§130ταῦτα δὲ ἀνδρείως μὲν πάνυ ἡγοῦμαι πεπραγματεῦσθαι·
「これらについては、実に勇敢に追究されていると私は思います。
πολὺ μεντἂν ὧδε μᾶλλον, ὡς λέγω, ἀγασθείην εἴ τις ἔχοι τὴν αὐτὴν ταύτην ἀπορίαν ἐν αὐτοῖς τοῖς εἴδεσι παντοδαπῶς πλεκομένην, ὥσπερ ἐν τοῖς ὁρωμένοις διήλθετε, οὕτως καὶ ἐν τοῖς λογισμῷ λαμβανομένοις ἐπιδεῖξαι.
しかしながら、もし誰かが、あなた方が目に見えるものについて論じたように、まさにそれら形相そのもののうちに、あらゆる仕方で絡み合っているこの同じ困難を示し、そのようにして理性によって捉えられるもののうちにもそれを提示することができるなら、私ははるかに、そう、私が言うように、いっそう驚嘆することでしょう。
λέγοντος δή, ἔφη ὁ Πυθόδωρος, τοῦ Σωκράτους ταῦτα αὐτὸς μὲν ἂν οἴεσθαι ἐφʼ ἑκάστου ἄχθεσθαι τόν τε Παρμενίδην καὶ τὸν Ζήνωνα, τοὺς δὲ πάνυ τε αὐτῷ προσέχειν τὸν νοῦν καὶ θαμὰ εἰς ἀλλήλους βλέποντας μειδιᾶν ὡς ἀγαμένους τὸν Σωκράτη.
ピュトドロスは言った。 ソクラテスがこう語っている間、自分はパルメニデスとゼノンの二人がそれぞれの言葉に腹を立てているのではないかと思ったが、彼らはソクラテスにひどく注意を向け、ソクラテスに感嘆した様子でお互いを見合わせてはしばしば微笑んでいた。
ὅπερ οὖν καὶ παυσαμένου αὐτοῦ εἰπεῖν τὸν Παρμενίδην·
そして実際、ソクラテスが語り終えたとき、パルメニデスは言った。
ὦ Σώκρατες, φάναι, ὡς ἄξιος εἶ ἄγασθαι τῆς ὁρμῆς τῆς ἐπὶ τοὺς λόγους.
『ソクラテスよ、君は、議論へと向かうその情熱において、実に驚嘆に値する。
καί μοι εἰπέ, αὐτὸς σὺ οὕτω διῄρησαι ὡς λέγεις, χωρὶς μὲν εἴδη αὐτὰ ἄττα, χωρὶς δὲ τὰ τούτων αὖ μετέχοντα;
そして私に言ってほしい。 君自身は、君が言うように、ある種の形相それ自体を一方に、そして他方には今度はこれらにあずかるものを、別々に区別しているのかね。
καί τί σοι δοκεῖ εἶναι αὐτὴ ὁμοιότης χωρὶς ἧς ἡμεῖς ὁμοιότητος ἔχομεν, καὶ ἓν δὴ καὶ πολλὰ καὶ πάντα ὅσα νυνδὴ Ζήνωνος ἤκουες;
アンド、私たちが持っている類似性とは別に、類似性それ自体というものが存在し、また一や多、そして君が先ほどゼノンから聞いていたすべてのものについても同様に存在すると、君には思われるのかね。
ἔμοιγε, φάναι τὸν Σωκράτη.
』『私にはそう思われます』とソクラテスは言った。
ἦ καὶ τὰ τοιαῦτα, εἰπεῖν τὸν Παρμενίδην, οἷον δικαίου τι εἶδος αὐτὸ καθʼ αὑτὸ καὶ καλοῦ καὶ ἀγαθοῦ καὶ πάντων αὖ τῶν τοιούτων;
『それでは、次のようなものについてもそうかね』とパルメニデスは言った。 『たとえば、正しいことそれ自体の何らかの形相、また美や善、そしてそうしたすべてのものについても、やはりそうかね。
ναί, φάναι.
』『はい、そうです』とソクラテスは言った。
τί δʼ, ἀνθρώπου εἶδος χωρὶς ἡμῶν καὶ τῶν οἷοι ἡμεῖς ἐσμεν πάντων, αὐτό τι εἶδος ἀνθρώπου ἢ πυρὸς ἢ καὶ ὕδατος;
『では、人間という形相は、私たちや、私たちのようなすべての人間とは別にあるのかね。 人間それ自体の何らかの形相や、あるいは火や水についてはどうだね。
ἐν ἀπορίᾳ, φάναι, πολλάκις δή, ὦ Παρμενίδη, περὶ αὐτῶν γέγονα, πότερα χρὴ φάναι ὥσπερ περὶ ἐκείνων ἢ ἄλλως.
』『パルメニデスよ、それらについては、私はしばしば困難に陥ってきました。 それらについても先ほど言ったものと同様に言うべきなのか、それとも別にするべきなのかと。 』とソクラテスは言った。
ἦ καὶ περὶ τῶνδε, ὦ Σώκρατες, ἃ καὶ γελοῖα δόξειεν ἂν εἶναι, οἷον θρὶξ καὶ πηλὸς καὶ ῥύπος ἢ ἄλλο τι ἀτιμότατόν τε καὶ φαυλότατον, ἀπορεῖς εἴτε χρὴ φάναι καὶ τούτων ἑκάστου εἶδος εἶναι χωρίς, ὂν ἄλλο αὖ ἢ ὧν τι ἡμεῖς μεταχειριζόμεθα, εἴτε καὶ μή;
『それではソクラテスよ、髪の毛や泥、汚れといった、あるいはその他に極めて卑しく取るに足らないような、滑稽に見えるかもしれないものについても、やはり困難を覚えるかね。 これらの一つ一つについても、私たちが手にするものとは別の、独立した形相が存在すると言うべきなのか、それともそうではないのか。
οὐδαμῶς, φάναι τὸν Σωκράτη, ἀλλὰ ταῦτα μέν γε ἅπερ ὁρῶμεν, ταῦτα καὶ εἶναι·
』『決してそんなことはありません』とソクラテスは言った。 『いや、これらは私たちが目にしている通りのものであり、まさにそれら自体が存在しているのです。
εἶδος δέ τι αὐτῶν οἰηθῆναι εἶναι μὴ λίαν ᾖ ἄτοπον.
これらについても何らかの形相が存在すると考えるのは、あまりにも突飛すぎるでしょう。
ἤδη μέντοι ποτέ με καὶ ἔθραξε μή τι ᾖ περὶ πάντων ταὐτόν·
もっとも、これまでに時折、すべてのものについて同じことが成り立つのではないかと不安にかられたこともありました。
ἔπειτα ὅταν ταύτῃ στῶ, φεύγων οἴχομαι, δείσας μή ποτε εἴς τινα βυθὸν φλυαρίας ἐμπεσὼν διαφθαρῶ·
しかし、その立場にとどまろうとすると、私はいつかくだらない議論の深淵に落ち込んで身を滅ぼすのではないかと恐ろしくなり、逃げ去ってしまうのです。
ἐκεῖσε δʼ οὖν ἀφικόμενος, εἰς ἃ νυνδὴ ἐλέγομεν εἴδη ἔχειν, περὶ ἐκεῖνα πραγματευόμενος διατρίβω.
そして、そこへ、つまり先ほど私たちが形相を持っていると言ったところへ戻り、それらをめぐって探究することに時間を費やしているのです。
νέος γὰρ εἶ ἔτι, φάναι τὸν Παρμενίδην, ὦ Σώκρατες, καὶ οὔπω σου ἀντείληπται φιλοσοφία ὡς ἔτι ἀντιλήψεται κατʼ ἐμὴν δόξαν, ὅτε οὐδὲν αὐτῶν ἀτιμάσεις·
』パルメニデスは言った。 『ソクラテスよ、君はまだ若いのだ。 そして、私の考えでは、今後さらに君を捉えるであろうほどには、哲学がまだ君を捉えてはいない。 その時には、君はこれらを何一つ軽蔑しなくなるだろう。
νῦν δὲ ἔτι πρὸς ἀνθρώπων ἀποβλέπεις δόξας διὰ τὴν ἡλικίαν.
しかし今は、君の年齢のせいで、まだ人々の評判に目を向けているのだ。
τόδε δʼ οὖν μοι εἰπέ.
ともあれ、次のことを私に言ってほしい。
δοκεῖ σοι, ὡς φῄς, εἶναι εἴδη ἄττα, ὧν τάδε τὰ ἄλλα μεταλαμβάνοντα τὰς ἐπωνυμίας αὐτῶν ἴσχειν, οἷον ὁμοιότητος μὲν μεταλαβόντα ὅμοια, μεγέθους δὲ μεγάλα, κάλλους δὲ καὶ δικαιοσύνης δίκαιά τε καὶ καλὰ γίγνεσθαι;
君が言うように、ある種の形相が存在し、他のこれらのものはそれらにあずかることによってそれらの名前を得る、と君には思われるのかね。 たとえば、類似性にあずかることで類似したものとなり、大きさにあずかることで大きなものとなり、美や正しさにあずかることで正しく、美しいものとなる、というように。 』