§283ΞΕ. ὅσα δέ γε αὖ τὴν μὲν συστροφὴν χαύνην λαμβάνει, τῇ δὲ τοῦ στήμονος ἐμπλέξει πρὸς τὴν τῆς γνάψεως ὁλκὴν ἐμμέτρως τὴν μαλακότητα ἴσχει, ταῦτʼ ἄρα κρόκην μὲν τὰ νηθέντα, τὴν δὲ ἐπιτεταγμένην αὐτοῖς εἶναι τέχνην τὴν κροκονητικὴν φῶμεν.
異邦人:また他方で、撚り方は緩やかであるが、縦糸との交織において、縮絨による引っ張りに耐えうる適度な柔らかさを保持しているような、そういう紡がれたものすべてについて、これを横糸と呼び、これらに割り当てられた技術を横糸紡ぎ術と呼ぶことにしよう。
ΝΕ. ΣΩ. ὀρθότατα.
若きソクラテス:極めて正しいです。
ΞΕ. καὶ μὴν τό γε τῆς ὑφαντικῆς μέρος ὃ προυθέμεθα, παντί που δῆλον ἤδη.
異邦人:さらに、私たちが提示した織物術の部分は、今や誰にとっても明らかだろう。
τὸ γὰρ συγκριτικῆς τῆς ἐν ταλασιουργίᾳ μόριον ὅταν εὐθυπλοκίᾳ κρόκης καὶ στήμονος ἀπεργάζηται πλέγμα, τὸ μὲν πλεχθὲν σύμπαν ἐσθῆτα ἐρεᾶν, τὴν δʼ ἐπὶ τούτῳ τέχνην οὖσαν προσαγορεύομεν ὑφαντικήν.
羊毛加工における結合術の部分が、横糸と縦糸のまっすぐな交織によって織物を完成させるとき、織られたもの全体を羊毛の衣服と呼び、これに関する技術を織物術と呼ぶのだから。
ΝΕ. ΣΩ. ὀρθότατα.
若きソクラテス:極めて正しいです。
ΞΕ. εἶεν·
異邦人:よし。
τί δή ποτε οὖν οὐκ εὐθὺς ἀπεκρινάμεθα πλεκτικὴν εἶναι κρόκης καὶ στήμονος ὑφαντικήν, ἀλλὰ περιήλθομεν ἐν κύκλῳ πάμπολλα διοριζόμενοι μάτην;
では、なぜ私たちは最初から、織物術とは横糸と縦糸の結合術であると答えずに、無駄に多くの区分を行いながら、遠回りをして回ってきたのだろうか。
ΝΕ. ΣΩ. οὔκουν ἔμοιγε, ὦ ξένε, μάτην οὐδὲν τῶν ῥηθέντων ἔδοξε ῥηθῆναι.
若きソクラテス:異邦人よ、私には、語られたことのうちで無駄に語られたものは一つもないように思われました。
ΞΕ. καὶ θαυμαστόν γε οὐδέν·
異邦人:それは少しも不思議なことではない。
ἀλλὰ τάχʼ ἄν, ὦ μακάριε, δόξειε.
しかし、幸いな友よ、そう思われるようになるかもしれない。
πρὸς δὴ τὸ νόσημα τὸ τοιοῦτον, ἂν ἄρα πολλάκις ὕστερον ἐπίῃ—θαυμαστὸν γὰρ οὐδέν—λόγον ἄκουσόν τινα προσήκοντα περὶ πάντων τῶν τοιούτων ῥηθῆναι.
もしそのような病がこの後しばしば襲ってきたときのために(それは少しも不思議なことではないから)、こうしたすべてのことについて語られるにふさわしいある議論を聞きなさい。
ΝΕ. ΣΩ. λέγε μόνον.
若きソクラテス:ただお話しください。
ΞΕ. πρῶτον τοίνυν ἴδωμεν πᾶσαν τήν τε ὑπερβολὴν καὶ τὴν ἔλλειψιν, ἵνα κατὰ λόγον ἐπαινῶμεν καὶ ψέγωμεν τὰ μακρότερα τοῦ δέοντος ἑκάστοτε λεγόμενα καὶ τἀναντία περὶ τὰς τοιάσδε διατριβάς.
異邦人:ではまず、あらゆる超過と不足について見てみよう。 それは、このような議論において、その都度必要以上に長く語られることや、あるいはその反対のことを、道理に従って賞賛したり非難したりできるようにするためだ。
ΝΕ. ΣΩ. οὐκοῦν χρή.
若きソクラテス:そうしなければなりませんね。
ΞΕ. περὶ δὴ τούτων αὐτῶν ὁ λόγος ἡμῖν οἶμαι γιγνόμενος ὀρθῶς ἂν γίγνοιτο.
異邦人:まさにこれらのことについて私たちの議論がなされるなら、正しくなされることになると思う。
ΝΕ. ΣΩ. τίνων;
若きソクラテス:どのようなことについてですか。
ΞΕ. μήκους τε πέρι καὶ βραχύτητος καὶ πάσης ὑπεροχῆς τε καὶ ἐλλείψεως·
異邦人:長さと短さ、そしてすべての超過と不足についてだ。
ἡ γάρ που μετρητικὴ περὶ πάντʼ ἐστὶ ταῦτα.
というのも、測定術は、おそらくこれらすべてに関わるものだからね。
ΝΕ. ΣΩ. ναί.
若きソクラテス:はい。
ΞΕ. διέλωμεν τοίνυν αὐτὴν δύο μέρη·
異邦人:では、それを二つの部分に分割しよう。
δεῖ γὰρ δὴ πρὸς ὃ νῦν σπεύδομεν.
私たちが今急いで向かっている目標のために、それはどうしても必要なのだ。
ΝΕ. ΣΩ. λέγοις ἂν τὴν διαίρεσιν ὅπῃ.
若きソクラテス:その分割がどのように行われるか、おっしゃってください。
ΞΕ. τῇδε·
異邦人:このようにだ。
τὸ μὲν κατὰ τὴν πρὸς ἄλληλα μεγέθους καὶ σμικρότητος κοινωνίαν, τὸ δὲ κατὰ τὴν τῆς γενέσεως ἀναγκαίαν οὐσίαν.
一方は大きさと小ささの互いに対する関係に従うものであり、他方は生成にとって不可欠な実在に従うものである。
ΝΕ. ΣΩ. πῶς λέγεις;
若きソクラテス:どういう意味ですか。
ΞΕ. ἆρʼ οὐ κατὰ φύσιν δοκεῖ σοι τὸ μεῖζον μηδενὸς ἑτέρου δεῖν μεῖζον λέγειν ἢ τοῦ ἐλάττονος, καὶ τοὔλαττον αὖ τοῦ μείζονος ἔλαττον, ἄλλου δὲ μηδενός;
異邦人:自然のあり方に従って、大きいものは小さいものより大きいと言うべきであり、小さいものは大きいものより小さいと言うべきであって、他のいかなるものに対してもそう言うべきではない、と君には思われないかね。
ΝΕ. ΣΩ. ἔμοιγε.
若きソクラテス:私にはそう思われます。
ΞΕ. τί δέ;
異邦人:ではこれはどうだろう。
τὸ τὴν τοῦ μετρίου φύσιν ὑπερβάλλον καὶ ὑπερβαλλόμενον ὑπʼ αὐτῆς ἐν λόγοις εἴτε καὶ ἐν ἔργοις ἆρʼ οὐκ αὖ λέξομεν ὡς ὄντως γιγνόμενον, ἐν ᾧ καὶ διαφέρουσι μάλιστα ἡμῶν οἵ τε κακοὶ καὶ ἀγαθοί;
言論においてであれ行為においてであれ、適度の性質を超越するもの、あるいはそれによって超越されるものが、真に存在しているのだと私たちはやはり言わないだろうか。 そしてその点においてこそ、私たちのうちの悪き者たちと善き者たちが最も大きく異なるのではないかね。
ΝΕ. ΣΩ. φαίνεται.
若きソクラテス:そのように見えます。
ΞΕ. διττὰς ἄρα ταύτας οὐσίας καὶ κρίσεις τοῦ μεγάλου καὶ τοῦ σμικροῦ θετέον, ἀλλʼ οὐχ ὡς ἔφαμεν ἄρτι πρὸς ἄλληλα μόνον δεῖν, ἀλλʼ ὥσπερ νῦν εἴρηται μᾶλλον τὴν μὲν πρὸς ἄλληλα λεκτέον, τὴν δʼ αὖ πρὸς τὸ μέτριον·
異邦人:それなら、大きいものと小さいもののこれら二種類の実在と判断基準を設定しなければならない。 先ほど言ったように単に互いに対してだけで済ませるのではなく、今語られたように、一方を互いに対するものとして、他方を適度に対するものとして語るべきなのだ。
οὗ δὲ ἕνεκα, μαθεῖν ἆρʼ ἂν βουλοίμεθα;
では、これが何のために必要なのかを、私たちは知りたいだろうか。
ΝΕ. ΣΩ. τί μήν;
若きソクラテス:もちろんです。