Humanitext Reader

柏拉图 · 巴门尼德篇 §130

巴门尼德的追问与形相的涵盖范围

第 3 段,共 36 段 · 希腊语

内容简介

苏格拉底强调探究形相的重要性后,巴门尼德赞扬了他的热情,但也追问哪些事物具有形相——从正义、美,到人、火,甚至到头发生发、泥土和污垢等卑微之物。苏格拉底对承认卑微之物的形相感到犹豫,而巴门尼德指出这是因为他年轻、顾忌世俗的看法。

§130ταῦτα δὲ ἀνδρείως μὲν πάνυ ἡγοῦμαι πεπραγματεῦσθαι· πολὺ μεντἂν ὧδε μᾶλλον, ὡς λέγω, ἀγασθείην εἴ τις ἔχοι τὴν αὐτὴν ταύτην ἀπορίαν ἐν αὐτοῖς τοῖς εἴδεσι παντοδαπῶς πλεκομένην, ὥσπερ ἐν τοῖς ὁρωμένοις διήλθετε, οὕτως καὶ ἐν τοῖς λογισμῷ λαμβανομένοις ἐπιδεῖξαι.
“我认为,”我说,“这些内容已经得到了非常勇敢的处理;然而,正如我所说,如果有人能够指出这同一个困难在形相本身之中以各种方式交织在一起,就像你们在可见之物中所详述的那样,在通过理智把握的事物中也同样展示出来,那么我将会在此意义上更加赞佩得多。
λέγοντος δή, ἔφη ὁ Πυθόδωρος, τοῦ Σωκράτους ταῦτα αὐτὸς μὲν ἂν οἴεσθαι ἐφʼ ἑκάστου ἄχθεσθαι τόν τε Παρμενίδην καὶ τὸν Ζήνωνα, τοὺς δὲ πάνυ τε αὐτῷ προσέχειν τὸν νοῦν καὶ θαμὰ εἰς ἀλλήλους βλέποντας μειδιᾶν ὡς ἀγαμένους τὸν Σωκράτη.
” 皮托多罗说,在苏格拉底说这些话时,他自己本以为巴门尼德和芝诺在每一个点上都会感到恼怒,但他们却对苏格拉底倾注了极大的注意力,并且经常互相看着微笑,显得非常赞赏苏格拉底。
ὅπερ οὖν καὶ παυσαμένου αὐτοῦ εἰπεῖν τὸν Παρμενίδην· ὦ Σώκρατες, φάναι, ὡς ἄξιος εἶ ἄγασθαι τῆς ὁρμῆς τῆς ἐπὶ τοὺς λόγους.
因此,当苏格拉底停下来时,巴门尼德说:“苏格拉底,你对于论证的这种热情,真是令人赞佩。
καί μοι εἰπέ, αὐτὸς σὺ οὕτω διῄρησαι ὡς λέγεις, χωρὶς μὲν εἴδη αὐτὰ ἄττα, χωρὶς δὲ τὰ τούτων αὖ μετέχοντα;
告诉我,你真的是像自己所说的那样,作出了这样的划分吗? 一方面把某些形相自身独立出来,另一方面又把分有着这些形相的事物独立出来?
καί τί σοι δοκεῖ εἶναι αὐτὴ ὁμοιότης χωρὶς ἧς ἡμεῖς ὁμοιότητος ἔχομεν, καὶ ἓν δὴ καὶ πολλὰ καὶ πάντα ὅσα νυνδὴ Ζήνωνος ἤκουες;
在你看来,是否存在着某种独立于我们所拥有的相似性的相似性本身,以及一、多和刚才你从芝诺那里听到的一切?
ἔμοιγε, φάναι τὸν Σωκράτη.
” “在我看来确实如此,”苏格拉底说。
ἦ καὶ τὰ τοιαῦτα, εἰπεῖν τὸν Παρμενίδην, οἷον δικαίου τι εἶδος αὐτὸ καθʼ αὑτὸ καὶ καλοῦ καὶ ἀγαθοῦ καὶ πάντων αὖ τῶν τοιούτων;
“那么像这类事物也是吗,”巴门尼德说,“例如正义自身、美自身、善自身以及所有此类事物的某种形相?
ναί, φάναι.
” “是的,”他说。
τί δʼ, ἀνθρώπου εἶδος χωρὶς ἡμῶν καὶ τῶν οἷοι ἡμεῖς ἐσμεν πάντων, αὐτό τι εἶδος ἀνθρώπου ἢ πυρὸς ἢ καὶ ὕδατος;
“那么,独立于我们以及所有像我们这样的人的‘人’的形相呢? 是否存在着某种‘人’自身的形相,或者‘火’或‘水’的形相?
ἐν ἀπορίᾳ, φάναι, πολλάκις δή, ὦ Παρμενίδη, περὶ αὐτῶν γέγονα, πότερα χρὴ φάναι ὥσπερ περὶ ἐκείνων ἢ ἄλλως.
” 他说:“巴门尼德啊,关于这些,我经常陷入困境,不知道是应该像对待先前那些事物那样来说它们,还是以其他方式。
ἦ καὶ περὶ τῶνδε, ὦ Σώκρατες, ἃ καὶ γελοῖα δόξειεν ἂν εἶναι, οἷον θρὶξ καὶ πηλὸς καὶ ῥύπος ἢ ἄλλο τι ἀτιμότατόν τε καὶ φαυλότατον, ἀπορεῖς εἴτε χρὴ φάναι καὶ τούτων ἑκάστου εἶδος εἶναι χωρίς, ὂν ἄλλο αὖ ἢ ὧν τι ἡμεῖς μεταχειριζόμεθα, εἴτε καὶ μή;
” “苏格拉底,那么关于那些甚至可能显得滑稽的事物,比如头发、泥土、污垢,或者其他任何极卑微、极无价值的事物,你是否也会陷入困境,不知道是否应该说这些事物中的每一个也都有一个独立的形相,是不同于我们所接触的那些东西的某种存在,还是不应该这样说?
οὐδαμῶς, φάναι τὸν Σωκράτη, ἀλλὰ ταῦτα μέν γε ἅπερ ὁρῶμεν, ταῦτα καὶ εἶναι·
” 苏格拉底说:“绝非如此。 相反,这些东西正是我们所看到的那些,也仅仅是这些而已。
εἶδος δέ τι αὐτῶν οἰηθῆναι εἶναι μὴ λίαν ᾖ ἄτοπον.
如果认为它们有什么形相,那未免太荒谬了。
ἤδη μέντοι ποτέ με καὶ ἔθραξε μή τι ᾖ περὶ πάντων ταὐτόν·
然而,有时我确实也会感到不安,担心是否所有事物都同样如此。
ἔπειτα ὅταν ταύτῃ στῶ, φεύγων οἴχομαι, δείσας μή ποτε εἴς τινα βυθὸν φλυαρίας ἐμπεσὼν διαφθαρῶ·
然后,当我站在这立场上时,我又会逃离,害怕自己跌入某种废话的深渊中毁灭掉。
ἐκεῖσε δʼ οὖν ἀφικόμενος, εἰς ἃ νυνδὴ ἐλέγομεν εἴδη ἔχειν, περὶ ἐκεῖνα πραγματευόμενος διατρίβω.
于是,我回到刚才我们所说具有形相的那些事物上,并花时间专注于它们。
νέος γὰρ εἶ ἔτι, φάναι τὸν Παρμενίδην, ὦ Σώκρατες, καὶ οὔπω σου ἀντείληπται φιλοσοφία ὡς ἔτι ἀντιλήψεται κατʼ ἐμὴν δόξαν, ὅτε οὐδὲν αὐτῶν ἀτιμάσεις·
” 巴门尼德说:“苏格拉底啊,因为你还年轻。 依我之见,哲学还没有像未来那样牢牢抓住你,到那时你将不会轻视这其中的任何一样事物。
νῦν δὲ ἔτι πρὸς ἀνθρώπων ἀποβλέπεις δόξας διὰ τὴν ἡλικίαν.
但现在由于你的年轻,你依然还在顾忌人们的看法。
τόδε δʼ οὖν μοι εἰπέ. δοκεῖ σοι, ὡς φῄς, εἶναι εἴδη ἄττα, ὧν τάδε τὰ ἄλλα μεταλαμβάνοντα τὰς ἐπωνυμίας αὐτῶν ἴσχειν, οἷον ὁμοιότητος μὲν μεταλαβόντα ὅμοια, μεγέθους δὲ μεγάλα, κάλλους δὲ καὶ δικαιοσύνης δίκαιά τε καὶ καλὰ γίγνεσθαι;
不过,请告诉我这个:正如你所说,你认为存在着某些形相,而其他这些事物通过分有它们而获得它们的名称,例如,分有相似性而成为相似,分有大小而成为大,分有美和正义而成为美和正义吗? ”

词汇与语法注释

  1. 130aαὐτὸς μὲν ἂν οἴεσθαι — 在间接引语中,不定式 οἴεσθαι 的主语与主句动词 ἔφη 的主语(皮托多罗)相同,因此使用了主格 αὐτός 而非宾格。助词 ἄν 与不定式 οἴεσθαι 连用(代表直接引语中带有 ἄν 的直陈式过去时或祈愿式),传达了一种潜在或反事实的语气(“他自己本以为……”)。
  2. 130dμή τι ᾖ περὶ πάντων ταὐτόν — 由表示担忧的动词 ἔθραξε(“使我不安”)引导的 μή 从句,其中使用了虚拟语气 ᾖ。它表达了“也许所有事物都同样如此(即皆有形相)”的焦虑。τι 作副词用(“或许”),起缓和语气的作用,或修饰 ταὐτόν。
  3. 130dεἰς ἃ νυνδὴ ἐλέγομεν εἴδη ἔχειν — 关系代名词 ἃ 指向抽象形相的领域(由 ἐκεῖσε 暗示),并且是依赖于 ἐλέγομεν 的“宾格加不定式”结构的一部分:ἐλέγομεν [ταῦτα] εἴδη ἔχειν(“我们刚才说这些东西具有形相”)。因此译作“回到我们刚才说具有形相的那些事物上”。

引用这一段

柏拉图, 巴门尼德篇 §130. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg009.humanitext-grc2:130

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。