Humanitext Reader

柏拉图 · 菲力帕斯篇 §15-16

一与多的真正难题与普罗米修斯的方法

第 4 段,共 34 段 · 希腊语

内容简介

苏格拉底将关于产生和灭亡之物的通俗、幼稚的“一与多”难题,与涉及永恒“单子”的真正哲学困难区分开来。为了解决这些困难,他提出了一种被比作普罗米修斯之礼的神圣辩证方法,即在将事物归于“无限”之前,系统地探究介于“一”与“无限”之间的具体中介数量。

§15ΣΩ. ὁπόταν, ὦ παῖ, τὸ ἓν μὴ τῶν γιγνομένων τε καὶ ἀπολλυμένων τις τιθῆται, καθάπερ ἀρτίως ἡμεῖς εἴπομεν.
苏:孩子啊,这就是当有人设立那不属于产生和灭亡之物之中的“一”的时候,正如我们刚才所说的那样。
ἐνταυθοῖ μὲν γὰρ καὶ τὸ τοιοῦτον ἕν, ὅπερ εἴπομεν νυνδή, συγκεχώρηται τὸ μὴ δεῖν ἐλέγχειν· ὅταν δέ τις ἕνα ἄνθρωπον ἐπιχειρῇ τίθεσθαι καὶ βοῦν ἕνα καὶ τὸ καλὸν ἓν καὶ τὸ ἀγαθὸν ἕν, περὶ τούτων τῶν ἑνάδων καὶ τῶν τοιούτων ἡ πολλὴ σπουδὴ μετὰ διαιρέσεως ἀμφισβήτησις γίγνεται.
因为在那些情况下,对于我们刚才所说的这样一种“一”,大家已经同意不需要去进行反驳;但是,当有人试图设立“一个普通人”、“一头牛”、“一个美本身”和“一个善本身”时,关于这些“一”(一元)以及诸如此类的东西,便会产生伴随着划分的极大热忱和争论。
ΠΡΩ. πῶς;
普:怎么说?
ΣΩ. πρῶτον μὲν εἴ τινας δεῖ τοιαύτας εἶναι μονάδας ὑπολαμβάνειν ἀληθῶς οὔσας· εἶτα πῶς αὖ ταύτας, μίαν ἑκάστην οὖσαν ἀεὶ τὴν αὐτὴν καὶ μήτε γένεσιν μήτε ὄλεθρον προσδεχομένην, ὅμως εἶναι βεβαιότατα μίαν ταύτην; μετὰ δὲ τοῦτʼ ἐν τοῖς γιγνομένοις αὖ καὶ ἀπείροις εἴτε διεσπασμένην καὶ πολλὰ γεγονυῖαν θετέον, εἴθʼ ὅλην αὐτὴν αὑτῆς χωρίς, ὃ δὴ πάντων ἀδυνατώτατον φαίνοιτʼ ἄν, ταὐτὸν καὶ ἓν ἅμα ἐν ἑνί τε καὶ πολλοῖς γίγνεσθαι.
苏:首先,我们是否必须假定存在着某些这样真实存在的“单子”;其次,这些单子,每一个既然都是一,始终保持同一,既不接受产生也不接受灭亡,却又是如何能够极其确固地保持为这同一个“一”;在这之后,在那些产生出来的、无限的事物中,是必须把这一种单子设立为被撕裂并变成许多个,还是设立为它整个自身脱离了自身——这确实显得是所有事情中最不可能的——同一个且是“一”的东西,同时既存在于一个之中,也存在于许多个之中。
ταῦτʼ ἔστι τὰ περὶ τὰ τοιαῦτα ἓν καὶ πολλά, ἀλλʼ οὐκ ἐκεῖνα, ὦ Πρώταρχε, ἁπάσης ἀπορίας αἴτια μὴ καλῶς ὁμολογηθέντα καὶ εὐπορίας αὖ καλῶς.
普罗塔科,这些才是关于此类事物的“一与多”的问题,而不是那一些。 如果它们没有被妥善地达成一致,就会成为所有困惑的根源;反之,如果得到了妥善的协商,就会成为解决困惑的源泉。
ΠΡΩ. οὐκοῦν χρὴ τοῦθʼ ἡμᾶς, ὦ Σώκρατες, ἐν τῷ νῦν πρῶτον διαπονήσασθαι;
普:那么,苏格拉底,我们现在必须首先把这个问题彻底研究清楚吗?
ΣΩ. ὡς γοῦν ἐγὼ φαίην ἄν.
苏:至少我会这么说。
ΠΡΩ. καὶ πάντας τοίνυν ἡμᾶς ὑπόλαβε συγχωρεῖν σοι τούσδε τὰ τοιαῦτα· Φίληβον δʼ ἴσως κράτιστον ἐν τῷ νῦν ἐπερωτῶντα μὴ κινεῖν εὖ κείμενον.
普:那么,请认为我们在这里的这些人,在这些事情上都同意你的看法;至于菲莱布,也许目前最妥当的是不要通过提问来惊动他,让他安守现状。
ΣΩ. εἶεν· πόθεν οὖν τις ταύτης ἄρξηται πολλῆς οὔσης καὶ παντοίας περὶ τὰ ἀμφισβητούμενα μάχης;
苏:好罢;那么,人们应该从哪里开始这场关于有争议之事的庞大而多样化的战斗呢?
ἆρʼ ἐνθένδε;
是从这里开始吗?
ΠΡΩ. πόθεν;
普:从哪里?
ΣΩ. φαμέν που ταὐτὸν ἓν καὶ πολλὰ ὑπὸ λόγων γιγνόμενα περιτρέχειν πάντῃ καθʼ ἕκαστον τῶν λεγομένων ἀεί, καὶ πάλαι καὶ νῦν.
苏:我想我们是说,同一事物通过论证而变成“一”和“多”,这件事在所说的每一件事物中都到处运行,始终如此,无论是过去还是现在。
καὶ τοῦτο οὔτε μὴ παύσηταί ποτε οὔτε ἤρξατο νῦν, ἀλλʼ ἔστι τὸ τοιοῦτον, ὡς ἐμοὶ φαίνεται, τῶν λόγων αὐτῶν ἀθάνατόν τι καὶ ἀγήρων πάθος ἐν ἡμῖν·
而且这件事既永远不会停止,也不是现在才开始,而是在我看来,这种现象是我们心中论证本身的一种不朽且不衰的体验。
ὁ δὲ πρῶτον αὐτοῦ γευσάμενος ἑκάστοτε τῶν νέων, ἡσθεὶς ὥς τινα σοφίας ηὑρηκὼς θησαυρόν, ὑφʼ ἡδονῆς ἐνθουσιᾷ τε καὶ πάντα κινεῖ λόγον ἅσμενος, τοτὲ μὲν ἐπὶ θάτερα κυκλῶν καὶ συμφύρων εἰς ἕν, τοτὲ δὲ πάλιν ἀνειλίττων καὶ διαμερίζων, εἰς ἀπορίαν αὑτὸν μὲν πρῶτον καὶ μάλιστα καταβάλλων, δεύτερον δʼ ἀεὶ τὸν ἐχόμενον, ἄντε νεώτερος ἄντε πρεσβύτερος ἄντε ἧλιξ ὢν τυγχάνῃ, φειδόμενος οὔτε πατρὸς οὔτε μητρὸς οὔτε ἄλλου τῶν ἀκουόντων οὐδενός, ὀλίγου δὲ καὶ τῶν ἄλλων ζῴων, οὐ μόνον τῶν ἀνθρώπων, ἐπεὶ βαρβάρων γε οὐδενὸς ἂν φείσαιτο, εἴπερ μόνον ἑρμηνέα ποθὲν ἔχοι.
而年轻人在每次初次尝到它的滋味时,都会感到欣喜,仿佛发现了解放智慧的某种宝藏,在快乐的驱使下狂热起来,乐意去搬弄每一个论证,有时把它卷向一边并混淆为“一”,有时又把它展开并加以拆分,首先也是最严重地把自己投进困境之中,其次总是把挨着他的那个人也拖下水,无论那人碰巧是比他年轻、年长还是同龄,不宽容父亲,也不宽容母亲,也不宽容任何其他听众,甚至几乎连其他动物也不放过,而不仅仅是人类,因为如果他能在哪里找到一个译员的话,他甚至连一个蛮族人也不会放过的。
§16ΠΡΩ. ἆρʼ, ὦ Σώκρατες, οὐχ ὁρᾷς ἡμῶν τὸ πλῆθος, ὅτι νέοι πάντες ἐσμέν, καὶ οὐ φοβῇ μή σοι μετὰ Φιλήβου συνεπιθώμεθα, ἐὰν ἡμᾶς λοιδορῇς;
普:苏格拉底,难道你没看到我们这群人,我们可全都是年轻人,难道你不怕如果你辱骂我们,我们会和菲莱布一起联手攻击你吗?
ὅμως δὲ μανθάνομεν γὰρ ὃ λέγεις, εἴ τις τρόπος ἔστι καὶ μηχανὴ τὴν μὲν τοιαύτην ταραχὴν ἡμῖν ἔξω τοῦ λόγου εὐμενῶς πως ἀπελθεῖν, ὁδὸν δέ τινα καλλίω ταύτης ἐπὶ τὸν λόγον ἀνευρεῖν, σύ τε προθυμοῦ τοῦτο καὶ ἡμεῖς συνακολουθήσομεν εἰς δύναμιν·
不过——因为我们确实理解你所说的话——如果有任何途径和方法,能让这种混乱以某种友好的方式退出我们的论证,并能找到一条比这更好、通往论证的道路,那么请你尽心展示,我们也会尽全力跟从。
οὐ γὰρ σμικρὸς ὁ παρὼν λόγος, ὦ Σώκρατες.
因为,苏格拉底,摆在我们眼前的论证绝非小事。
ΣΩ. οὐ γὰρ οὖν, ὦ παῖδες, ὥς φησιν ὑμᾶς προσαγορεύων Φίληβος.
苏:确实不是小事,孩子们——用菲莱布称呼你们时的那个词。
οὐ μὴν ἔστι καλλίων ὁδὸς οὐδʼ ἂν γένοιτο ἧς ἐγὼ ἐραστὴς μέν εἰμι ἀεί, πολλάκις δέ με ἤδη διαφυγοῦσα ἔρημον καὶ ἄπορον κατέστησεν.
而且,确实没有、也不可能有比这一条更好的道路了,我一直是它的追求者,但它已经很多次从我这里溜走,使我陷入孤立无援和无计可施的境地。
ΠΡΩ. τίς αὕτη;
普:这是什么路?
λεγέσθω μόνον.
请尽管说出来。
ΣΩ. ἣν δηλῶσαι μὲν οὐ πάνυ χαλεπόν, χρῆσθαι δὲ παγχάλεπον· πάντα γὰρ ὅσα τέχνης ἐχόμενα ἀνηυρέθη πώποτε διὰ ταύτης φανερὰ γέγονε.
苏:要指出它来并不十分困难,但要使用它却极难;因为所有曾经被发现的属于技艺的东西,都是通过它而变得显明。
σκόπει δὲ ἣν λέγω.
看一看我指的是哪一条。
ΠΡΩ. λέγε μόνον.
普:请只管说。
ΣΩ. θεῶν μὲν εἰς ἀνθρώπους δόσις, ὥς γε καταφαίνεται ἐμοί, ποθὲν ἐκ θεῶν ἐρρίφη διά τινος Προμηθέως ἅμα φανοτάτῳ τινὶ πυρί· καὶ οἱ μὲν παλαιοί, κρείττονες ἡμῶν καὶ ἐγγυτέρω θεῶν οἰκοῦντες, ταύτην φήμην παρέδοσαν, ὡς ἐξ ἑνὸς μὲν καὶ πολλῶν ὄντων τῶν ἀεὶ λεγομένων εἶναι, πέρας δὲ καὶ ἀπειρίαν ἐν αὑτοῖς σύμφυτον ἐχόντων.
苏:神对人类的赐予——至少在我看来是如此——不知怎的由某个普罗米修斯连同某种最明亮的火一起从神那里扔了下来;而那些比我们更好、居住得离神更近的古人,传下了这样一个传说:那些始终被说成是存在着的事物,都是由“一”和“多”构成的,在它们自身之中具有生来俱有的“限度”和“无限”。
δεῖν οὖν ἡμᾶς τούτων οὕτω διακεκοσμημένων ἀεὶ μίαν ἰδέαν περὶ παντὸς ἑκάστοτε θεμένους ζητεῖν—εὑρήσειν γὰρ ἐνοῦσαν— ἐὰν οὖν μεταλάβωμεν, μετὰ μίαν δύο, εἴ πως εἰσί, σκοπεῖν, εἰ δὲ μή, τρεῖς ἤ τινα ἄλλον ἀριθμόν, καὶ τῶν ἓν ἐκείνων ἕκαστον πάλιν ὡσαύτως, μέχριπερ ἂν τὸ κατʼ ἀρχὰς ἓν μὴ ὅτι ἓν καὶ πολλὰ καὶ ἄπειρά ἐστι μόνον ἴδῃ τις, ἀλλὰ καὶ ὁπόσα·
因此,既然这些事物已经被这样整顿好了,我们就必须在每次关于每件事物时始终设立一个“相”(理念)并去寻找它——因为我们会发现它存在于其中——如果我们把握了它,那么在“一个相”之后,我们要看一看是否在某种程度上存在着两个,如果不是两个,就看三个或某个其他的数目,并且对于那每一个“一”,又要同样地去考察,直到人们不仅看到那最初的“一”既是一、又是多和无限,而且看到它是多少个。
τὴν δὲ τοῦ ἀπείρου ἰδέαν πρὸς τὸ πλῆθος μὴ προσφέρειν πρὶν ἄν τις τὸν ἀριθμὸν αὐτοῦ πάντα κατίδῃ τὸν μεταξὺ τοῦ ἀπείρου τε καὶ τοῦ ἑνός, τότε δʼ ἤδη τὸ ἓν ἕκαστον τῶν πάντων εἰς τὸ ἄπειρον μεθέντα χαίρειν ἐᾶν.
并且,在人们看清无限与 “一”之间的全部数目之前,绝不能把“无限的相”应用到多数之上;只有到了那时,才可把万物中的每一个“一”放归到无限之中,由它去吧。

词汇与语法注释

  1. 15aὅταν δέ τις ... γίγνεται — 由时间连接词 `ὅταν δέ τις ...`(但是当有人……时)引导的从句,其主句为 `περὶ τούτων ... γίγνεται`。在主句中,主语是 `ἡ πολλὴ σπουδὴ μετὰ διαιρέσεως`(伴随着划分的极大热忱),谓语是 `ἀμφισβήτησις γίγνεται`(成为争论)。
  2. 15bεἴ τινας δεῖ τοιαύτας εἶναι μονάδας ὑπολαμβάνειν ἀληθῶς οὔσας — 这是一个由 `εἴ` 引导的间接疑问从句。无人称动词 `δεῖ` 支配不定式 `ὑπολαμβάνειν`,后者又带有一个“对格+不定式”结构作为其补足语:`τινας τοιαύτας μονάδας εἶναι ἀληθῶς οὔσας`(某些此类的单子真实存在)。注意存在把 `τινας` 与 `μονάδας` 分开的倒装(超前)结构。
  3. 15bεἴτε διεσπασμένην ... γίγνεσθαι — 本段是由动形容词 `θετέον`(必须设立)支配的、由 `εἴτε ... εἴθʼ` 引导的双重选择间接疑问句。第一种选择是 `διεσπασμένην καὶ πολλὰ γεγονυῖαν`(设立为被撕裂并变成许多个);第二种选择是 `ὅλην αὐτὴν αὑτῆς χωρίς ... γίγνεσθαι`(设立为它整个自身脱离了自身……存在)。插入句 `ὃ δὴ πάντων ἀδυνατώτατον φαίνοιτʼ ἄν`(这确实显得是所有事情中最不可能的)中的关系代词 `ὅ` 指代其后紧跟的不定式短语 `ταὐτὸν καὶ ἓν ἅμα ἐν ἑνί τε καὶ πολλοῖς γίγνεσθαι`(同一个且是“一”的东西,同时存在于一个和许多个之中)所表达的整个内容。
  4. 16dτὴν δὲ τοῦ ἀπείρου ἰδέαν πρὸς τὸ πλῆθος μὴ προσφέρειν — 不定式 `προσφέρειν` 受到前文延续下来的表示客观义务或必要性的 `δεῖν`(必须)的支配。虽然也可以将其解释为独立命令式不定式(即作为命令句直接使用),但从上下文语法连贯性来看,继续受 `δεῖν` 支配更为合理。

引用这一段

柏拉图, 菲力帕斯篇 §15-16. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg010.humanitext-grc2:15-16

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。