§64ΣΩ.
ἀλλʼ ἅς τε ἡδονὰς ἀληθεῖς καὶ καθαρὰς εἶπες, σχεδὸν οἰκείας ἡμῖν νόμιζε, καὶ πρὸς ταύταις τὰς μεθʼ ὑγιείας καὶ τοῦ σωφρονεῖν, καὶ δὴ καὶ συμπάσης ἀρετῆς ὁπόσαι καθάπερ θεοῦ ὀπαδοὶ γιγνόμεναι αὐτῇ συνακολουθοῦσι πάντῃ, ταύτας μείγνυ·
ソクラテス:しかし、君が真実で純粋だと言った快楽については、いわば我々に身近なものと考えなさい。 そして、これらに加えて、健康や節制に伴う快楽、さらには、神の従者のようになって徳のすべてに常に付き従うようなすべての快楽、これらを混ぜ合わせるのだ。
τὰς δʼ ἀεὶ μετʼ ἀφροσύνης καὶ τῆς ἄλλης κακίας ἑπομένας πολλή που ἀλογία τῷ νῷ μειγνύναι τὸν βουλόμενον ὅτι καλλίστην ἰδόντα καὶ ἀστασιαστοτάτην μεῖξιν καὶ κρᾶσιν, ἐν ταύτῃ μαθεῖν πειρᾶσθαι τί ποτε ἔν τʼ ἀνθρώπῳ καὶ τῷ παντὶ πέφυκεν ἀγαθὸν καὶ τίνα ἰδέαν αὐτὴν εἶναί ποτε μαντευτέον.
しかし、常に愚行やその他の悪徳に伴って付き従う快楽を混ぜ合わせることは、最も美しく最も紛争のない混合と調合を目にして、その中に、人間にとっても宇宙にとっても善とは一体何であるのか、そしてそれ自体がいかなるイデアであると推測すべきかを学ぼうと試みる者の知性にとって、大いに不条理なことであろう。
ἆρʼ οὐκ ἐμφρόνως ταῦτα καὶ ἐχόντως ἑαυτὸν τὸν νοῦν φήσομεν ὑπέρ τε αὑτοῦ καὶ μνήμης καὶ δόξης ὀρθῆς ἀποκρίνασθαι τὰ νῦν ῥηθέντα;
我々は、理性が今述べたように、自分自身と記憶と正しい意見のために、賢明にかつ自制的に答えたと言うべきではないかね。
ΠΡΩ. παντάπασι μὲν οὖν.
プロタルコス:全くその通りです。
ΣΩ. ἀλλὰ μὴν καὶ τόδε γε ἀναγκαῖον, καὶ οὐκ ἄλλως ἄν ποτε γένοιτο οὐδʼ ἂν ἕν.
ソクラテス:しかしながら、これもまた必要不可欠なことであり、そうでなければ何一つとして決して生じ得ないだろう。
ΠΡΩ. τὸ ποῖον;
プロタルコス:それはどのようなことですか。
ΣΩ. ὧι μὴ μείξομεν ἀλήθειαν, οὐκ ἄν ποτε τοῦτο ἀληθῶς γίγνοιτο οὐδʼ ἂν γενόμενον εἴη.
ソクラテス:我々が真理を混ぜ合わせないものは、決して真に生じることもなく、生じたとしても存在し続けることはないだろう。
ΠΡΩ. πῶς γὰρ ἄν;
プロタルコス:ええ、どうして生じ得ることがあるでしょうか。
ΣΩ. οὐδαμῶς.
ソクラテス:到底無理だ。
ἀλλʼ εἴ τινος ἔτι προσδεῖ τῇ συγκράσει ταύτῃ, λέγετε σὺ καὶ Φίληβος.
しかし、もしこの調合にまだ何か必要なものがあるなら、君とフィレボスで言ってくれたまえ。
ἐμοὶ μὲν γὰρ καθαπερεὶ κόσμος τις ἀσώματος ἄρξων καλῶς ἐμψύχου σώματος ὁ νῦν λόγος ἀπειργάσθαι φαίνεται.
私には、現在の議論が、魂のある体を立派に支配することになる、いわば無形の秩序として完成したように思われるのだ。
ΠΡΩ. καὶ ἐμοὶ τοίνυν, ὦ Σώκρατες, οὕτω λέγε δεδόχθαι.
プロタルコス:ソクラテス、私にとってもそのように合意されていると考えてください。
ΣΩ. ἆρʼ οὖν ἐπὶ μὲν τοῖς τοῦ ἀγαθοῦ νῦν ἤδη προθύροις τῆς οἰκήσεως ἐφεστάναι λέγοντες ἴσως ὀρθῶς ἄν τινα τρόπον φαῖμεν;
ソクラテス:それでは、我々は今や善の住まいのまさに前庭に立っていると言えば、おそらくある意味で正しく語っていることになるのではないかね。
ΠΡΩ. ἐμοὶ γοῦν δοκεῖ.
プロタルコス:少なくとも私にはそう思われます。
ΣΩ. τί δῆτα ἐν τῇ συμμείξει τιμιώτατον ἅμα καὶ μάλιστʼ αἴτιον εἶναι δόξειεν ἂν ἡμῖν τοῦ πᾶσιν γεγονέναι προσφιλῆ τὴν τοιαύτην διάθεσιν;
ソクラテス:では、この混合において、何が最も尊く、同時に、このような状態がすべての人に好ましいものとなる最大の原因であると我々には思われるだろうか。
τοῦτο γὰρ ἰδόντες μετὰ τοῦτʼ ἐπισκεψόμεθα εἴθʼ ἡδονῇ εἴτε τῷ νῷ προσφυέστερον καὶ οἰκειότερον ἐν τῷ παντὶ συνέστηκεν.
これを見極めた上で、その後に、それが宇宙全体において、快楽と理性のどちらにより適しており、より身近なものとして成り立っているかを検討することにしよう。
ΠΡΩ. ὀρθῶς·
プロタルコス:その通りです。
τοῦτο γὰρ εἰς τὴν κρίσιν ἡμῖν ἐστι συμφορώτατον.
というのも、それが我々の判定にとって最も役立つからです。
ΣΩ. καὶ μὴν καὶ συμπάσης γε μείξεως οὐ χαλεπὸν ἰδεῖν τὴν αἰτίαν, διʼ ἣν ἢ παντὸς ἀξία γίγνεται ἡτισοῦν ἢ τὸ παράπαν οὐδενός.
ソクラテス:しかも、いかなる混合であれ、それが極めて価値あるものになるか、あるいは全く価値のないものになるかの原因を見出すことは、決して難しくはない。
ΠΡΩ. πῶς λέγεις;
プロタルコス:どういう意味ですか。
ΣΩ. οὐδείς που τοῦτο ἀνθρώπων ἀγνοεῖ.
ソクラテス:人間なら誰でもこれを知っているはずだ。
ΠΡΩ. τὸ ποῖον;
プロタルコス:どのようなことですか。
ΣΩ. ὅτι μέτρου καὶ τῆς συμμέτρου φύσεως μὴ τυχοῦσα ἡτισοῦν καὶ ὁπωσοῦν σύγκρασις πᾶσα ἐξ ἀνάγκης ἀπόλλυσι τά τε κεραννύμενα καὶ πρώτην αὑτήν·
ソクラテス:いかなる混合であれ、いかにしてなされたものであれ、適度と不釣合いでない本性を得損なうならば、それは必然的に、混ぜ合わされるものたちをも、そして何よりも自分自身をも台無しにしてしまうということだ。
οὐδὲ γὰρ κρᾶσις ἀλλά τις ἄκρατος συμπεφορημένη ἀληθῶς ἡ τοιαύτη γίγνεται ἑκάστοτε ὄντως τοῖς κεκτημένοις συμφορά.
というのも、そのようなものは調合などではなく、ただ無秩序にかき集められた未調合なものとなり、それを持つ者たちにとって、常に文字通りの災いとなるのだから。
ΠΡΩ. ἀληθέστατα.
プロタルコス:実におっしゃる通りです。
ΣΩ. νῦν δὴ καταπέφευγεν ἡμῖν ἡ τοῦ ἀγαθοῦ δύναμις εἰς τὴν τοῦ καλοῦ φύσιν·
ソクラテス:今や、善の力は我々にとって美の本性の中へと逃げ込んだのだ。
μετριότης γὰρ καὶ συμμετρία κάλλος δήπου καὶ ἀρετὴ πανταχοῦ συμβαίνει γίγνεσθαι.
なぜなら、適度と均衡は、あらゆる場所において美と徳になるものだからだ。
ΠΡΩ. πάνυ μὲν οὖν.
プロタルコス:まさにその通りです。
ΣΩ. καὶ μὴν ἀλήθειάν γε ἔφαμεν αὐτοῖς ἐν τῇ κράσει μεμεῖχθαι.
ソクラテス:そして、我々はそれらに真理も混ぜ合わされていると言ったのだ。
ΠΡΩ. πάνυ γε.
プロタルコス:ええ、確かに。
§65ΣΩ. οὐκοῦν εἰ μὴ μιᾷ δυνάμεθα ἰδέᾳ τὸ ἀγαθὸν θηρεῦσαι, σὺν τρισὶ λαβόντες, κάλλει καὶ συμμετρίᾳ καὶ ἀληθείᾳ, λέγωμεν ὡς τοῦτο οἷον ἓν ὀρθότατʼ ἂν αἰτιασαίμεθʼ ἂν τῶν ἐν τῇ συμμείξει, καὶ διὰ τοῦτο ὡς ἀγαθὸν ὂν τοιαύτην αὐτὴν γεγονέναι.
ソクラテス:したがって、もし我々がたった一つのイデアで善を捕らえることができないなら、美と均衡と真理という三つのものを携えて捕らえ、これらをいわば一つのものとして、混合に含まれるもののうちで最も正しく原因とみなし、そしてこれが善であることによって、混合自体がこのようなものになったのだと言うべきではないかね。
ΠΡΩ. ὀρθότατα μὲν οὖν.
プロタルコス:まさにその通り、最も正しいことです。
ΣΩ. ἤδη τοίνυν, ὦ Πρώταρχε, ἱκανὸς ἡμῖν γένοιτʼ ἂν ὁστισοῦν κριτὴς ἡδονῆς τε πέρι καὶ φρονήσεως, ὁπότερον αὐτοῖν τοῦ ἀρίστου συγγενέστερόν τε καὶ τιμιώτερον ἐν ἀνθρώποις τέ ἐστι καὶ θεοῖς.
ソクラテス:プロタルコスよ、それでは今や誰であれ、快楽と知性のどちらが、人間にとっても神々にとっても、あの最善のものにより親近であり、より尊いものであるかを判定する十分な裁判官になり得るだろう。
ΠΡΩ. δῆλον μέν, ὅμως δʼ οὖν τῷ λόγῳ ἐπεξελθεῖν βέλτιον.
プロタルコス:明らかではありますが、それでも議論を最後まで進める方が良いでしょう。
ΣΩ. καθʼ ἓν ἕκαστον τοίνυν τῶν τριῶν πρὸς τὴν ἡδονὴν καὶ τὸν νοῦν κρίνωμεν·
ソクラテス:それでは、これら三つのそれぞれを、快楽と理性に照らして判定しよう。
δεῖ γὰρ ἰδεῖν ποτέρῳ ὡς μᾶλλον συγγενὲς ἕκαστον αὐτῶν ἀπονεμοῦμεν.
というのも、それらのそれぞれを、どちらにより親近なものとして割り振るべきかを見極めねばならないからだ。
ΠΡΩ. κάλλους καὶ ἀληθείας καὶ μετριότητος πέρι λέγεις;
プロタルコス:美と真理と適度のことですか。
ΣΩ. ναί.
ソクラテス:そうだ。
πρῶτον δέ γε ἀληθείας λαβοῦ, ὦ Πρώταρχε·
だがプロタルコスよ、まずは真理を取り上げなさい。
καὶ λαβόμενος βλέψας εἰς τρία, νοῦν καὶ ἀλήθειαν καὶ ἡδονήν, πολὺν ἐπισχὼν χρόνον ἀπόκριναι σαυτῷ πότερον ἡδονὴ συγγενέστερον ἢ νοῦς ἀληθείᾳ.
そして、それを取り上げた上で、理性と真理と快楽という三つのものに目を向け、十分に時間をかけて、快楽と理性のどちらが真理により親近であるか、自分自身に答えなさい。
ΠΡΩ. τί δὲ χρόνου δεῖ;
プロタルコス:どうして時間が必要でしょうか。
πολὺ γὰρ οἶμαι διαφέρετον.
両者は大いに異なっていると思うからです。
ἡδονὴ μὲν γὰρ ἁπάντων ἀλαζονίστατον, ὡς δὲ λόγος, καὶ ἐν ταῖς ἡδοναῖς ταῖς περὶ τἀφροδίσια, αἳ δὴ μέγισται δοκοῦσιν εἶναι, καὶ τὸ ἐπιορκεῖν συγγνώμην εἴληφε παρὰ θεῶν, ὡς καθάπερ παίδων τῶν ἡδονῶν νοῦν οὐδὲ τὸν ὀλίγιστον κεκτημένων·
というのも、快楽はすべてのものの中で最も大言壮語するものであり、言われるところによれば、最も大きいと思われる性愛の快楽においては、偽証さえも神々から許されているからです。 まるで子供のように、快楽はほんの少しの理性も持っていないかのようです。
νοῦς δὲ ἤτοι ταὐτὸν καὶ ἀλήθειά ἐστιν ἢ πάντων ὁμοιότατόν τε καὶ ἀληθέστατον.
一方、理性は真理と同一であるか、あるいはすべてのものの中で最も真理に似ており、最も真実なものです。
ΣΩ. οὐκοῦν τὸ μετὰ τοῦτο τὴν μετριότητα ὡσαύτως σκέψαι, πότερον ἡδονὴ φρονήσεως ἢ φρόνησις ἡδονῆς πλείω κέκτηται;
ソクラテス:それならば、この次に適度についても同様に考えなさい。 快楽が知性よりも、あるいは知性が快楽よりも、適度をより多く持っているだろうか。
ΠΡΩ. εὔσκεπτόν γε καὶ ταύτην σκέψιν προβέβληκας·
プロタルコス:君はこれも実に検討しやすい問いとして提示してくれました。
οἶμαι γὰρ ἡδονῆς μὲν καὶ περιχαρείας οὐδὲν τῶν ὄντων πεφυκὸς ἀμετρώτερον εὑρεῖν ἄν τινα, νοῦ δὲ καὶ ἐπιστήμης ἐμμετρώτερον οὐδʼ ἂν ἕν ποτε.
というのも、実在するもののうちで、快楽や過度の歓喜よりも不適度な本性を持つものを探し出すことは誰にもできないと思う一方で、理性や知識よりも適度なものは決して一つも見出せないと思うからです。
ΣΩ. καλῶς εἴρηκας.
ソクラテス:よく言ってくれた。
ὅμως δʼ ἔτι λέγε τὸ τρίτον.
だが、それでもなお第三のものについて言いなさい。
νοῦς ἡμῖν κάλλους μετείληφε πλεῖον ἢ τὸ τῆς ἡδονῆς γένος, ὥστε εἶναι καλλίω νοῦν ἡδονῆς, ἢ τοὐναντίον;
我々にとって、理性が美を分け持っている割合は、快楽の類が分け持っている割合よりも大きく、したがって理性が快楽よりも美しいのか、それともその反対かね。
ΠΡΩ. ἀλλʼ οὖν φρόνησιν μὲν καὶ νοῦν, ὦ Σώκρατες, οὐδεὶς πώποτε οὔθʼ ὕπαρ οὔτʼ ὄναρ αἰσχρὸν οὔτε εἶδεν οὔτε ἐπενόησεν οὐδαμῇ οὐδαμῶς οὔτε γιγνόμενον οὔτε ὄντα οὔτε ἐσόμενον.
プロタルコス:しかしながらソクラテス、知恵や理性が醜い状態にあるのを、あるいは醜いものになりつつあるのを、あるいはあるのを、あるいはこれからあるであろうというのを、目覚めているときであれ夢の中であれ、いかなる時もいかなる方法でも、見た者も心に描いた者もこれまで一人もいません。
ΣΩ. ὀρθῶς.
ソクラテス:その通り。