Humanitext Reader

柏拉图 · 菲力帕斯篇 §64-65

美、适度与真理以及理智对快乐的优越性

第 33 段,共 34 段 · 希腊语

内容简介

苏格拉底和普罗塔科确定了美、适度(对称)和真理这三种理念,作为混合物中善的最主要原因。随后,他们通过这三个要素逐一进行评判,确认理智在每一项上都远胜于快乐,从而证明理智与善更具亲缘关系。

§64ΣΩ. ἀλλʼ ἅς τε ἡδονὰς ἀληθεῖς καὶ καθαρὰς εἶπες, σχεδὸν οἰκείας ἡμῖν νόμιζε, καὶ πρὸς ταύταις τὰς μεθʼ ὑγιείας καὶ τοῦ σωφρονεῖν, καὶ δὴ καὶ συμπάσης ἀρετῆς ὁπόσαι καθάπερ θεοῦ ὀπαδοὶ γιγνόμεναι αὐτῇ συνακολουθοῦσι πάντῃ, ταύτας μείγνυ· τὰς δʼ ἀεὶ μετʼ ἀφροσύνης καὶ τῆς ἄλλης κακίας ἑπομένας πολλή που ἀλογία τῷ νῷ μειγνύναι τὸν βουλόμενον ὅτι καλλίστην ἰδόντα καὶ ἀστασιαστοτάτην μεῖξιν καὶ κρᾶσιν, ἐν ταύτῃ μαθεῖν πειρᾶσθαι τί ποτε ἔν τʼ ἀνθρώπῳ καὶ τῷ παντὶ πέφυκεν ἀγαθὸν καὶ τίνα ἰδέαν αὐτὴν εἶναί ποτε μαντευτέον.
苏:至于你所说的那些真实而纯洁的快乐,你可以认为它们几乎是与我们相契合的,此外还要加上伴随着健康和节制的快乐,乃至伴随着一切德行、如同神的侍从一般在各处跟随德行的所有快乐,把这些混合进来;而至于那些总是伴随着愚蠢及其他恶德而来的快乐,对于那个想要在看到了最美、最无纷争的混合与调和之后,并试图在其中学习在人类和宇宙中天生为善的东西是什么、以及必须推测它本身是什么理念的人来说,若要把它们与理智混合,那真是一件极不理智的事。
ἆρʼ οὐκ ἐμφρόνως ταῦτα καὶ ἐχόντως ἑαυτὸν τὸν νοῦν φήσομεν ὑπέρ τε αὑτοῦ καὶ μνήμης καὶ δόξης ὀρθῆς ἀποκρίνασθαι τὰ νῦν ῥηθέντα;
难道我们不该说,理智刚才所说的那些话,是代表它自己、记忆和正确的信念,做出了既明智又得体的回答吗?
ΠΡΩ. παντάπασι μὲν οὖν.
普:完全是这样。
ΣΩ. ἀλλὰ μὴν καὶ τόδε γε ἀναγκαῖον, καὶ οὐκ ἄλλως ἄν ποτε γένοιτο οὐδʼ ἂν ἕν.
苏:而且这确定也是必要的,否则任何一个事物都绝不可能产生。
ΠΡΩ. τὸ ποῖον;
普:是哪样事?
ΣΩ. ὧι μὴ μείξομεν ἀλήθειαν, οὐκ ἄν ποτε τοῦτο ἀληθῶς γίγνοιτο οὐδʼ ἂν γενόμενον εἴη.
苏:我们若不把真理混合进去,这事物就绝不可能真正产生,即便产生了也不会存在。
ΠΡΩ. πῶς γὰρ ἄν;
普:因为怎么可能呢?
ΣΩ. οὐδαμῶς.
苏:绝不可能。
ἀλλʼ εἴ τινος ἔτι προσδεῖ τῇ συγκράσει ταύτῃ, λέγετε σὺ καὶ Φίληβος.
但是,如果这个混合物还需要什么,你和菲力布斯就说吧。
ἐμοὶ μὲν γὰρ καθαπερεὶ κόσμος τις ἀσώματος ἄρξων καλῶς ἐμψύχου σώματος ὁ νῦν λόγος ἀπειργάσθαι φαίνεται.
因为在我看来,当前的讨论似乎已经完成,就像一个无形体的秩序,将很好地统治一个有灵魂的身体。
ΠΡΩ. καὶ ἐμοὶ τοίνυν, ὦ Σώκρατες, οὕτω λέγε δεδόχθαι.
普:苏格拉底,那么对我来说,也请认为事情就是这样决定的。
ΣΩ. ἆρʼ οὖν ἐπὶ μὲν τοῖς τοῦ ἀγαθοῦ νῦν ἤδη προθύροις τῆς οἰκήσεως ἐφεστάναι λέγοντες ἴσως ὀρθῶς ἄν τινα τρόπον φαῖμεν;
苏:那么,如果我们说现在已经站在善的住所的前庭上,是不是在某种意义上说得对呢?
ΠΡΩ. ἐμοὶ γοῦν δοκεῖ.
普:至少在我看来是这样。
ΣΩ. τί δῆτα ἐν τῇ συμμείξει τιμιώτατον ἅμα καὶ μάλιστʼ αἴτιον εἶναι δόξειεν ἂν ἡμῖν τοῦ πᾶσιν γεγονέναι προσφιλῆ τὴν τοιαύτην διάθεσιν;
苏:那么,在混合物中,什么会让我们觉得既最珍贵、又是使这种状态对所有人来说都变得讨人喜欢的最大原因呢?
τοῦτο γὰρ ἰδόντες μετὰ τοῦτʼ ἐπισκεψόμεθα εἴθʼ ἡδονῇ εἴτε τῷ νῷ προσφυέστερον καὶ οἰκειότερον ἐν τῷ παντὶ συνέστηκεν.
因为看到了这一点之后,我们就可以进而探讨,在整个宇宙中,它是与快乐还是与理智更相契合、更相亲近地结合在一起。
ΠΡΩ. ὀρθῶς· τοῦτο γὰρ εἰς τὴν κρίσιν ἡμῖν ἐστι συμφορώτατον.
普:对,因为这对于我们的裁决是最有帮助的。
ΣΩ. καὶ μὴν καὶ συμπάσης γε μείξεως οὐ χαλεπὸν ἰδεῖν τὴν αἰτίαν, διʼ ἣν ἢ παντὸς ἀξία γίγνεται ἡτισοῦν ἢ τὸ παράπαν οὐδενός.
苏:而且,对于任何一种混合,要看出它之所以变得极有价值、或根本毫无价值的原因,也并不困难。
ΠΡΩ. πῶς λέγεις;
普:你这是什么意思?
ΣΩ. οὐδείς που τοῦτο ἀνθρώπων ἀγνοεῖ.
苏:凡是人大概没有不知道这一点的。
ΠΡΩ. τὸ ποῖον;
普:是哪样事?
ΣΩ. ὅτι μέτρου καὶ τῆς συμμέτρου φύσεως μὴ τυχοῦσα ἡτισοῦν καὶ ὁπωσοῦν σύγκρασις πᾶσα ἐξ ἀνάγκης ἀπόλλυσι τά τε κεραννύμενα καὶ πρώτην αὑτήν· οὐδὲ γὰρ κρᾶσις ἀλλά τις ἄκρατος συμπεφορημένη ἀληθῶς ἡ τοιαύτη γίγνεται ἑκάστοτε ὄντως τοῖς κεκτημένοις συμφορά.
苏:那就是:任何混合物,无论是以何种方式混合的,如果没有得到分寸和对称的本性,就必然会毁掉被混合的成分,且首先毁掉它自己;因为这种东西甚至都不能叫调和,而实在是某种杂乱无章、未经调制的堆积,每次都确实成为拥有它的人的灾难。
ΠΡΩ. ἀληθέστατα.
普:确实极为真实。
ΣΩ. νῦν δὴ καταπέφευγεν ἡμῖν ἡ τοῦ ἀγαθοῦ δύναμις εἰς τὴν τοῦ καλοῦ φύσιν· μετριότης γὰρ καὶ συμμετρία κάλλος δήπου καὶ ἀρετὴ πανταχοῦ συμβαίνει γίγνεσθαι.
苏:现在,善的力量已经为我们逃避到美的本性之中了;因为适度和对称,在任何地方自然都会成为美和德行。
ΠΡΩ. πάνυ μὲν οὖν.
普:完全是这样。
ΣΩ. καὶ μὴν ἀλήθειάν γε ἔφαμεν αὐτοῖς ἐν τῇ κράσει μεμεῖχθαι.
苏:而且我们刚才也说过,真理在调和中也与它们混合在一起。
ΠΡΩ. πάνυ γε.
普:确实如此。
§65ΣΩ. οὐκοῦν εἰ μὴ μιᾷ δυνάμεθα ἰδέᾳ τὸ ἀγαθὸν θηρεῦσαι, σὺν τρισὶ λαβόντες, κάλλει καὶ συμμετρίᾳ καὶ ἀληθείᾳ, λέγωμεν ὡς τοῦτο οἷον ἓν ὀρθότατʼ ἂν αἰτιασαίμεθʼ ἂν τῶν ἐν τῇ συμμείξει, καὶ διὰ τοῦτο ὡς ἀγαθὸν ὂν τοιαύτην αὐτὴν γεγονέναι.
苏:因此,如果我们无法用单一的理念来猎获善,那么让我们结合三个方面——美、对称和真理,并且说,我们可以最正确地把这三者视为一个整体,归结为混合物中的原因,并且因为这个原因是善的,混合物本身才变得如此。
ΠΡΩ. ὀρθότατα μὲν οὖν.
普:确实最正确不过。
ΣΩ. ἤδη τοίνυν, ὦ Πρώταρχε, ἱκανὸς ἡμῖν γένοιτʼ ἂν ὁστισοῦν κριτὴς ἡδονῆς τε πέρι καὶ φρονήσεως, ὁπότερον αὐτοῖν τοῦ ἀρίστου συγγενέστερόν τε καὶ τιμιώτερον ἐν ἀνθρώποις τέ ἐστι καὶ θεοῖς.
苏:那么,普罗塔科,现在任何人都可以成为一个合格的裁判,来评判快乐和智慧,看它们两者中哪一个在人类和神明之中,与那最好的东西更为亲近、更为尊贵。
ΠΡΩ. δῆλον μέν, ὅμως δʼ οὖν τῷ λόγῳ ἐπεξελθεῖν βέλτιον.
普:虽然很明显,但把论证进行到底还是更好。
ΣΩ. καθʼ ἓν ἕκαστον τοίνυν τῶν τριῶν πρὸς τὴν ἡδονὴν καὶ τὸν νοῦν κρίνωμεν· δεῖ γὰρ ἰδεῖν ποτέρῳ ὡς μᾶλλον συγγενὲς ἕκαστον αὐτῶν ἀπονεμοῦμεν.
苏:那么,让我们用这三者中的每一个,来对照快乐和理智进行评判;因为我们必须看一看,我们要把它们中的每一个,作为更亲近的东西归于哪一方。
ΠΡΩ. κάλλους καὶ ἀληθείας καὶ μετριότητος πέρι λέγεις;
普:你是说美、真理和适度吗?
ΣΩ. ναί.
苏:是的。
πρῶτον δέ γε ἀληθείας λαβοῦ, ὦ Πρώταρχε· καὶ λαβόμενος βλέψας εἰς τρία, νοῦν καὶ ἀλήθειαν καὶ ἡδονήν, πολὺν ἐπισχὼν χρόνον ἀπόκριναι σαυτῷ πότερον ἡδονὴ συγγενέστερον ἢ νοῦς ἀληθείᾳ.
普罗塔科,首先请抓住真理;抓住它之后,看着理智、真理和快乐这三者,等待很长时间之后,回答你自己:是快乐还是理智与真理更为亲近。
ΠΡΩ. τί δὲ χρόνου δεῖ;
普:为什么需要时间呢?
πολὺ γὰρ οἶμαι διαφέρετον.
因为我认为这两者差别巨大。
ἡδονὴ μὲν γὰρ ἁπάντων ἀλαζονίστατον, ὡς δὲ λόγος, καὶ ἐν ταῖς ἡδοναῖς ταῖς περὶ τἀφροδίσια, αἳ δὴ μέγισται δοκοῦσιν εἶναι, καὶ τὸ ἐπιορκεῖν συγγνώμην εἴληφε παρὰ θεῶν, ὡς καθάπερ παίδων τῶν ἡδονῶν νοῦν οὐδὲ τὸν ὀλίγιστον κεκτημένων·
因为快乐是万物中最爱吹嘘夸耀的东西,正如俗话所说,即使在那些被认为最大的性爱快乐中,甚至连违背誓言也得到了神明的宽恕,仿佛快乐就像小孩子一样,连一点点理智都没有。
νοῦς δὲ ἤτοι ταὐτὸν καὶ ἀλήθειά ἐστιν ἢ πάντων ὁμοιότατόν τε καὶ ἀληθέστατον.
而理智要么与真理是同一个东西,要么是万物中最像真理、最真实的。
ΣΩ. οὐκοῦν τὸ μετὰ τοῦτο τὴν μετριότητα ὡσαύτως σκέψαι, πότερον ἡδονὴ φρονήσεως ἢ φρόνησις ἡδονῆς πλείω κέκτηται;
苏:那么在这之后,同样地考察一下适度:是快乐比智慧拥有更多的适度,还是智慧比快乐拥有更多?
ΠΡΩ. εὔσκεπτόν γε καὶ ταύτην σκέψιν προβέβληκας·
普:你提出的这个问题也确实很容易考察。
οἶμαι γὰρ ἡδονῆς μὲν καὶ περιχαρείας οὐδὲν τῶν ὄντων πεφυκὸς ἀμετρώτερον εὑρεῖν ἄν τινα, νοῦ δὲ καὶ ἐπιστήμης ἐμμετρώτερον οὐδʼ ἂν ἕν ποτε.
因为我认为,在存在的事物中,没有人能找到比快乐和过度狂喜天生更缺乏分寸的东西,而在任何时候也绝找不到比理智和知识更有分寸的东西。
ΣΩ. καλῶς εἴρηκας.
苏:说得好。
ὅμως δʼ ἔτι λέγε τὸ τρίτον.
但无论如何,请再说第三个。
νοῦς ἡμῖν κάλλους μετείληφε πλεῖον ἢ τὸ τῆς ἡδονῆς γένος, ὥστε εἶναι καλλίω νοῦν ἡδονῆς, ἢ τοὐναντίον;
对我们来说,理智分得的美,是否多于快乐这一类,以至于理智比快乐更美,还是相反?
ΠΡΩ. ἀλλʼ οὖν φρόνησιν μὲν καὶ νοῦν, ὦ Σώκρατες, οὐδεὶς πώποτε οὔθʼ ὕπαρ οὔτʼ ὄναρ αἰσχρὸν οὔτε εἶδεν οὔτε ἐπενόησεν οὐδαμῇ οὐδαμῶς οὔτε γιγνόμενον οὔτε ὄντα οὔτε ἐσόμενον.
普:但是,苏格拉底,无论是在醒着还是在梦中,从来没有任何人、在任何地方、以任何方式,看到或想到过智慧和理智是丑陋的——无论是正在产生的、现存的还是将要存在的。
ΣΩ. ὀρθῶς.
苏:正确。

词汇与语法注释

  1. 64aτὰς δʼ ἀεὶ μετʼ ἀφροσύνης ... μειγνύναι τὸν βουλόμενον ... πειρᾶσθαι — 在这个长句中,πολλή που ἀλογία [ἐστί](这是非常不合理的)是主句的谓语,不定式 μειγνύναι(混合)充当主语不定式。τὸν βουλόμενον(希望的人)是 μειγνύναι 的宾格主语。该宾格主语受分词 ἰδόντα(在看到……之后)修饰,并支配补充不定式 πειρᾶσθαι(试图)。τῷ νῷ(与理智)是 μειγνύναι(混合)的与格补足语。
  2. 65aλέγωμεν ὡς τοῦτο ... αἰτιασαίμεθʼ ἂν ... καὶ διὰ τοῦτο ὡς ἀγαθὸν ὂν τοιαύτην αὐτὴν γεγονέναι — 在由 λέγωμεν(让我们说)引导的结构中,前半句是由 ὡς 引导的从句,包含潜在祈愿语气 αἰτιασαίμεθʼ ἂν。后半句从 καὶ διὰ τοῦτο 开始,通过破格(anacoluthon)转入宾格加不定式结构(τοιαύτην αὐτὴν γεγονέναι),其中 αὐτήν(指混合物)是不定式 γεγονέναι 的主语。ὡς ἀγαθὸν ὄν 是宾格绝对结构,或是指代 τοῦτο(这三者的结合)的因果分词短语(“因为这是善的”)。
  3. 65dὡς καθάπερ παίδων τῶν ἡδονῶν νοῦν οὐδὲ τὸν ὀλίγιστον κεκτημένων — 这里的助词 ὡς 连同属格绝对结构 τῶν ἡδονῶν ... κεκτημένων 一起使用,表示主观原因或比拟(“仿佛……一样”)。短语 καθάπερ παίδων(如同孩子们一般)被插入在属格绝对结构中间。

引用这一段

柏拉图, 菲力帕斯篇 §64-65. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg010.humanitext-grc2:64-65

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。