Humanitext Reader

プラトン · 政治家 §297-298

第二善の国制と専門技術を法で縛る思考実験

26 / 34 箇所 · ギリシア語

要旨

異邦人は、真の知識を持った統治者が行う最善の統治を、航海士や医師の比喩を用いて説明する。そして、真の知識が欠けた場合の第二善の策として、人々が法律に一切逆らわないと決めて専門家の力を制限する極端な思考実験を提起する。

§297ΞΕ. ὥσπερ ὁ κυβερνήτης τὸ τῆς νεὼς καὶ ναυτῶν ἀεὶ συμφέρον παραφυλάττων, οὐ γράμματα τιθεὶς ἀλλὰ τὴν τέχνην νόμον παρεχόμενος, σῴζει τοὺς συνναύτας, οὕτω καὶ κατὰ τὸν αὐτὸν τρόπον τοῦτον παρὰ τῶν οὕτως ἄρχειν δυναμένων ὀρθὴ γίγνοιτʼ ἂν πολιτεία, τὴν τῆς τέχνης ῥώμην τῶν νόμων παρεχομένων κρείττω;
異邦人:航海士が、船と乗組員の利益を常に注意深く見守り、成文の規定を設けるのではなく、自らの技術を法として提供することによって乗組員たちを救うように、これと全く同じやり方で、そのように支配する能力のある人々から、法律よりも強力な技術の力を提示する正しい国制が生じるのではないだろうか。
καὶ πάντα ποιοῦσι τοῖς ἔμφροσιν ἄρχουσιν οὐκ ἔστιν ἁμάρτημα, μέχριπερ ἂν ἓν μέγα φυλάττωσι, τὸ μετὰ νοῦ καὶ τέχνης δικαιότατον ἀεὶ διανέμοντες τοῖς ἐν τῇ πόλει σῴζειν τε αὐτοὺς οἷοί τε ὦσιν καὶ ἀμείνους ἐκ χειρόνων ἀποτελεῖν κατὰ τὸ δυνατόν;
そして、賢明な支配者たちにとって、彼らが行うすべてのことは、彼らが一つの大きな事柄を守り、知性と技術をもって最も正しいことを常に都市の人々に分配し、彼らを救い、かつ可能な限り彼らを劣った状態からより優れた状態へと仕上げることができる限り、決して誤りとはならないのではないだろうか。
ΝΕ. ΣΩ. οὐκ ἔστʼ ἀντειπεῖν παρά γε ἃ νῦν εἴρηται.
若きソクラテス:いま語られたことに対しては、確かに反論の余地はありません。
ΞΕ. καὶ μὴν πρὸς ἐκεῖνα οὐδὲ ἀντιρρητέον.
異邦人:そしてさらに、あそこの議論に対しても、決して反論すべきではない。
ΝΕ. ΣΩ. τὰ ποῖα εἶπες;
若きソクラテス:どのような議論のことでしょうか。
ΞΕ. ὡς οὐκ ἄν ποτε πλῆθος οὐδʼ ὡντινωνοῦν τὴν τοιαύτην λαβὸν ἐπιστήμην οἷόν τʼ ἂν γένοιτο μετὰ νοῦ διοικεῖν πόλιν, ἀλλὰ περὶ σμικρόν τι καὶ ὀλίγον καὶ τὸ ἕν ἐστι ζητητέον τὴν μίαν ἐκείνην πολιτείαν τὴν ὀρθήν, τὰς δʼ ἄλλας μιμήματα θετέον, ὥσπερ καὶ ὀλίγον πρότερον ἐρρήθη, τὰς μὲν ἐπὶ τὰ καλλίονα, τὰς δʼ ἐπὶ τὰ αἰσχίω μιμουμένας ταύτην.
異邦人:いかなる種類の大衆であっても、このような知識を身につけて、知性をもって都市を管理することは決して不可能であり、むしろ、極めて小さなグループ、少数の人々、あるいはただ一人のうちにこそ、あの唯一にして正しい国制が探求されるべきであり、他の国制は、少し前に語られたように、模倣物とみなすべきである、という議論にだ。 その模倣物とは、あるものはより美しく、あるものはより醜く、この国制を模倣しているのである。
ΝΕ. ΣΩ. πῶς τί τοῦτʼ εἴρηκας;
若きソクラテス:それはどういう意味でおっしゃったのですか。
οὐδὲ γὰρ ἄρτι δῆθεν κατέμαθον τὸ περὶ τῶν μιμημάτων.
私はさきほど、模倣物に関する話をよく理解できなかったのです。
ΞΕ. καὶ μὴν οὐ φαῦλόν γε, ἂν κινήσας τις τοῦτον τὸν λόγον αὐτοῦ καταβάλῃ καὶ μὴ διελθὼν ἐνδείξηται τὸ νῦν γιγνόμενον ἁμάρτημα περὶ αὐτό.
異邦人:だがそれは些細なことではない。 もし誰かがこの議論を提起しておきながら、それを途中で打ち切り、詳しく論じて、現在それに関して生じている誤りを明らかにしないとすれば。
ΝΕ. ΣΩ. ποῖον δή;
若きソクラテス:一体どのような誤りですか。
ΞΕ. τοιόνδε τι δεῖ γε ζητεῖν, οὐ πάνυ σύνηθες οὐδὲ ῥᾴδιον ἰδεῖν·
異邦人:探求すべきは次のような事柄であり、これは全く見慣れたものでもなく、見出すのも容易ではない。
ὅμως μὴν πειρώμεθα λαβεῖν αὐτό. φέρε γάρ·
しかし、それでも何とかそれを捉えるよう努めよう。
ὀρθῆς ἡμῖν μόνης οὔσης ταύτης τῆς πολιτείας ἣν εἰρήκαμεν, οἶσθʼ ὅτι τὰς ἄλλας δεῖ τοῖς ταύτης συγγράμμασι χρωμένας οὕτω σῴζεσθαι, δρώσας τὸ νῦν ἐπαινούμενον, καίπερ οὐκ ὀρθότατον ὄν;
さあ、私たちにとって唯一正しい国制が、いま述べたそれだけであるとすれば、他の諸国制は、この国制の成文規定を用いることによって、現在称賛されているが最も正しいわけではない方法を実行しつつ、そのようにして存続しなければならないことを君は知っているかね。
ΝΕ. ΣΩ. τὸ ποῖον;
若きソクラテス:どのような方法ですか。
ΞΕ. τὸ παρὰ τοὺς νόμους μηδὲν μηδένα τολμᾶν ποιεῖν τῶν ἐν τῇ πόλει, τὸν τολμῶντα δὲ θανάτῳ ζημιοῦσθαι καὶ πᾶσι τοῖς ἐσχάτοις.
異邦人:都市のなかの誰も、法律に反していかなることもあえて行わず、それを敢行する者は死刑やその他すべての極刑に処せられる、ということだ。
καὶ τοῦτʼ ἔστιν ὀρθότατα καὶ κάλλιστʼ ἔχον ὡς δεύτερον, ἐπειδὰν τὸ πρῶτόν τις μεταθῇ τὸ νυνδὴ ῥηθέν·
そしてこれは、もし誰かがさきほど述べられた第一のものを変更するなら、第二のものとして最も正しく、最も優れた状態にある。
ᾧ δὲ τρόπῳ γεγονός ἐστι τοῦτο ὃ δὴ δεύτερον ἐφήσαμεν, διαπερανώμεθα.
では、私たちが第二のものと呼んだこれが生じたのはいかなる方法によるのか、徹底的に論じようではないか。
ἦ γάρ;
どうだろう。
ΝΕ. ΣΩ. πάνυ μὲν οὖν.
若きソクラテス:ぜひそうしましょう。
ΞΕ. εἰς δὴ τὰς εἰκόνας ἐπανίωμεν πάλιν, αἷς ἀναγκαῖον ἀπεικάζειν ἀεὶ τοὺς βασιλικοὺς ἄρχοντας.
異邦人:では、王者的支配者たちを常に喩える必要のある、あの肖像へと再び戻ろう。
ΝΕ. ΣΩ. ποίας;
若きソクラテス:どのような肖像ですか。
ΞΕ. τὸν γενναῖον κυβερνήτην καὶ τὸν ἑτέρων πολλῶν ἀντάξιον ἰατρόν.
異邦人:気高い航海士と、多くの他者に匹敵する医師だ。
κατίδωμεν γὰρ δή τι σχῆμα ἐν τούτοις αὐτοῖς πλασάμενοι.
彼らのうちに、ある状況を想定して描き出してみよう。
ΝΕ. ΣΩ. ποῖόν τι;
若きソクラテス:どのような状況ですか。
§298ΞΕ. τοιόνδε·
異邦人:このような状況だ。
οἷον εἰ πάντες περὶ αὐτῶν διανοηθεῖμεν ὅτι δεινότατα ὑπʼ αὐτῶν πάσχομεν.
例えば、私たちが全員、彼らについて、彼らから極めて酷い仕打ちを受けていると考えるとしたらどうか。
ὃν μὲν γὰρ ἂν ἐθελήσωσιν ἡμῶν τούτων ἑκάτεροι σῴζειν, ὁμοίως δὴ σῴζουσιν, ὃν δʼ ἂν λωβᾶσθαι βουληθῶσιν, λωβῶνται τέμνοντες καὶ κάοντες καὶ προστάττοντες ἀναλώματα φέρειν παρʼ ἑαυτοὺς οἷον φόρους, ὧν σμικρὰ μὲν εἰς τὸν κάμνοντα καὶ οὐδὲν ἀναλίσκουσιν, τοῖς δʼ ἄλλοις αὐτοί τε καὶ οἱ οἰκέται χρῶνται·
というのも、彼らのそれぞれは、私たちの中で自分が救いたいと思う者を同じように救うが、台無しにしたいと望む者は、切り刻んだり、火で焼いたり、自分たちのもとへ税金のように費用を持参するよう命じることによって台無しにする。 彼らはその費用のうち、病人のためにはごくわずかしか使わず、あるいは全く使わず、残りを自分たちや召使たちのために使用する。
καὶ δὴ καὶ τελευτῶντες ἢ παρὰ συγγενῶν ἢ παρά τινων ἐχθρῶν τοῦ κάμνοντος χρήματα μισθὸν λαμβάνοντες ἀποκτεινύασιν.
そして最後には、病人の親族や、あるいは敵対する者たちから金銭を報酬として受け取って殺害することさえある。
οἵ τʼ αὖ κυβερνῆται μυρία ἕτερα τοιαῦτα ἐργάζονται, καταλείποντές τε ἔκ τινος ἐπιβουλῆς ἐν ταῖς ἀναγωγαῖς ἐρήμους, καὶ σφάλματα ποιοῦντες ἐν τοῖς πελάγεσιν ἐκβάλλουσιν εἰς τὴν θάλατταν, καὶ ἕτερα κακουργοῦσιν.
他方、航海士たちもまた、これと類似した無数の行為を行う。 出航の際にある陰謀から人々を置き去りにして荒野に遺棄し、海上で過ちを犯して人々を海へと投げ出し、その他さまざまな悪事を行う。
εἰ δὴ ταῦτα διανοηθέντες βουλευσαίμεθα περὶ αὐτῶν βουλήν τινα, τούτων τῶν τεχνῶν μηκέτι ἐπιτρέπειν ἄρχειν αὐτοκράτορι μηδετέρᾳ μήτʼ οὖν δούλων μήτʼ ἐλευθέρων, συλλέξαι δʼ ἐκκλησίαν ἡμῶν αὐτῶν, ἢ σύμπαντα τὸν δῆμον ἢ τοὺς πλουσίους μόνον, ἐξεῖναι δὲ καὶ ἰδιωτῶν καὶ τῶν ἄλλων δημιουργῶν περί τε πλοῦ καὶ περὶ νόσων γνώμην ξυμβαλέσθαι καθʼ ὅτι χρὴ τοῖς φαρμάκοις ἡμᾶς καὶ τοῖς ἰατρικοῖς ὀργάνοις πρὸς τοὺς κάμνοντας χρῆσθαι, καὶ δὴ καὶ τοῖς πλοίοις τε αὐτοῖς καὶ τοῖς ναυτικοῖς ὀργάνοις εἰς τὴν τῶν πλοίων χρείαν καὶ περὶ τοὺς κινδύνους τούς τε πρὸς αὐτὸν τὸν πλοῦν ἀνέμων καὶ θαλάττης πέρι καὶ πρὸς τὰς τοῖς λῃσταῖς ἐντεύξεις, καὶ ἐὰν ναυμαχεῖν ἄρα δέῃ που μακροῖς πλοίοις πρὸς ἕτερα τοιαῦτα·
もし私たちがこうしたことを考えて、彼らについてある評議会を設け、これらの技術のいずれをも、奴隷であれ自由人であれ、もはや何ら全権を持つ支配者として委ねるべきではないと決定するとしたら。 そして私たち自身の民会を召集し、全人民、あるいは富者だけを集めて、一般の人々や他の職人たちであっても、航海や病気について意見を出し合うことを許す。 すなわち、病人のために薬や医療器具をどのように用いるべきか、また船そのものや、航海に必要な器具について、航海自体に伴う風や海に関する危険、あるいは海賊との遭遇、またもし長船で他の同様の船と海戦を行う必要がある場合の対処について。
τὰ δὲ τῷ πλήθει δόξαντα περὶ τούτων, εἴτε τινῶν ἰατρῶν καὶ κυβερνητῶν εἴτʼ ἄλλων ἰδιωτῶν συμβουλευόντων, γράψαντας ἐν κύρβεσί τισι καὶ στήλαις, τὰ δὲ καὶ ἄγραφα πάτρια θεμένους ἔθη, κατὰ ταῦτα ἤδη πάντα τὸν ἔπειτα χρόνον ναυτίλλεσθαι καὶ τὰς τῶν καμνόντων θεραπείας ποιεῖσθαι.
そして、医師や航海士、あるいは他の一般人の勧告に基づいて、大衆がこれらについて決定したことを、ある回転板や石柱に書き記し、またあるものは成文化されない祖伝の慣習的な規則として定め、これらすべてに従って、その後のすべての時間において航海し、また病人の治療を行うと決めるなら。
ΝΕ. ΣΩ. κομιδῇ γε εἴρηκας ἄτοπα.
若きソクラテス:実にとてつもなく奇妙なことをおっしゃいましたね。
ΞΕ. κατʼ ἐνιαυτὸν δέ γε ἄρχοντας καθίστασθαι τοῦ πλήθους, εἴτε ἐκ τῶν πλουσίων εἴτε ἐκ τοῦ δήμου παντός, ὃς ἂν κληρούμενος λαγχάνῃ·
異邦人:そしてさらに、毎年、富者のうちから、あるいは全人民のうちから、抽選で当たった者を支配者として任命する。
τοὺς δὲ καταστάντας ἄρχοντας ἄρχειν κατὰ τὰ γράμματα κυβερνῶντας τὰς ναῦς καὶ τοὺς κάμνοντας ἰωμένους.
そして、任命された支配者たちは、書かれた規定に従って支配を行い、船を操縦し、病人を治療する。
ΝΕ. ΣΩ. ταῦτʼ ἔτι χαλεπώτερα.
若きソクラテス:それはさらに耐え難いことです。

語釈・文法注

  1. 297aτὴν τῆς τέχνης ῥώμην τῶν νόμων παρεχομένων κρείττω — `παρεχομένων` は属格現在分詞で、前行の `παρὰ τῶν οὕτως ἄρχειν δυναμένων` を意味上の主語とする属格独立構文として機能している。`κρείττω`(比較級 `κρείττονα` の縮約形)は `ῥώμην` を修飾する述語的形容詞であり、「法律よりも強力なものとして(技術の力を)提示しつつ」と解釈される。
  2. 297cἂν κινήσας τις τοῦτον τὸν λόγον αὐτοῦ καταβάλῃ — `αὐτοῦ` は属格代名詞ではなく、「その場で、まさにそこで」を意味する場所の副詞。`καταβάλῃ`(`καταβάλλω` の接続法過去)はここでは「議論を投げ捨てる、途中で打ち切る」の意。したがって、「この議論を動かしながら、まさにその場で打ち切ってしまうなら」という意味になる。
  3. 298aὧν σμικρὰ μὲν εἰς τὸν κάμνοντα καὶ οὐδὲν ἀναλίσκουσιν — 関係代名詞 `ὧν` の先行詞は前文の `ἀναλώματα`(費用)。属格 `ὧν` は、前半の節では `ἀναλίσκουσιν,` の属格支配(「~の一部を消費する」)として機能し、後半の節 `τοῖς δʼ ἄλλοις... χρῶνται` では、`χρῶμαι` が与格を支配するため、指示代名詞 `τοῖς ἄλλοις`(その他のものに)によって格の不一致が解消されている。
  4. 298bεἰ δὴ ταῦτα διανοηθέντες βουλευσαίμεθα περὶ αὐτῶν βουλήν τινα — 298bの `εἰ ... βουλευσαίμεθα`(もし私たちが~を決定するとしたら)から始まる長大な条件節のなかに、決定の内容を表す不定詞節(`ἐπιτρέπειν`, `συλλέξαι`, `ἐξεῖναι`, `ναυτίλλεσθαι`, `ποιεῖσθαι`)が並列で組み込まれている。文全体の主節は298eの若きソクラテスの反応の後に続き、この思考実験(極端な実証主義・法律至上主義の風刺)の前提を形作っている。

この箇所を引用する

プラトン, 政治家 §297-298. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0059.tlg008.humanitext-grc2:297-298

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。