§51ΠΡΩ. κάλλιστʼ εἶπες.
\n プロタルコス:実に見事に言われました。
ΣΩ. ἐγὼ δὴ πειράσομαι μεταβαλὼν σημαίνειν ἡμῖν αὐτάς.
\nソクラテス:私は方向を転じて、それらを我々に示すよう努めよう。
τοῖς γὰρ φάσκουσι λυπῶν εἶναι παῦλαν πάσας τὰς ἡδονὰς οὐ πάνυ πως πείθομαι, ἀλλʼ ὅπερ εἶπον, μάρτυσι καταχρῶμαι πρὸς τὸ τινὰς ἡδονὰς εἶναι δοκούσας, οὔσας δʼ οὐδαμῶς, καὶ μεγάλας ἑτέρας τινὰς ἅμα καὶ πολλὰς φαντασθείσας, εἶναι δʼ αὐτὰς συμπεφυρμένας ὁμοῦ λύπαις τε καὶ ἀναπαύσεσιν ὀδυνῶν τῶν μεγίστων περί τε σώματος καὶ ψυχῆς ἀπορίας.
というのも、すべての快楽を苦痛からの解放であると主張する人々には、私はどうも納得がいかないのだが、むしろ、先ほど言ったように、ある種の快楽は快楽であると思われていながら実際には決してそうではなく、また別の多くの巨大な快楽が同時に現れるものの、それらは実際には苦痛や、身体と魂の困難に関する最大級の苦痛からの休息と混ざり合っているにすぎない、ということを示すための証人として、私は彼らを利用しているのだ。
ΠΡΩ. ἀληθεῖς δʼ αὖ τίνας, ὦ Σώκρατες, ὑπολαμβάνων ὀρθῶς τις διανοοῖτʼ ἄν;
\n プロタルコス:ソクラテス、では逆に、どのような快楽を真実の快楽であると想定すれば、正しく考えることになるのでしょうか?
ΣΩ. τὰς περί τε τὰ καλὰ λεγόμενα χρώματα καὶ περὶ τὰ σχήματα καὶ τῶν ὀσμῶν τὰς πλείστας καὶ τὰς τῶν φθόγγων καὶ ὅσα τὰς ἐνδείας ἀναισθήτους ἔχοντα καὶ ἀλύπους τὰς πληρώσεις αἰσθητὰς καὶ ἡδείας παραδίδωσιν.
\nソクラテス:美しいと言われる色に関するもの、形に関するもの、香りの大部分に関するもの、音に関するもの、そして、欠乏が感じられず苦痛を伴わないが、充足は感じられて心地よいものを与えてくれるすべてのものだ。
ΠΡΩ. πῶς δὴ ταῦτα, ὦ Σώκρατες, αὖ λέγομεν οὕτω;
\nプロタルコス:ソクラテス、これらを我々はまたどのようにしてそのように言うのでしょうか?
ΣΩ. πάνυ μὲν οὖν οὐκ εὐθὺς δῆλά ἐστιν ἃ λέγω, πειρατέον μὴν δηλοῦν.
\nソクラテス:私の言うことは全くすぐには明らかではないが、説明するよう努めねばならない。
σχημάτων τε γὰρ κάλλος οὐχ ὅπερ ἂν ὑπολάβοιεν οἱ πολλοὶ πειρῶμαι νῦν λέγειν, ἢ ζῴων ἤ τινων ζωγραφημάτων, ἀλλʼ εὐθύ τι λέγω, φησὶν ὁ λόγος, καὶ περιφερὲς καὶ ἀπὸ τούτων δὴ τά τε τοῖς τόρνοις γιγνόμενα ἐπίπεδά τε καὶ στερεὰ καὶ τὰ τοῖς κανόσι καὶ γωνίαις, εἴ μου μανθάνεις.
というのも、私が今言おうとしている図形の美しさとは、多くの人々が想像するような、生物やある種の絵画の美しさではなく、直線や円、そしてこれらから旋盤によって作られる平面や立体、また定規や直角定規によって作られるものだからだ。 もし君が私の言うことを理解してくれるなら。
ταῦτα γὰρ οὐκ εἶναι πρός τι καλὰ λέγω, καθάπερ ἄλλα, ἀλλʼ ἀεὶ καλὰ καθʼ αὑτὰ πεφυκέναι καί τινας ἡδονὰς οἰκείας ἔχειν, οὐδὲν ταῖς τῶν κνήσεων προσφερεῖς·
というのも、私はこれらが他のもののように何かに対して美しいのではなく、常にそれ自体で美しく生まれついており、掻くことの快楽とは全く似ていない、独自の快楽を伴っていると言うからだ。
καὶ χρώματα δὴ τοῦτον τὸν τύπον ἔχοντα ἀλλʼ ἆρα μανθάνομεν, ἢ πῶς;
そして、このようなタイプを持つ色についても同様だ。 さて、我々は理解しているだろうか、それともどうだろうか?
ΠΡΩ. πειρῶμαι μέν, ὦ Σώκρατες·
\nプロタルコス:努めてはいます、ソクラテス。
πειράθητι δὲ καὶ σὺ σαφέστερον ἔτι λέγειν.
しかしあなたも、さらに明確に語るよう努めてください。
ΣΩ. λέγω δὴ ἠχὰς τῶν φθόγγων τὰς λείας καὶ λαμπράς, τὰς ἕν τι καθαρὸν ἱείσας μέλος, οὐ πρὸς ἕτερον καλὰς ἀλλʼ αὐτὰς καθʼ αὑτὰς εἶναι, καὶ τούτων συμφύτους ἡδονὰς ἑπομένας.
\nソクラテス:それなら、音の響きのうち、滑らかで澄んだもの、一つの純粋な旋律を放つもので、他のものに対して美しいのではなく、それ自体で美しく、これらに固有の快楽が従うものを私は言っているのだ。
ΠΡΩ. ἔστι γὰρ οὖν καὶ τοῦτο.
\nプロタルコス:確かに、そのようなものもありますね。
ΣΩ. τὸ δὲ περὶ τὰς ὀσμὰς ἧττον μὲν τούτων θεῖον γένος ἡδονῶν· τὸ δὲ μὴ συμμεμεῖχθαι ἐν αὐταῖς ἀναγκαίους λύπας, καὶ ὅπῃ τοῦτο καὶ ἐν ὅτῳ τυγχάνει γεγονὸς ἡμῖν, τοῦτʼ ἐκείνοις τίθημι ἀντίστροφον ἅπαν.
\n ソクラテス:香りに関するものは、これらに比べれば神聖さにおいて劣る快楽の種類だが、それらの中に必然的な苦痛が混ざり合っていないこと、そしてこれが我々においてどのように、また何において生じているにせよ、私はこれをそれらのすべてに対応するものとして設定する。
ἀλλʼ, εἰ κατανοεῖς, ταῦτα εἴδη δύο ὧν λέγομεν ἡδονῶν.
しかし、もし理解しているなら、これらが我々の言う快楽の二つの種類だ。
ΠΡΩ. κατανοῶ.
\nプロタルコス:理解しています。
§52ΣΩ. ἔτι δὴ τοίνυν τούτοις προσθῶμεν τὰς περὶ τὰ μαθήματα ἡδονάς, εἰ ἄρα δοκοῦσιν ἡμῖν αὗται πείνας μὲν μὴ ἔχειν τοῦ μανθάνειν μηδὲ διὰ μαθημάτων πείνην ἀλγηδόνας ἐξ ἀρχῆς γιγνομένας.
\n\nソクラテス:さらにそれでは、これらに学ぶことに関する快楽を加えよう。 もしそれらが、学ぶことへの飢えを持たず、また学ぶことへの飢えによる苦痛が最初から生じることがないと思われるならば。
ΠΡΩ. ἀλλʼ οὕτω συνδοκεῖ.
\n プロタルコス:はい、そのように同意します。
ΣΩ. τί δέ; μαθημάτων πληρωθεῖσιν ἐὰν ὕστερον ἀποβολαὶ διὰ τῆς λήθης γίγνωνται, καθορᾷς τινας ἐν αὐταῖς ἀλγηδόνας;
\nソクラテス:では、知識で満たされた後に、忘却によって後から失われることが生じた場合、それらのなかに何か苦痛を見出すかね?
ΠΡΩ. οὔ τι φύσει γε, ἀλλʼ ἔν τισι λογισμοῖς τοῦ παθήματος, ὅταν τις στερηθεὶς λυπηθῇ διὰ τὴν χρείαν.
\nプロタルコス:自然としては全くありません。 ただ、その経験に対するある種の反省において、失った人が必要性のために悲しむときにはあります。
ΣΩ. καὶ μήν, ὦ μακάριε, νῦν γε ἡμεῖς αὐτὰ τὰ τῆς φύσεως μόνον παθήματα χωρὶς τοῦ λογισμοῦ διαπεραίνομεν.
\nソクラテス:しかし、我が友よ、今や我々は反省を交えずに、本性そのものの経験だけを検討しているのだ。
ΠΡΩ. ἀληθῆ τοίνυν λέγεις ὅτι χωρὶς λύπης ἡμῖν λήθη γίγνεται ἑκάστοτε ἐν τοῖς μαθήμασιν.
\nプロタルコス:それならあなたの言う通り、我々において、学ぶことにおける忘却は、その都度、苦痛なしに生じるのですね。
ΣΩ. ταύτας τοίνυν τὰς τῶν μαθημάτων ἡδονὰς ἀμείκτους τε εἶναι λύπαις ῥητέον καὶ οὐδαμῶς τῶν πολλῶν ἀνθρώπων ἀλλὰ τῶν σφόδρα ὀλίγων.
\nソクラテス:したがって、これらの学ぶことの快楽は、苦痛と混ざり合っておらず、大衆のものでは決してなく、極めて少数の人々のためのものであると言わねばならない。
ΠΡΩ. πῶς γὰρ οὐ ῥητέον;
\nプロタルコス:どうして言わずにいられましょう。
ΣΩ. οὐκοῦν ὅτε μετρίως ἤδη διακεκρίμεθα χωρὶς τάς τε καθαρὰς ἡδονὰς καὶ τὰς σχεδὸν ἀκαθάρτους ὀρθῶς ἂν λεχθείσας, προσθῶμεν τῷ λόγῳ ταῖς μὲν σφοδραῖς ἡδοναῖς ἀμετρίαν, ταῖς δὲ μὴ τοὐναντίον ἐμμετρίαν·
\n ソクラテス:それでは、我々が純粋な快楽と、不純であると正しく言われうる快楽とを、十分に区別した今、議論に次のように付け加えよう。 激しい快楽には不均衡を、そうでないものにはその反対の均衡を。
καὶ τὰς τὸ μέγα καὶ τὸ σφοδρὸν αὖ δεχομένας, καὶ πολλάκις καὶ ὀλιγάκις γιγνομένας τοιαύτας, τῆς τοῦ ἀπείρου γε ἐκείνου καὶ ἧττον καὶ μᾶλλον διά τε σώματος καὶ ψυχῆς φερομένου θῶμεν αὐτὰς εἶναι γένους, τὰς δὲ μὴ τῶν ἐμμέτρων.
そして、巨大さと激しさを受け入れ、しばしば、あるいは稀にそのようなものとして生じる快楽を、身体と魂を通じて流れるあの無限なもの、すなわち『より少なく、より多く』の属に属するものとし、そうでないものを均衡あるものの属に置こうではないか。
ΠΡΩ. ὀρθότατα λέγεις, ὦ Σώκρατες.
\nプロタルコス:極めて正しくおっしゃっています、ソクラテス。
ΣΩ. ἔτι τοίνυν πρὸς τούτοις μετὰ ταῦτα τόδε αὐτῶν διαθεατέον.
\nソクラテス:それでは、これらに加えて、この後に彼らについて次のことを考察せねばならない。
ΠΡΩ. τὸ ποῖον;
\nプロタルコス:それはどのようなことですか?
ΣΩ. τί ποτε χρὴ φάναι πρὸς ἀλήθειαν εἶναι;
\nソクラテス:真実に対して、一体何がそうであると言うべきか。
τὸ καθαρόν τε καὶ εἰλικρινὲς ἢ τὸ σφόδρα τε καὶ τὸ πολὺ καὶ τὸ μέγα καὶ τὸ ἰταμόν;
純粋で混じり気のないものか、それとも、激しく、多く、巨大で、猛烈なものか。
ΠΡΩ. τί ποτʼ ἄρα, ὦ Σώκρατες, ἐρωτᾷς βουλόμενος;
\nプロタルコス:ソクラテス、一体あなたは何を望んでそう質問されているのですか?
ΣΩ. μηδέν, ὦ Πρώταρχε, ἐπιλείπειν ἐλέγχων ἡδονῆς τε καὶ ἐπιστήμης, εἰ τὸ μὲν ἄρʼ αὐτῶν ἑκατέρου καθαρόν ἐστι, τὸ δʼ οὐ καθαρόν, ἵνα καθαρὸν ἑκάτερον ἰὸν εἰς τὴν κρίσιν ἐμοὶ καὶ σοὶ καὶ συνάπασι τοῖσδε ῥᾴω παρέχῃ τὴν κρίσιν.
\nソクラテス:プロタルコス、快楽と知識のそれぞれの検証において、それらの各々の一方が純粋であり、他方が純粋でないのかどうかについて、何一つ検証し残すことのないようにするためだ。 それは、純粋なそれぞれのものが判定へと進むことで、私と君、そしてここにいるすべての人にとって、判定をより容易にするためである。
ΠΡΩ. ὀρθότατα.
\nプロタルコス:極めて正しいです。
ΣΩ. ἴθι δή, περὶ πάντων, ὅσα καθαρὰ γένη λέγομεν, οὑτωσὶ διανοηθῶμεν·
\nソクラテス:さあ、我々が純粋な属と呼ぶものすべてについて、このように考えよう。
προελόμενοι πρῶτον αὐτῶν ἕν τι σκοπῶμεν.
まずそれらの中からある一つを選び出して検討しよう。