§283ΞΕ. ὅσα δέ γε αὖ τὴν μὲν συστροφὴν χαύνην λαμβάνει, τῇ δὲ τοῦ στήμονος ἐμπλέξει πρὸς τὴν τῆς γνάψεως ὁλκὴν ἐμμέτρως τὴν μαλακότητα ἴσχει, ταῦτʼ ἄρα κρόκην μὲν τὰ νηθέντα, τὴν δὲ ἐπιτεταγμένην αὐτοῖς εἶναι τέχνην τὴν κροκονητικὴν φῶμεν.
异邦人:而另一方面,对于那些捻度较松,但在与经线的交织中,保持着能够承受缩绒拉力的适度柔软的所有纺成之线,我们就称之为‘纬线’,而把分派给它们的艺术称为 ‘纬线纺制术’吧。
ΝΕ. ΣΩ. ὀρθότατα.
年轻苏格拉底:非常正确。
ΞΕ. καὶ μὴν τό γε τῆς ὑφαντικῆς μέρος ὃ προυθέμεθα, παντί που δῆλον ἤδη.
异邦人:此外,我们之前为自己设定的织造术部分,现在想必对每个人都很清楚了。
τὸ γὰρ συγκριτικῆς τῆς ἐν ταλασιουργίᾳ μόριον ὅταν εὐθυπλοκίᾳ κρόκης καὶ στήμονος ἀπεργάζηται πλέγμα, τὸ μὲν πλεχθὲν σύμπαν ἐσθῆτα ἐρεᾶν, τὴν δʼ ἐπὶ τούτῳ τέχνην οὖσαν προσαγορεύομεν ὑφαντικήν.
因为当羊毛加工内部的结合技术部分通过纬线和经线的直交编织完成织物时,我们把编织成的整体称为羊毛衣服,而把负责这一工作的技术称为‘织造术’。
ΝΕ. ΣΩ. ὀρθότατα.
年轻苏格拉底:非常正确。
ΞΕ. εἶεν·
异邦人:好。
τί δή ποτε οὖν οὐκ εὐθὺς ἀπεκρινάμεθα πλεκτικὴν εἶναι κρόκης καὶ στήμονος ὑφαντικήν, ἀλλὰ περιήλθομεν ἐν κύκλῳ πάμπολλα διοριζόμενοι μάτην;
那么,我们究竟为什么不直接回答说织造术就是纬线和经线的交织,反而绕了个大圈,徒劳地做出了那么多界定呢?
ΝΕ. ΣΩ. οὔκουν ἔμοιγε, ὦ ξένε, μάτην οὐδὲν τῶν ῥηθέντων ἔδοξε ῥηθῆναι.
年轻苏格拉底:异邦人啊,在我看来,刚才所说的话中没有一句是徒劳说出的。
ΞΕ. καὶ θαυμαστόν γε οὐδέν·
异邦人:这真的一点也不奇怪。
ἀλλὰ τάχʼ ἄν, ὦ μακάριε, δόξειε.
但是,我幸运的朋友,也许以后会显得是这样。
πρὸς δὴ τὸ νόσημα τὸ τοιοῦτον, ἂν ἄρα πολλάκις ὕστερον ἐπίῃ—θαυμαστὸν γὰρ οὐδέν—λόγον ἄκουσόν τινα προσήκοντα περὶ πάντων τῶν τοιούτων ῥηθῆναι.
为了应对可能经常在以后侵袭我们的此类病症——因为这并不奇怪——请听一段适合于对所有这些事物发表的议论。
ΝΕ. ΣΩ. λέγε μόνον.
年轻苏格拉底:您尽管说。
ΞΕ. πρῶτον τοίνυν ἴδωμεν πᾶσαν τήν τε ὑπερβολὴν καὶ τὴν ἔλλειψιν, ἵνα κατὰ λόγον ἐπαινῶμεν καὶ ψέγωμεν τὰ μακρότερα τοῦ δέοντος ἑκάστοτε λεγόμενα καὶ τἀναντία περὶ τὰς τοιάσδε διατριβάς.
异邦人:那么,首先让我们审视一切过度与不足,以便我们在面对这类讨论时,能够根据道理对每次说得比需要更长的话或相反的情况进行赞扬和指责。
ΝΕ. ΣΩ. οὐκοῦν χρή.
年轻苏格拉底:那当然必须。
ΞΕ. περὶ δὴ τούτων αὐτῶν ὁ λόγος ἡμῖν οἶμαι γιγνόμενος ὀρθῶς ἂν γίγνοιτο.
异邦人:我想,如果我们的讨论针对这些事物本身展开,那将会是正确的。
ΝΕ. ΣΩ. τίνων;
年轻苏格拉底:哪些事物?
ΞΕ. μήκους τε πέρι καὶ βραχύτητος καὶ πάσης ὑπεροχῆς τε καὶ ἐλλείψεως·
异邦人:关于长度和短度,以及一切过度与不足;因为测量术大概是关于所有这些的。
ἡ γάρ που μετρητικὴ περὶ πάντʼ ἐστὶ ταῦτα.
年轻苏格拉底:是的。
ΝΕ. ΣΩ. ναί. ΞΕ. διέλωμεν τοίνυν αὐτὴν δύο μέρη·
异邦人:那么我们把它分为两个部分;因为这对于我们现在正努力追求的目标来说确实是必需的。
δεῖ γὰρ δὴ πρὸς ὃ νῦν σπεύδομεν. ΝΕ. ΣΩ. λέγοις ἂν τὴν διαίρεσιν ὅπῃ.
年轻苏格拉底:请告诉我这划分是如何进行的。
ΞΕ. τῇδε· τὸ μὲν κατὰ τὴν πρὸς ἄλληλα μεγέθους καὶ σμικρότητος κοινωνίαν, τὸ δὲ κατὰ τὴν τῆς γενέσεως ἀναγκαίαν οὐσίαν.
异邦人:就这样:一个是根据大小相互之间的关系,另一个是根据生成所必需的本质。
ΝΕ. ΣΩ. πῶς λέγεις;
年轻苏格拉底:您这是什么意思?
ΞΕ. ἆρʼ οὐ κατὰ φύσιν δοκεῖ σοι τὸ μεῖζον μηδενὸς ἑτέρου δεῖν μεῖζον λέγειν ἢ τοῦ ἐλάττονος, καὶ τοὔλαττον αὖ τοῦ μείζονος ἔλαττον, ἄλλου δὲ μηδενός;
异邦人:难道你不认为,按照自然,我们应当说较大者不比任何别的东西大、只比较小者大,较小者反过来只比较大者小、不比别的东西小吗?
ΝΕ. ΣΩ. ἔμοιγε.
年轻苏格拉底:在我看来确实如此。
ΞΕ. τί δέ; τὸ τὴν τοῦ μετρίου φύσιν ὑπερβάλλον καὶ ὑπερβαλλόμενον ὑπʼ αὐτῆς ἐν λόγοις εἴτε καὶ ἐν ἔργοις ἆρʼ οὐκ αὖ λέξομεν ὡς ὄντως γιγνόμενον, ἐν ᾧ καὶ διαφέρουσι μάλιστα ἡμῶν οἵ τε κακοὶ καὶ ἀγαθοί;
异邦人:那么,对于在言辞或在行动中超出以及被超出的适度本性的事物,我们难道不也应该说它们确实产生了吗? 而且正是在这一点上,我们之中的恶人与善人才有着最显著的区别?
ΝΕ. ΣΩ. φαίνεται.
年轻苏格拉底:显而易见。
ΞΕ. διττὰς ἄρα ταύτας οὐσίας καὶ κρίσεις τοῦ μεγάλου καὶ τοῦ σμικροῦ θετέον, ἀλλʼ οὐχ ὡς ἔφαμεν ἄρτι πρὸς ἄλληλα μόνον δεῖν, ἀλλʼ ὥσπερ νῦν εἴρηται μᾶλλον τὴν μὲν πρὸς ἄλληλα λεκτέον, τὴν δʼ αὖ πρὸς τὸ μέτριον·
异邦人:那么,我们必须确立这两种关于大与小之本质和评判标准的划分,而不能像我们刚才所说的那样,认为它们应当仅仅是相互相对的,而更应该像现在所说的那样,一种是相互相对的,另一种是相对于适度的。
οὗ δὲ ἕνεκα, μαθεῖν ἆρʼ ἂν βουλοίμεθα;
我们想知道这是为了什么吗?
ΝΕ. ΣΩ. τί μήν;
年轻苏格拉底:当然想。