§15ΣΩ. ὁπόταν, ὦ παῖ, τὸ ἓν μὴ τῶν γιγνομένων τε καὶ ἀπολλυμένων τις τιθῆται, καθάπερ ἀρτίως ἡμεῖς εἴπομεν.
ソ:若者よ、誰かが、我々が先ほど言ったように、生成したり消滅したりするものに属さない「一」を前提とする時のことだ。
ἐνταυθοῖ μὲν γὰρ καὶ τὸ τοιοῦτον ἕν, ὅπερ εἴπομεν νυνδή, συγκεχώρηται τὸ μὴ δεῖν ἐλέγχειν·
というのも、そこにおいては、まさに今しがた我々が言ったような「一」については、吟味する必要はないということに合意されているからだ。
ὅταν δέ τις ἕνα ἄνθρωπον ἐπιχειρῇ τίθεσθαι καὶ βοῦν ἕνα καὶ τὸ καλὸν ἓν καὶ τὸ ἀγαθὸν ἕν, περὶ τούτων τῶν ἑνάδων καὶ τῶν τοιούτων ἡ πολλὴ σπουδὴ μετὰ διαιρέσεως ἀμφισβήτησις γίγνεται.
しかし、誰かが「一なる人間」、「一なる牛」、「一なる美」、「一なる善」を前提しようと試みる時、これらの一(モナド)やこれに類するものについて、分割を伴う大きな熱意を帯びた異議申し立てが生じるのだ。
ΠΡΩ. πῶς;
プロ:どのようにですか。
ΣΩ. πρῶτον μὲν εἴ τινας δεῖ τοιαύτας εἶναι μονάδας ὑπολαμβάνειν ἀληθῶς οὔσας·
ソ:第一に、このようなモナド(一なるもの)が真に存在すると想定しなければならないのかどうか。
εἶτα πῶς αὖ ταύτας, μίαν ἑκάστην οὖσαν ἀεὶ τὴν αὐτὴν καὶ μήτε γένεσιν μήτε ὄλεθρον προσδεχομένην, ὅμως εἶναι βεβαιότατα μίαν ταύτην;
次にまた、これらが、個々が常に同一のものとして存在し、生成も消滅も受け入れないものであるのに、それにもかかわらず、極めて確固としてこの「一」であり続けるにはどうすればよいのか。
μετὰ δὲ τοῦτʼ ἐν τοῖς γιγνομένοις αὖ καὶ ἀπείροις εἴτε διεσπασμένην καὶ πολλὰ γεγονυῖαν θετέον, εἴθʼ ὅλην αὐτὴν αὑτῆς χωρίς, ὃ δὴ πάντων ἀδυνατώτατον φαίνοιτʼ ἄν, ταὐτὸν καὶ ἓν ἅμα ἐν ἑνί τε καὶ πολλοῖς γίγνεσθαι.
そしてその後に、今度は生成する無限の事物において、それを引き裂かれて多くになったものと想定すべきなのか、それとも、それ自体が自己から切り離されて丸ごと全体として(これが最も不可能なことのように思われるだろうが)同一かつ一であるものが、同時に、一なるものの中にも、また多くのものの中にも存在することになるのかどうか。
ταῦτʼ ἔστι τὰ περὶ τὰ τοιαῦτα ἓν καὶ πολλά, ἀλλʼ οὐκ ἐκεῖνα, ὦ Πρώταρχε, ἁπάσης ἀπορίας αἴτια μὴ καλῶς ὁμολογηθέντα καὶ εὐπορίας αὖ καλῶς.
これらこそが、プロタルコスよ、そのような一と多をめぐる事柄であり、あの(君が言ったような)事柄ではないのだ。 これらが立派に合意されないときにはあらゆる難問の原因となり、逆に立派に合意されるときには解決の道の原因となるのだ。
ΠΡΩ. οὐκοῦν χρὴ τοῦθʼ ἡμᾶς, ὦ Σώκρατες, ἐν τῷ νῦν πρῶτον διαπονήσασθαι;
プロ:それではソクラテスよ、我々はまずこのことについて、今、徹底的に取り組べきですね。
ΣΩ. ὡς γοῦν ἐγὼ φαίην ἄν.
ソ:少なくとも私なら、そう言うだろう。
ΠΡΩ. καὶ πάντας τοίνυν ἡμᾶς ὑπόλαβε συγχωρεῖν σοι τούσδε τὰ τοιαῦτα·
プロ:それでは、ここにいる我々全員が、それらのことについてあなたに同意していると受け取ってください。
Φίληβον δʼ ἴσως κράτιστον ἐν τῷ νῦν ἐπερωτῶντα μὴ κινεῖν εὖ κείμενον.
そしてフィレボスについては、今は質問をして、平穏に眠っているものを叩き起こさないようにしておくのが最善でしょう。
ΣΩ. εἶεν·
ソ:よろしい。
πόθεν οὖν τις ταύτης ἄρξηται πολλῆς οὔσης καὶ παντοίας περὶ τὰ ἀμφισβητούμενα μάχης;
それでは、争点となっている事柄をめぐる、この巨大で多種多様な戦いを、人はどこから始めるべきだろうか。
ἆρʼ ἐνθένδε;
ここからだろうか。
ΠΡΩ. πόθεν;
プロ:どこからですか。
ΣΩ. φαμέν που ταὐτὸν ἓν καὶ πολλὰ ὑπὸ λόγων γιγνόμενα περιτρέχειν πάντῃ καθʼ ἕκαστον τῶν λεγομένων ἀεί, καὶ πάλαι καὶ νῦν.
ソ:同一のものが一であり多でもあるということは、言論によってもたらされ、語られる個々の事柄すべてにおいて、昔も今も常に、いたるところを巡り歩いている、と我々は言っているのだ。
καὶ τοῦτο οὔτε μὴ παύσηταί ποτε οὔτε ἤρξατο νῦν, ἀλλʼ ἔστι τὸ τοιοῦτον, ὡς ἐμοὶ φαίνεται, τῶν λόγων αὐτῶν ἀθάνατόν τι καὶ ἀγήρων πάθος ἐν ἡμῖν·
そしてこのことは、決して終わることもなければ、今始まったわけでもない。 むしろ、私に見えるところでは、このようなことは、我々の中にある言論それ自体の、不滅で老いることのない一種の性質なのだ。
ὁ δὲ πρῶτον αὐτοῦ γευσάμενος ἑκάστοτε τῶν νέων, ἡσθεὶς ὥς τινα σοφίας ηὑρηκὼς θησαυρόν, ὑφʼ ἡδονῆς ἐνθουσιᾷ τε καὶ πάντα κινεῖ λόγον ἅσμενος, τοτὲ μὲν ἐπὶ θάτερα κυκλῶν καὶ συμφύρων εἰς ἕν, τοτὲ δὲ πάλιν ἀνειλίττων καὶ διαμερίζων, εἰς ἀπορίαν αὑτὸν μὲν πρῶτον καὶ μάλιστα καταβάλλων, δεύτερον δʼ ἀεὶ τὸν ἐχόμενον, ἄντε νεώτερος ἄντε πρεσβύτερος ἄντε ἧλιξ ὢν τυγχάνῃ, φειδόμενος οὔτε πατρὸς οὔτε μητρὸς οὔτε ἄλλου τῶν ἀκουόντων οὐδενός, ὀλίγου δὲ καὶ τῶν ἄλλων ζῴων, οὐ μόνον τῶν ἀνθρώπων, ἐπεὶ βαρβάρων γε οὐδενὸς ἂν φείσαιτο, εἴπερ μόνον ἑρμηνέα ποθὲν ἔχοι.
そして、若者たちのうちで、その都度初めてその味を覚えた者は、あたかも知恵の宝庫を発見したかのように喜び、快楽のために熱狂して、喜んであらゆる議論を動かす。 ある時は、議論を一方に巻き込んで一なるものへと混転させ、またある時は逆に、それを解きほぐして分割する。 そうして、まず何よりも自分自身を難問の中に投げ込み、次には常に、隣にいる者を、そいつが年下であろうと、年上であろうと、同い年であろうと、お構いなしに巻き込む。 父親も母親も聞き手である他の誰も容赦せず、人間だけでなく、もう少しで他の動物たちさえも容赦しないところだ。 もっとも、通訳さえどこかで手に入るなら、バルバロイ(異民族)に対しても決して容赦はしないだろうが。
§16ΠΡΩ. ἆρʼ, ὦ Σώκρατες, οὐχ ὁρᾷς ἡμῶν τὸ πλῆθος, ὅτι νέοι πάντες ἐσμέν, καὶ οὐ φοβῇ μή σοι μετὰ Φιλήβου συνεπιθώμεθα, ἐὰν ἡμᾶς λοιδορῇς;
プロ:ソクラテスよ、あなたは我々のこの人数が見えませんか。 我々はみんな若いのです。 あなたが我々を罵るなら、フィレボスと一緒にあなたに襲いかかるかもしれないと、怖くはありませんか。
ὅμως δὲ μανθάνομεν γὰρ ὃ λέγεις, εἴ τις τρόπος ἔστι καὶ μηχανὴ τὴν μὲν τοιαύτην ταραχὴν ἡμῖν ἔξω τοῦ λόγου εὐμενῶς πως ἀπελθεῖν, ὁδὸν δέ τινα καλλίω ταύτης ἐπὶ τὸν λόγον ἀνευρεῖν, σύ τε προθυμοῦ τοῦτο καὶ ἡμεῖς συνακολουθήσομεν εἰς δύναμιν·
しかしそれでも、我々はあなたの言うことを理解していますから、もしこのような混乱が、我々の議論の外へと穏やかに立ち去り、この道よりも美しい、議論へと至る道を見出す何らかの方法や手段があるのなら、あなたは進んでそれを示してください。 我々もできる限り従います。
οὐ γὰρ σμικρὸς ὁ παρὼν λόγος, ὦ Σώκρατες.
というのも、ソクラテスよ、我々の前にある議論は小さなものではないからです。
ΣΩ. οὐ γὰρ οὖν, ὦ παῖδες, ὥς φησιν ὑμᾶς προσαγορεύων Φίληβος.
ソ:まさにその通りだ、フィレボスが諸君を呼ぶ時の言葉を借りれば「子供たち」よ。
οὐ μὴν ἔστι καλλίων ὁδὸς οὐδʼ ἂν γένοιτο ἧς ἐγὼ ἐραστὴς μέν εἰμι ἀεί, πολλάκις δέ με ἤδη διαφυγοῦσα ἔρημον καὶ ἄπορον κατέστησεν.
実際、これより美しい道は存在しないし、存在し得ない。 私は常にその道の愛好者なのだが、それはこれまでに何度も私から逃げ去り、私を途方に暮れさせ、困窮に陥れてきた。
ΠΡΩ. τίς αὕτη;
プロ:それはどのような道ですか。
λεγέσθω μόνον.
ただお話しください。
ΣΩ. ἣν δηλῶσαι μὲν οὐ πάνυ χαλεπόν, χρῆσθαι δὲ παγχάλεπον·
ソ:それを示すことは全く難しくないが、用いることは極めて困難な道だ。
πάντα γὰρ ὅσα τέχνης ἐχόμενα ἀνηυρέθη πώποτε διὰ ταύτης φανερὰ γέγονε.
というのも、技術に関わってこれまでに発見されたすべてのものは、この道を通じて明らかになったからだ。
σκόπει δὲ ἣν λέγω.
私が言っている道をよく見なさい。
ΠΡΩ. λέγε μόνον.
プロ:ただおっしゃってください。
ΣΩ. θεῶν μὲν εἰς ἀνθρώπους δόσις, ὥς γε καταφαίνεται ἐμοί, ποθὲν ἐκ θεῶν ἐρρίφη διά τινος Προμηθέως ἅμα φανοτάτῳ τινὶ πυρί·
ソ:神々から人間への贈り物として、少なくとも私に思われるところでは、それは何らかのプロメテウスのような者を通じて、極めて輝かしい火とともに、神々のどこかから投げ下ろされたのだ。
καὶ οἱ μὲν παλαιοί, κρείττονες ἡμῶν καὶ ἐγγυτέρω θεῶν οἰκοῦντες, ταύτην φήμην παρέδοσαν, ὡς ἐξ ἑνὸς μὲν καὶ πολλῶν ὄντων τῶν ἀεὶ λεγομένων εἶναι, πέρας δὲ καὶ ἀπειρίαν ἐν αὑτοῖς σύμφυτον ἐχόντων.
そして、我々よりも優れ、神々のより近くに住んでいた古の人々は、次のような伝承を伝えてくれた。 すなわち、常に存在すると言われるものは、一と多から成るものであり、限界(ペラス)と無限(アペイリア)をその内に生まれつき備えている、と。
δεῖν οὖν ἡμᾶς τούτων οὕτω διακεκοσμημένων ἀεὶ μίαν ἰδέαν περὶ παντὸς ἑκάστοτε θεμένους ζητεῖν—εὑρήσειν γὰρ ἐνοῦσαν— ἐὰν οὖν μεταλάβωμεν, μετὰ μίαν δύο, εἴ πως εἰσί, σκοπεῖν, εἰ δὲ μή, τρεῖς ἤ τινα ἄλλον ἀριθμόν, καὶ τῶν ἓν ἐκείνων ἕκαστον πάλιν ὡσαύτως, μέχριπερ ἂν τὸ κατʼ ἀρχὰς ἓν μὴ ὅτι ἓν καὶ πολλὰ καὶ ἄπειρά ἐστι μόνον ἴδῃ τις, ἀλλὰ καὶ ὁπόσα·
したがって、これらがそのように秩序づけられている以上、我々は常に、個々の事柄についてその都度一つのイデアを前提して探求しなければならない。 なぜなら、それがその中にあるのを発見するはずだからだ。 それゆえ、もし我々がそれをつかみ取ったなら、その一(ひとつのイデア)の次には、もしどうにかして存在するなら二つを、もしそうでないなら三つ、あるいは何か他の数を考察し、それら「一」の各々についても再び同様にしなければならない。 これは、最初の「一」が単に一であり多であり無限であるということだけでなく、それが一体いくつのものであるのかをも、人が見極めるまで続けられる。
τὴν δὲ τοῦ ἀπείρου ἰδέαν πρὸς τὸ πλῆθος μὴ προσφέρειν πρὶν ἄν τις τὸν ἀριθμὸν αὐτοῦ πάντα κατίδῃ τὸν μεταξὺ τοῦ ἀπείρου τε καὶ τοῦ ἑνός, τότε δʼ ἤδη τὸ ἓν ἕκαστον τῶν πάντων εἰς τὸ ἄπειρον μεθέντα χαίρειν ἐᾶν.
そして、無限のイデアを多に適用してはならない。 それは、人が無限と一との間にあるそのすべての数を完全に見極めるまでのことであり、その時になって初めて、万物の個々の「一」を無限へと解き放ち、去らせるべきなのだ。