Humanitext Reader

柏拉图 · 菲力帕斯篇 §51-52

不带痛苦的纯粹快乐与美的各种形式

第 26 段,共 34 段 · 希腊语

内容简介

苏格拉底和普罗塔科开始讨论纯粹的(未混合的)快乐,并确认美丽的颜色、形状、声音、气味以及学习(知识)所伴随的快乐是无痛且纯粹的。随后,他们同意进一步区分快乐与知识的纯粹与不纯粹部分,以便为最终的判定提供更清晰的依据。

§51ΠΡΩ. κάλλιστʼ εἶπες.
\n 普:说得太好了。
ΣΩ. ἐγὼ δὴ πειράσομαι μεταβαλὼν σημαίνειν ἡμῖν αὐτάς.
\n苏:那么,我将尝试转变方向,向我们指明它们。
τοῖς γὰρ φάσκουσι λυπῶν εἶναι παῦλαν πάσας τὰς ἡδονὰς οὐ πάνυ πως πείθομαι, ἀλλʼ ὅπερ εἶπον, μάρτυσι καταχρῶμαι πρὸς τὸ τινὰς ἡδονὰς εἶναι δοκούσας, οὔσας δʼ οὐδαμῶς, καὶ μεγάλας ἑτέρας τινὰς ἅμα καὶ πολλὰς φαντασθείσας, εἶναι δʼ αὐτὰς συμπεφυρμένας ὁμοῦ λύπαις τε καὶ ἀναπαύσεσιν ὀδυνῶν τῶν μεγίστων περί τε σώματος καὶ ψυχῆς ἀπορίας.
因为对于那些声称所有快乐都是痛苦之消解的人,我怎么也无法完全相信,而是如我所说,我大加利用他们作为证人,来证明有些快乐看似是快乐但绝非如此,而另外一些同时又大又多的快乐虽然显现出来,但它们实际上是与痛苦,以及关于身体和灵魂困境的最大苦痛之歇息混杂在一起的。
ΠΡΩ. ἀληθεῖς δʼ αὖ τίνας, ὦ Σώκρατες, ὑπολαμβάνων ὀρθῶς τις διανοοῖτʼ ἄν;
\n 普:苏格拉底,那么相反,如果假设哪些快乐是真实的,人才能正确地思考呢?
ΣΩ. τὰς περί τε τὰ καλὰ λεγόμενα χρώματα καὶ περὶ τὰ σχήματα καὶ τῶν ὀσμῶν τὰς πλείστας καὶ τὰς τῶν φθόγγων καὶ ὅσα τὰς ἐνδείας ἀναισθήτους ἔχοντα καὶ ἀλύπους τὰς πληρώσεις αἰσθητὰς καὶ ἡδείας παραδίδωσιν.
\n苏:即那些关于所谓美丽颜色和形状的快乐,关于大部分气味的快乐,关于声音的快乐,以及所有那些其匮乏不被察觉且无痛苦,而其充足却带来可察觉且令人愉悦的感觉之物。
ΠΡΩ. πῶς δὴ ταῦτα, ὦ Σώκρατες, αὖ λέγομεν οὕτω;
\n普:苏格拉底,我们又是如何以这种方式来说这些的呢?
ΣΩ. πάνυ μὲν οὖν οὐκ εὐθὺς δῆλά ἐστιν ἃ λέγω, πειρατέον μὴν δηλοῦν.
\n苏:我所说的绝非立刻就能明白,但必须尝试使之明白。
σχημάτων τε γὰρ κάλλος οὐχ ὅπερ ἂν ὑπολάβοιεν οἱ πολλοὶ πειρῶμαι νῦν λέγειν, ἢ ζῴων ἤ τινων ζωγραφημάτων, ἀλλʼ εὐθύ τι λέγω, φησὶν ὁ λόγος, καὶ περιφερὲς καὶ ἀπὸ τούτων δὴ τά τε τοῖς τόρνοις γιγνόμενα ἐπίπεδά τε καὶ στερεὰ καὶ τὰ τοῖς κανόσι καὶ γωνίαις, εἴ μου μανθάνεις.
因为我现在试图说明的形状之美,并不是许多人所想象的那种生物或某些画作之美,正如论证所说,我指的是直线和圆,以及由此通过车床产生的平面和立体,以及通过直尺和角尺产生之物,如果你能理解我的话。
ταῦτα γὰρ οὐκ εἶναι πρός τι καλὰ λέγω, καθάπερ ἄλλα, ἀλλʼ ἀεὶ καλὰ καθʼ αὑτὰ πεφυκέναι καί τινας ἡδονὰς οἰκείας ἔχειν, οὐδὲν ταῖς τῶν κνήσεων προσφερεῖς·
因为我说这些并非像其他事物那样相对某物而言是美的,而是由于其本性总是本身就美的,并具有其自身特有的快乐,与抓挠的快乐毫无相似之处;而颜色具有这一类型也是如此。
καὶ χρώματα δὴ τοῦτον τὸν τύπον ἔχοντα ἀλλʼ ἆρα μανθάνομεν, ἢ πῶς;
那么,我们理解了,还是怎么样?
ΠΡΩ. πειρῶμαι μέν, ὦ Σώκρατες· πειράθητι δὲ καὶ σὺ σαφέστερον ἔτι λέγειν.
\n普:苏格拉底,我在努力理解;但你也请尝试说得更清晰一些。
ΣΩ. λέγω δὴ ἠχὰς τῶν φθόγγων τὰς λείας καὶ λαμπράς, τὰς ἕν τι καθαρὸν ἱείσας μέλος, οὐ πρὸς ἕτερον καλὰς ἀλλʼ αὐτὰς καθʼ αὑτὰς εἶναι, καὶ τούτων συμφύτους ἡδονὰς ἑπομένας.
\n苏:我的意思是指声音中那些平滑而清脆的响声,它们发出单一而纯净的旋律,不是相对他物而言是美的,而是其自身就美的,以及伴随这些声音的固有快乐。
ΠΡΩ. ἔστι γὰρ οὖν καὶ τοῦτο.
\n普:确实,这也是存在的。
ΣΩ. τὸ δὲ περὶ τὰς ὀσμὰς ἧττον μὲν τούτων θεῖον γένος ἡδονῶν· τὸ δὲ μὴ συμμεμεῖχθαι ἐν αὐταῖς ἀναγκαίους λύπας, καὶ ὅπῃ τοῦτο καὶ ἐν ὅτῳ τυγχάνει γεγονὸς ἡμῖν, τοῦτʼ ἐκείνοις τίθημι ἀντίστροφον ἅπαν.
\n 苏:关于气味的这一类快乐虽然没有这些那么神圣;但其中没有混杂必然的痛苦,而且无论这以何种方式、在何种情况下发生在我们身上,我都将此设定为与那些完全对应。
ἀλλʼ, εἰ κατανοεῖς, ταῦτα εἴδη δύο ὧν λέγομεν ἡδονῶν.
但是,如果你能理解,这些就是我们所说的快乐中的两种。
ΠΡΩ. κατανοῶ.
\n普:我理解。
§52ΣΩ. ἔτι δὴ τοίνυν τούτοις προσθῶμεν τὰς περὶ τὰ μαθήματα ἡδονάς, εἰ ἄρα δοκοῦσιν ἡμῖν αὗται πείνας μὲν μὴ ἔχειν τοῦ μανθάνειν μηδὲ διὰ μαθημάτων πείνην ἀλγηδόνας ἐξ ἀρχῆς γιγνομένας.
\n\n苏:那么,我们再在这些之上加上关于学习的快乐,如果它们在我们看来确实不带有对学习的饥渴,也没有从一开始就因学习的饥渴而产生痛苦的话。
ΠΡΩ. ἀλλʼ οὕτω συνδοκεῖ.
\n普:是的,我也这样认为。
ΣΩ. τί δέ;
\n苏:那又如何?
μαθημάτων πληρωθεῖσιν ἐὰν ὕστερον ἀποβολαὶ διὰ τῆς λήθης γίγνωνται, καθορᾷς τινας ἐν αὐταῖς ἀλγηδόνας;
如果在充满知识之后,后来由于遗忘而产生丧失,你能在其中察觉到任何痛苦吗?
ΠΡΩ. οὔ τι φύσει γε, ἀλλʼ ἔν τισι λογισμοῖς τοῦ παθήματος, ὅταν τις στερηθεὶς λυπηθῇ διὰ τὴν χρείαν.
\n普:在本性上自然是没有的,但对于这种经历在某些反省中是有的,即当某人被剥夺了知识后,因需要而感到痛苦时。
ΣΩ. καὶ μήν, ὦ μακάριε, νῦν γε ἡμεῖς αὐτὰ τὰ τῆς φύσεως μόνον παθήματα χωρὶς τοῦ λογισμοῦ διαπεραίνομεν.
\n苏:然而,我亲爱的朋友,现在我们仅仅是在抛开反省的情况下,探讨本性本身的经历。
ΠΡΩ. ἀληθῆ τοίνυν λέγεις ὅτι χωρὶς λύπης ἡμῖν λήθη γίγνεται ἑκάστοτε ἐν τοῖς μαθήμασιν.
\n普:那么你说得对,在我们这里,学习中的遗忘每次都是在没有痛苦的情况下发生的。
ΣΩ. ταύτας τοίνυν τὰς τῶν μαθημάτων ἡδονὰς ἀμείκτους τε εἶναι λύπαις ῥητέον καὶ οὐδαμῶς τῶν πολλῶν ἀνθρώπων ἀλλὰ τῶν σφόδρα ὀλίγων.
\n苏:因此,这些学习的快乐必须被说是与痛苦无混杂的,绝不属于大众,而是属于极少数人。
ΠΡΩ. πῶς γὰρ οὐ ῥητέον;
\n普:怎么能不这样说呢?
ΣΩ. οὐκοῦν ὅτε μετρίως ἤδη διακεκρίμεθα χωρὶς τάς τε καθαρὰς ἡδονὰς καὶ τὰς σχεδὸν ἀκαθάρτους ὀρθῶς ἂν λεχθείσας, προσθῶμεν τῷ λόγῳ ταῖς μὲν σφοδραῖς ἡδοναῖς ἀμετρίαν, ταῖς δὲ μὴ τοὐναντίον ἐμμετρίαν· καὶ τὰς τὸ μέγα καὶ τὸ σφοδρὸν αὖ δεχομένας, καὶ πολλάκις καὶ ὀλιγάκις γιγνομένας τοιαύτας, τῆς τοῦ ἀπείρου γε ἐκείνου καὶ ἧττον καὶ μᾶλλον διά τε σώματος καὶ ψυχῆς φερομένου θῶμεν αὐτὰς εἶναι γένους, τὰς δὲ μὴ τῶν ἐμμέτρων.
\n 苏:因此,既然我们现在已经适度地把纯净的快乐与那些可以被正确地称为几乎不纯净的快乐区分开了,就让我们在论证中,把无节制赋予剧烈的快乐,把相反的节制赋予不剧烈的快乐;而对于那些承载着巨大和剧烈、并且经常或罕见地如此产生的快乐,让我们把它们置于那个在身体和灵魂中流动的无限的、以及“较多和较少”的属中,而把不剧烈的置于有节制的属中。
ΠΡΩ. ὀρθότατα λέγεις, ὦ Σώκρατες.
\n普:你说得极为正确,苏格拉底。
ΣΩ. ἔτι τοίνυν πρὸς τούτοις μετὰ ταῦτα τόδε αὐτῶν διαθεατέον.
\n苏:那么,在这些之外,此后我们必须观察它们的这一点。
ΠΡΩ. τὸ ποῖον;
\n普:哪一点?
ΣΩ. τί ποτε χρὴ φάναι πρὸς ἀλήθειαν εἶναι;
\n苏:究竟什么才应当说是对应于真理而存在的?
τὸ καθαρόν τε καὶ εἰλικρινὲς ἢ τὸ σφόδρα τε καὶ τὸ πολὺ καὶ τὸ μέγα καὶ τὸ ἰταμόν;
是纯净和无杂质的,还是剧烈的、多的、巨大的、猛烈的?
ΠΡΩ. τί ποτʼ ἄρα, ὦ Σώκρατες, ἐρωτᾷς βουλόμενος;
\n普:苏格拉底,你到底出于什么意图问这个?
ΣΩ. μηδέν, ὦ Πρώταρχε, ἐπιλείπειν ἐλέγχων ἡδονῆς τε καὶ ἐπιστήμης, εἰ τὸ μὲν ἄρʼ αὐτῶν ἑκατέρου καθαρόν ἐστι, τὸ δʼ οὐ καθαρόν, ἵνα καθαρὸν ἑκάτερον ἰὸν εἰς τὴν κρίσιν ἐμοὶ καὶ σοὶ καὶ συνάπασι τοῖσδε ῥᾴω παρέχῃ τὴν κρίσιν.
\n苏:普罗塔科,为了在检验快乐和知识时无所遗漏,看看它们两者中是否确实有一部分是纯净的,另一部分是不纯净的,以便每一个纯净的部分走向判定时,能为我、你以及这里的所有人提供更容易的判定。
ΠΡΩ. ὀρθότατα.
\n普:极正确。
ΣΩ. ἴθι δή, περὶ πάντων, ὅσα καθαρὰ γένη λέγομεν, οὑτωσὶ διανοηθῶμεν· προελόμενοι πρῶτον αὐτῶν ἕν τι σκοπῶμεν.
\n苏:来吧,对于我们称之为纯净的所有属,让我们这样思考:先从中挑选出一个来进行检验。

词汇与语法注释

  1. 51aπρὸς τὸ τινὰς ἡδονὰς εἶναι δοκούσας — 前置词 `πρὸς` 与带有冠词的动词不定式 `τὸ ... εἶναι` 结合,构成表示目的或结果的副词性短语。此处表示“为了表明”某些看似快乐的东西其实不然,从而解释了苏格拉底为何将对手的观点用作证人。
  2. 51bὅσα τὰς ἐνδείας ἀναισθήτους ἔχοντα καὶ ἀλύπους τὰς πληρώσεις αἰσθητὰς καὶ ἡδείας παραδίδωσιν — 形容词 `ἀναισθήτους`(无感觉的)和 `ἀλύπους`(无痛的)对于名词 `τὰς ἐνδείας`(匮乏)呈谓语性位置,而 `αἰσθητὰς`(可察觉的)和 `ἡδείας`(令人愉悦的)对于 `τὰς πληρώσεις`(充足)也是谓语性位置。此句需解读为“将匮乏作为无感觉且无痛地持有,而将充足作为可察觉且愉悦地提供”。
  3. 52cτῆς τοῦ ἀπείρου γε ἐκείνου καὶ ἧττον καὶ μᾶλλον... θῶμεν αὐτὰς εἶναι γένους — 属格 `γένους` 作为表示归属的谓语性属格,与动词 `θῶμεν`(“让我们置于”)、宾格宾语 `αὐτὰς`(“它们”)以及不定式 `εἶναι`(“是”)相连,表示“让我们设定它们属于(无限定等)属”。

引用这一段

柏拉图, 菲力帕斯篇 §51-52. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg010.humanitext-grc2:51-52

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。