§297ΞΕ. ὥσπερ ὁ κυβερνήτης τὸ τῆς νεὼς καὶ ναυτῶν ἀεὶ συμφέρον παραφυλάττων, οὐ γράμματα τιθεὶς ἀλλὰ τὴν τέχνην νόμον παρεχόμενος, σῴζει τοὺς συνναύτας, οὕτω καὶ κατὰ τὸν αὐτὸν τρόπον τοῦτον παρὰ τῶν οὕτως ἄρχειν δυναμένων ὀρθὴ γίγνοιτʼ ἂν πολιτεία, τὴν τῆς τέχνης ῥώμην τῶν νόμων παρεχομένων κρείττω;
异邦人:正如航海士总是关注着船只和船员的利益,不是通过制定成文的规定,而是通过提供自己的技术作为法律来拯救他的同伴船员,难道以这完全相同的方式,从那些有能力如此统治的人那里,不会产生一种正确的国制,从而呈现出强于法律的技术力量吗?
καὶ πάντα ποιοῦσι τοῖς ἔμφροσιν ἄρχουσιν οὐκ ἔστιν ἁμάρτημα, μέχριπερ ἂν ἓν μέγα φυλάττωσι, τὸ μετὰ νοῦ καὶ τέχνης δικαιότατον ἀεὶ διανέμοντες τοῖς ἐν τῇ πόλει σῴζειν τε αὐτοὺς οἷοί τε ὦσιν καὶ ἀμείνους ἐκ χειρόνων ἀποτελεῖν κατὰ τὸ δυνατόν;
而且对于贤明的统治者来说,只要他们坚守一个重大的原则,即总是以理智和技术将最公正的事情分配给城市里的人,并能够拯救他们,且尽可能使他们从较差的状态变得更好,那么他们所做的一切就绝不是错误,不是吗?
ΝΕ. ΣΩ. οὐκ ἔστʼ ἀντειπεῖν παρά γε ἃ νῦν εἴρηται.
年轻苏格拉底:对于刚才所说的这些,确实无法反驳。
ΞΕ. καὶ μὴν πρὸς ἐκεῖνα οὐδὲ ἀντιρρητέον.
异邦人:而且,对于那里的论点,也同样不应反驳。
ΝΕ. ΣΩ. τὰ ποῖα εἶπες;
年轻苏格拉底:你指的是什么样的论点?
ΞΕ. ὡς οὐκ ἄν ποτε πλῆθος οὐδʼ ὡντινωνοῦν τὴν τοιαύτην λαβὸν ἐπιστήμην οἷόν τʼ ἂν γένοιτο μετὰ νοῦ διοικεῖν πόλιν, ἀλλὰ περὶ σμικρόν τι καὶ ὀλίγον καὶ τὸ ἕν ἐστι ζητητέον τὴν μίαν ἐκείνην πολιτείαν τὴν ὀρθήν, τὰς δʼ ἄλλας μιμήματα θετέον, ὥσπερ καὶ ὀλίγον πρότερον ἐρρήθη, τὰς μὲν ἐπὶ τὰ καλλίονα, τὰς δʼ ἐπὶ τὰ αἰσχίω μιμουμένας ταύτην.
异邦人:那就是,任何种类的大众都绝不可能获得这样的知识,并能以理智来管理城市,相反,我们必须在极少数、少数人或仅一人中去寻找那唯一正确的国制,而必须将其他的国制视为模仿物,正如刚才所说的那样,有的模仿得较美,有的模仿得较丑。
ΝΕ. ΣΩ. πῶς τί τοῦτʼ εἴρηκας;
年轻苏格拉底:你这是什么意思?
οὐδὲ γὰρ ἄρτι δῆθεν κατέμαθον τὸ περὶ τῶν μιμημάτων.
因为我刚才确实没有清楚理解关于模仿物的问题。
ΞΕ. καὶ μὴν οὐ φαῦλόν γε, ἂν κινήσας τις τοῦτον τὸν λόγον αὐτοῦ καταβάλῃ καὶ μὴ διελθὼν ἐνδείξηται τὸ νῦν γιγνόμενον ἁμάρτημα περὶ αὐτό.
异邦人:然而这绝非微不足道的事,如果有人挑起这个话题,却将其半途而废,而不通过详细讨论来指出目前围绕它所产生的错误。
ΝΕ. ΣΩ. ποῖον δή;
年轻苏格拉底:那到底是怎样的错误?
ΞΕ. τοιόνδε τι δεῖ γε ζητεῖν, οὐ πάνυ σύνηθες οὐδὲ ῥᾴδιον ἰδεῖν· ὅμως μὴν πειρώμεθα λαβεῖν αὐτό.
异邦人:我们必须寻找类似这样的事情,这绝非寻常,也不易看清;不过,我们还是努力去把握它吧。
φέρε γάρ· ὀρθῆς ἡμῖν μόνης οὔσης ταύτης τῆς πολιτείας ἣν εἰρήκαμεν, οἶσθʼ ὅτι τὰς ἄλλας δεῖ τοῖς ταύτης συγγράμμασι χρωμένας οὕτω σῴζεσθαι, δρώσας τὸ νῦν ἐπαινούμενον, καίπερ οὐκ ὀρθότατον ὄν;
且看:既然对我们来说,我们所说的这种国制是唯一正确的,那么你是否知道,其他国制必须通过使用这种国制的成文规定,行使目前虽被赞赏但并非最正确的方法,以此来保存自身?
ΝΕ. ΣΩ. τὸ ποῖον;
年轻苏格拉底:那是什么样的方法?
ΞΕ. τὸ παρὰ τοὺς νόμους μηδὲν μηδένα τολμᾶν ποιεῖν τῶν ἐν τῇ πόλει, τὸν τολμῶντα δὲ θανάτῳ ζημιοῦσθαι καὶ πᾶσι τοῖς ἐσχάτοις.
异邦人:那就是,城市中没有任何人敢于做出任何违背法律的事情,而敢于这样做的人将被处以死刑和所有最严厉的惩罚。
καὶ τοῦτʼ ἔστιν ὀρθότατα καὶ κάλλιστʼ ἔχον ὡς δεύτερον, ἐπειδὰν τὸ πρῶτόν τις μεταθῇ τὸ νυνδὴ ῥηθέν·
而当有人改变了刚才所说的第一种选择时,这作为第二种选择就是最正确、最美好的。
ᾧ δὲ τρόπῳ γεγονός ἐστι τοῦτο ὃ δὴ δεύτερον ἐφήσαμεν, διαπερανώμεθα.
那么,我们所说的这第二种选择是以何种方式产生的,让我们彻底研究一下。
ἦ γάρ;
好吗?
ΝΕ. ΣΩ. πάνυ μὲν οὖν.
年轻苏格拉底:当然好。
ΞΕ. εἰς δὴ τὰς εἰκόνας ἐπανίωμεν πάλιν, αἷς ἀναγκαῖον ἀπεικάζειν ἀεὶ τοὺς βασιλικοὺς ἄρχοντας.
异邦人:那么,让我们再次回到那些必须用来比喻王者统治者的肖像上。
ΝΕ. ΣΩ. ποίας;
年轻苏格拉底:什么样的肖像?
ΞΕ. τὸν γενναῖον κυβερνήτην καὶ τὸν ἑτέρων πολλῶν ἀντάξιον ἰατρόν.
异邦人:高尚的航海士和能抵得上许多他人的医生。
κατίδωμεν γὰρ δή τι σχῆμα ἐν τούτοις αὐτοῖς πλασάμενοι.
让我们通过在这些例子本身中塑造一个场景来观察一下。
ΝΕ. ΣΩ. ποῖόν τι;
年轻苏格拉底:什么样的场景?
§298ΞΕ. τοιόνδε· οἷον εἰ πάντες περὶ αὐτῶν διανοηθεῖμεν ὅτι δεινότατα ὑπʼ αὐτῶν πάσχομεν.
异邦人:这样的场景:假设我们所有人都认为,我们从他们那里遭受了最可怕的事情。
ὃν μὲν γὰρ ἂν ἐθελήσωσιν ἡμῶν τούτων ἑκάτεροι σῴζειν, ὁμοίως δὴ σῴζουσιν, ὃν δʼ ἂν λωβᾶσθαι βουληθῶσιν, λωβῶνται τέμνοντες καὶ κάοντες καὶ προστάττοντες ἀναλώματα φέρειν παρʼ ἑαυτοὺς οἷον φόρους, ὧν σμικρὰ μὲν εἰς τὸν κάμνοντα καὶ οὐδὲν ἀναλίσκουσιν, τοῖς δʼ ἄλλοις αὐτοί τε καὶ οἱ οἰκέται χρῶνται·
因为在他们之中,他们想要拯救的我们中的任何人,他们就同样予以拯救,但他们想要残害的人,他们就通过切割、火烧,并命令他们向自己缴纳像贡税一样的费用来加以残害。
καὶ δὴ καὶ τελευτῶντες ἢ παρὰ συγγενῶν ἢ παρά τινων ἐχθρῶν τοῦ κάμνοντος χρήματα μισθὸν λαμβάνοντες ἀποκτεινύασιν.
他们将这些费用中的极少部分或根本不花在病人身上,而他们自己和他们的仆人却占用其余的部分;而且甚至到最后,他们从病人的亲属或某些仇人那里接受金钱作为报酬而将病人杀害。
οἵ τʼ αὖ κυβερνῆται μυρία ἕτερα τοιαῦτα ἐργάζονται, καταλείποντές τε ἔκ τινος ἐπιβουλῆς ἐν ταῖς ἀναγωγαῖς ἐρήμους, καὶ σφάλματα ποιοῦντες ἐν τοῖς πελάγεσιν ἐκβάλλουσιν εἰς τὴν θάλατταν, καὶ ἕτερα κακουργοῦσιν.
而航海士们反过来也做出无数其他类似的行为,在航行中由于某种阴谋而将人们遗弃在荒野中,在公海上犯错将人们抛入大海,并干出其他恶事。
εἰ δὴ ταῦτα διανοηθέντες βουλευσαίμεθα περὶ αὐτῶν βουλήν τινα, τούτων τῶν τεχνῶν μηκέτι ἐπιτρέπειν ἄρχειν αὐτοκράτορι μηδετέρᾳ μήτʼ οὖν δούλων μήτʼ ἐλευθέρων, συλλέξαι δʼ ἐκκλησίαν ἡμῶν αὐτῶν, ἢ σύμπαντα τὸν δῆμον ἢ τοὺς πλουσίους μόνον, ἐξεῖναι δὲ καὶ ἰδιωτῶν καὶ τῶν ἄλλων δημιουργῶν περί τε πλοῦ καὶ περὶ νόσων γνώμην ξυμβαλέσθαι καθʼ ὅτι χρὴ τοῖς φαρμάκοις ἡμᾶς καὶ τοῖς ἰατρικοῖς ὀργάνοις πρὸς τοὺς κάμνοντας χρῆσθαι, καὶ δὴ καὶ τοῖς πλοίοις τε αὐτοῖς καὶ τοῖς ναυτικοῖς ὀργάνοις εἰς τὴν τῶν πλοίων χρείαν καὶ περὶ τοὺς κινδύνους τούς τε πρὸς αὐτὸν τὸν πλοῦν ἀνέμων καὶ θαλάττης πέρι καὶ πρὸς τὰς τοῖς λῃσταῖς ἐντεύξεις, καὶ ἐὰν ναυμαχεῖν ἄρα δέῃ που μακροῖς πλοίοις πρὸς ἕτερα τοιαῦτα· τὰ δὲ τῷ πλήθει δόξαντα περὶ τούτων, εἴτε τινῶν ἰατρῶν καὶ κυβερνητῶν εἴτʼ ἄλλων ἰδιωτῶν συμβουλευόντων, γράψαντας ἐν κύρβεσί τισι καὶ στήλαις, τὰ δὲ καὶ ἄγραφα πάτρια θεμένους ἔθη, κατὰ ταῦτα ἤδη πάντα τὸν ἔπειτα χρόνον ναυτίλλεσθαι καὶ τὰς τῶν καμνόντων θεραπείας ποιεῖσθαι.
如果我们在考虑到这些事情后,针对他们召开一个会议,决定不再允许这两种技术中的任何一种对奴隶或自由人拥有全权的统治,而是召集我们自己的公民大会,或全体平民或仅富人,并允许普通人和其他手工业者就航海和疾病发表意见,探讨我们应该如何对病人使用药物和医疗器具,以及如何使用船只本身和航海器具以满足船只的需要,并应对关于航行本身、风和海洋的危险,以及与海盗的遭遇,或者如果需要在某处用长船与其他类似船只进行海战时的应对措施;而大众关于这些事情所作出的决定,无论是某些医生和航海士还是其他普通人提出的建议,都要写在某些旋转木板或石柱上,并把其他一些作为非成文的祖传习俗确立下来,在以后的所有时间里,我们都必须完全按照这些规则进行航海并对病人进行治疗。
ΝΕ. ΣΩ. κομιδῇ γε εἴρηκας ἄτοπα.
年轻苏格拉底:你说的真是极其荒谬的事情。
ΞΕ. κατʼ ἐνιαυτὸν δέ γε ἄρχοντας καθίστασθαι τοῦ πλήθους, εἴτε ἐκ τῶν πλουσίων εἴτε ἐκ τοῦ δήμου παντός, ὃς ἂν κληρούμενος λαγχάνῃ·
异邦人:而且,每年还要从大众中任命统治者,或是从富人中,或是从全体平民中,由抽签决定。
τοὺς δὲ καταστάντας ἄρχοντας ἄρχειν κατὰ τὰ γράμματα κυβερνῶντας τὰς ναῦς καὶ τοὺς κάμνοντας ἰωμένους.
而被任命的统治者必须按照写下的规定进行统治,驾驶船只并治疗病人。
ΝΕ. ΣΩ. ταῦτʼ ἔτι χαλεπώτερα.
年轻苏格拉底:这些事情就更加难以忍受了。