίθενται, χρῆν δὲ καὶ τούτους τοὺς πανδήμους ἐραστὰς προσαναγκάζειν τὸ τοιοῦτον, ὥσπερ καὶ τῶν ἐλευθέρων γυναικῶν προσαναγκάζομεν αὐτοὺς καθʼ ὅσον δυνάμεθα μὴ ἐρᾶν.
优秀的人自愿为自己制定这条规则,但我们也应该强迫这些世俗的爱人遵守同样的规则,正如我们尽力强迫他们不要去爱自由的女眷一样。
§182οὗτοι γάρ εἰσιν οἱ καὶ τὸ ὄνειδος πεποιηκότες, ὥστε τινὰς τολμᾶν λέγειν ὡς αἰσχρὸν χαρίζεσθαι ἐρασταῖς· λέγουσι δὲ εἰς τούτους ἀποβλέποντες, ὁρῶντες αὐτῶν τὴν ἀκαιρίαν καὶ ἀδικίαν, ἐπεὶ οὐ δήπου κοσμίως γε καὶ νομίμως ὁτιοῦν πρᾶγμα πραττόμενον ψόγον ἂν δικαίως φέροι.
因为正是这些人造成了这种恶名,以至于有些人竟敢说,向爱人献好是可耻的;他们说这话是看着这些人,看到了他们的不合时宜和不义,因为任何事情只要是以庄重且合乎法度的方式进行的,绝不会正当地招致非议。
καὶ δὴ καὶ ὁ περὶ τὸν ἔρωτα νόμος ἐν μὲν ταῖς ἄλλαις πόλεσι νοῆσαι ῥᾴδιος, ἁπλῶς γὰρ ὥρισται· ὁ δʼ ἐνθάδε καὶ ἐν Λακεδαίμονι ποικίλος.
事实上,在其他城邦里关于恋爱的法律很容易理解,因为规定得很简单;但在我们这里和拉刻代蒙,法律却是复杂的。
ἐν Ἤλιδι μὲν γὰρ καὶ ἐν Βοιωτοῖς, καὶ οὗ μὴ σοφοὶ λέγειν, ἁπλῶς νενομοθέτηται καλὸν τὸ χαρίζεσθαι ἐρασταῖς, καὶ οὐκ ἄν τις εἴποι οὔτε νέος οὔτε παλαιὸς ὡς αἰσχρόν, ἵνα οἶμαι μὴ πράγματʼ ἔχωσιν λόγῳ πειρώμενοι πείθειν τοὺς νέους, ἅτε ἀδύνατοι λέγειν·
因为在伊利斯和波奥提亚,以及那些不善言辞的人居住的地方,法律简单地规定向爱人献好是美好的,无论年轻还是年长,没有人会说这是可耻的。 我认为,这是为了使他们不必费事用言语去说服青年,因为他们不擅长辞令。
τῆς δὲ Ἰωνίας καὶ ἄλλοθι πολλαχοῦ αἰσχρὸν νενόμισται, ὅσοι ὑπὸ βαρβάροις οἰκοῦσιν.
但在伊奥尼亚和许多其他地方,也就是凡居住在蛮族统治下的人那里,这被认为是可耻的。
τοῖς γὰρ βαρβάροις διὰ τὰς τυραννίδας αἰσχρὸν τοῦτό γε καὶ ἥ γε φιλοσοφία καὶ ἡ φιλογυμναστία· οὐ γὰρ οἶμαι συμφέρει τοῖς ἄρχουσι φρονήματα μεγάλα ἐγγίγνεσθαι τῶν ἀρχομένων, οὐδὲ φιλίας ἰσχυρὰς καὶ κοινωνίας, ὃ δὴ μάλιστα φιλεῖ τά τε ἄλλα πάντα καὶ ὁ ἔρως ἐμποιεῖν.
因为对蛮族来说,由于他们的专制统治,这件事确实是可耻的,哲学和对体育的爱好也是如此;因为我想,被统治者心中产生宏伟的志向,或者产生牢固的友谊与共同体,对统治者是没有好处的,而这一切正是爱神(埃罗斯)最习惯于创造的。
ἔργῳ δὲ τοῦτο ἔμαθον καὶ οἱ ἐνθάδε τύραννοι· ὁ γὰρ Ἀριστογείτονος ἔρως καὶ ἡ Ἁρμοδίου φιλία βέβαιος γενομένη κατέλυσεν αὐτῶν τὴν ἀρχήν.
我们这里的僭主们也从实际上尝到了这个教训:因为阿里斯托革同的爱和哈耳摩狄俄斯牢固的友谊,瓦解了他们的统治。
οὕτως οὗ μὲν αἰσχρὸν ἐτέθη χαρίζεσθαι ἐρασταῖς, κακίᾳ τῶν θεμένων κεῖται, τῶν μὲν ἀρχόντων πλεονεξίᾳ, τῶν δὲ ἀρχομένων ἀνανδρίᾳ· οὗ δὲ καλὸν ἁπλῶς ἐνομίσθη, διὰ τὴν τῶν θεμένων τῆς ψυχῆς ἀργίαν.
因此,在那些规定向爱人献好为可耻的地方,这取决于立法者的邪恶——即统治者的贪婪和被统治者的懦弱;而在那些单纯认为其美好的地方,则是由于立法者灵魂的懒惰。
ἐνθάδε δὲ πολὺ τούτων κάλλιον νενομοθέτηται, καὶ ὅπερ εἶπον, οὐ ῥᾴδιον κατανοῆσαι.
但在我们这里,法律的制定要比这些美好得多,正如我所说,这并不容易理解。

词汇与语法注释

  1. 181aὡς ἂν πραχθῇ — 带虚拟语气(πραχθῇ)的 ὡς ἂν 结构,表示普遍性的方式或条件(“无论它如何被行使”或“根据行使的方式”)。
  2. 181bἔπειτα ὡς ἂν δύνωνται ἀνοητοτάτων — ἀνοητοτάτων 是由前文动词 ἐρῶσι 支配的属格。ὡς ἂν δύνωνται 是一个表示“尽可能地”的副词性分句,用以加强最高级的语气。
  3. 181eἵνα μὴ εἰς ἄδηλον πολλὴ σπουδὴ ἀνηλίσκετο — 目的连词 ἵνα 接直说过去式(ἀνηλίσκετο),构成未实现的目的从句,表示过去或现在未能实现的反事实目的(“免得耗费大量的精力”,暗示实际上被浪费了)。
  4. 182aἐπεὶ οὐ δήπου κοσμίως γε καὶ νομίμως ὁτιοῦν πρᾶγμα πραττόμενον ψόγον ἂν δικαίως φέροι. — 分词 πραττόμενον 在此作为条件分词(“如果被行使”),担任条件从句(前件)的角色,与主句中带 ἂν 的潜在祈愿式(ἂν φέροι,后件)相呼应。
  5. 182bἵνα οἶμαι μὴ πράγματʼ ἔχωσιν — 在目的从句 ἵνα ... μὴ ... ἔχωσιν 中,短语 πράγματα ἔχω 是古典希腊语中常见的固定词组,意为“遇到麻烦”或“费事”。

引用这一段

柏拉图, 会饮篇 §181-182. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg011.humanitext-grc2:181-182

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。