§274ΞΕ. καὶ τἆλλά τε πάντα μετέβαλλε, ἀπομιμούμενα καὶ συνακολουθοῦντα τῷ τοῦ παντὸς παθήματι, καὶ δὴ καὶ τὸ τῆς κυήσεως καὶ γεννήσεως καὶ τροφῆς μίμημα συνείπετο τοῖς πᾶσιν ὑπʼ ἀνάγκης·
客人:そして他のすべてのものも、宇宙の被った事態を模倣し、それに付き従いながら変化した。 そして実際、懐胎と誕生と養育の模倣も、必然によってすべてのものに伴ったのである。
οὐ γὰρ ἐξῆν ἔτʼ ἐν γῇ διʼ ἑτέρων συνιστάντων φύεσθαι ζῷον, ἀλλὰ καθάπερ τῷ κόσμῳ προσετέτακτο αὐτοκράτορα εἶναι τῆς αὑτοῦ πορείας, οὕτω δὴ κατὰ ταὐτὰ καὶ τοῖς μέρεσιν αὐτοῖς διʼ αὑτῶν, καθʼ ὅσον οἷόν τʼ ἦν, φύειν τε καὶ γεννᾶν καὶ τρέφειν προσετάττετο ὑπὸ τῆς ὁμοίας ἀγωγῆς.
というのも、もはや地の中で、他の結合させるものたちを通じて動物が生まれることは許されず、宇宙自身に対して、自らの行路を自ら律するものであるよう命じられていたのとまさに同じように、その部分たちに対しても、同様の導きの下で、可能な限り、自らを通じて生み出し、誕生させ、養育することが命じられていたからである。
οὗ δὲ ἕνεκα ὁ λόγος ὥρμηκε πᾶς, ἐπʼ αὐτῷ νῦν ἐσμὲν ἤδη.
そして、この議論全体が引き起こされた目的のそのものに、私たちは今やもう到達している。
περὶ μὲν γὰρ τῶν ἄλλων θηρίων πολλὰ ἂν καὶ μακρὰ διεξελθεῖν γίγνοιτο, ἐξ ὧν ἕκαστα καὶ διʼ ἃς αἰτίας μεταβέβληκε· περὶ δὲ ἀνθρώπων βραχύτερα καὶ μᾶλλον προσήκοντα.
というのも、他の獣たちについては、それぞれがどのような状態から、またいかなる原因によって変化したのか、多くを長々と論じ通すこともできるだろうが、人間については、より短く、よりふさわしいものとなるからである。
τῆς γὰρ τοῦ κεκτημένου καὶ νέμοντος ἡμᾶς δαίμονος ἀπερημωθέντες ἐπιμελείας, τῶν πολλῶν αὖ θηρίων, ὅσα χαλεπὰ τὰς φύσεις ἦν, ἀπαγριωθέντων, αὐτοὶ δὲ ἀσθενεῖς ἄνθρωποι καὶ ἀφύλακτοι γεγονότες διηρπάζοντο ὑπʼ αὐτῶν, καὶ ἔτʼ ἀμήχανοι καὶ ἄτεχνοι κατὰ τοὺς πρώτους ἦσαν χρόνους, ἅτε τῆς μὲν αὐτομάτης τροφῆς ἐπιλελοιπυίας, πορίζεσθαι δὲ οὐκ ἐπιστάμενοί πω διὰ τὸ μηδεμίαν αὐτοὺς χρείαν πρότερον ἀναγκάζειν.
というのも、私たちを所有し牧していたダイモーンの配慮を奪われ、また多くの獣たちのうち、その性質が荒々しかったものが野生化し、人間自身は弱く無防備になって、獣たちによって襲われていたからである。 しかも最初の時期には、人間はまだ手段も技術も持たなかった。 自給自足の食物はすでに尽きていたのに対し、以前にはいかなる必要も彼らを強制しなかったために、自らそれを得る方法をまだ知らなかったからである。
ἐκ τούτων πάντων ἐν μεγάλαις ἀπορίαις ἦσαν.
これらすべてのことから、人間は大きな困難に陥っていた。
ὅθεν δὴ τὰ πάλαι λεχθέντα παρὰ θεῶν δῶρα ἡμῖν δεδώρηται μετʼ ἀναγκαίας διδαχῆς καὶ παιδεύσεως, πῦρ μὲν παρὰ Προμηθέως, τέχναι δὲ παρʼ Ἡφαίστου καὶ τῆς συντέχνου, σπέρματα δὲ αὖ καὶ φυτὰ παρʼ ἄλλων·
そこからまさに、古くから語られている神々からの贈り物が、必要な教えと教育を伴って私たちに授けられたのである。 プロメテウスからは火が、ヘパイストスとその職能を共にする女神からは諸技術が、また他の神々からは種子や植物が授けられた。
καὶ πάνθʼ ὁπόσα τὸν ἀνθρώπινον βίον συγκατεσκεύακεν ἐκ τούτων γέγονεν, ἐπειδὴ τὸ μὲν ἐκ θεῶν, ὅπερ ἐρρήθη νυνδή, τῆς ἐπιμελείας ἐπέλιπεν ἀνθρώπους, διʼ ἑαυτῶν τε ἔδει τήν τε διαγωγὴν καὶ τὴν ἐπιμέλειαν αὐτοὺς αὑτῶν ἔχειν καθάπερ ὅλος ὁ κόσμος, ᾧ συμμιμούμενοι καὶ συνεπόμενοι τὸν ἀεὶ χρόνον νῦν μὲν οὕτως, τοτὲ δὲ ἐκείνως ζῶμέν τε καὶ φυόμεθα.
そして人間の生活を共同で組織するすべてのものは、これらから生じたのである。 というのも、先ほど言われた神々による配慮が人間に対して途絶えたため、宇宙全体と同じように、人間も自らを通じて、自らの生活の維持と自らへの配慮を行わなければなくなくなったからである。 私たちはその宇宙を常に模倣し、それに付き従うことで、ある時はこのように、またある時はあのように、生きて生まれるのである。
καὶ τὸ μὲν δὴ τοῦ μύθου τέλος ἐχέτω, χρήσιμον δὲ αὐτὸν ποιησόμεθα πρὸς τὸ κατιδεῖν ὅσον ἡμάρτομεν ἀποφηνάμενοι τὸν βασιλικόν τε καὶ πολιτικὸν ἐν τῷ πρόσθε λόγῳ.
さて、神話はここで終わりとしよう。 しかし私たちは、前の議論において王たる者、あるいは政治家を規定した際に、どれほど大きな過ちを犯したかを見定めるために、この神話を役立てることにしよう。
ΝΕ. ΣΩ. πῶς οὖν καὶ πόσον ἁμάρτημα φῂς εἶναι γεγονὸς ἡμῖν;
若きソクラテス:それでは、私たちの過ちとはどのようなものであり、どれほどの大きさのものであるとおっしゃるのですか。
ΞΕ. τῇ μὲν βραχύτερον, τῇ δὲ μάλα γενναῖον καὶ πολλῷ μεῖζον καὶ πλέον ἢ τότε.
客人:ある点ではより小さいが、別の点では極めて重大で、あの時よりもはるかに大きく、より甚だしいものだ。
ΝΕ. ΣΩ. πῶς;
若きソクラテス:どのようにですか。
§275ΞΕ. ὅτι μὲν ἐρωτώμενοι τὸν ἐκ τῆς νῦν περιφορᾶς καὶ γενέσεως βασιλέα καὶ πολιτικὸν τὸν ἐκ τῆς ἐναντίας περιόδου ποιμένα τῆς τότε ἀνθρωπίνης ἀγέλης εἴπομεν, καὶ ταῦτα θεὸν ἀντὶ θνητοῦ, ταύτῃ μὲν πάμπολυ παρηνέχθημεν·
客人:第一に、現在の自転と誕生の周期における王および政治家を尋ねられたのに、正反対の周期に属する、あの当時の人間の群れの牧者を答え、それも、死すべき者の代わりに神を挙げてしまったこと、この点において私たちは大いに脱線してしまった。
ὅτι δὲ συμπάσης τῆς πόλεως ἄρχοντα αὐτὸν ἀπεφήναμεν, ὅντινα δὲ τρόπον οὐ διείπομεν, ταύτῃ δὲ αὖ τὸ μὲν λεχθὲν ἀληθές, οὐ μὴν ὅλον γε οὐδὲ σαφὲς ἐρρήθη, διὸ καὶ βραχύτερον ἢ κατʼ ἐκεῖνο ἡμαρτήκαμεν.
第二に、彼を国家全体の支配者であると規定したものの、どのような方法によるのかを詳しく区分しなかったこと、この点においては、語られたことは真実ではあるものの、全体が明瞭に語られたわけではない。 それゆえ、先の過ちに比べれば、より小さい過ちを犯したのだ。
ΝΕ. ΣΩ. ἀληθῆ.
若きソクラテス:本当です。
ΞΕ. δεῖ τοίνυν τὸν τρόπον, ὡς ἔοικε, διορίσαντας τῆς ἀρχῆς τῆς πόλεως οὕτω τελέως τὸν πολιτικὸν ἡμῖν εἰρῆσθαι προσδοκᾶν.
客人:それゆえ、どうやら私たちは、国家の支配の方法を定義した上で、そのようにして初めて、政治家が完全に語られたと期待すべきなのだ。
ΝΕ. ΣΩ. καλῶς.
若きソクラテス:立派です。
ΞΕ. διὰ ταῦτα μὴν καὶ τὸν μῦθον παρεθέμεθα, ἵνα ἐνδείξαιτο περὶ τῆς ἀγελαιοτροφίας μὴ μόνον ὡς πάντες αὐτῆς ἀμφισβητοῦσι τῷ ζητουμένῳ τὰ νῦν, ἀλλὰ κἀκεῖνον αὐτὸν ἐναργέστερον ἴδοιμεν, ὃν προσήκει μόνον κατὰ τὸ παράδειγμα ποιμένων τε καὶ βουκόλων τῆς ἀνθρωπίνης ἐπιμέλειαν ἔχοντα τροφῆς τούτου μόνον ἀξιωθῆναι τοῦ προσρήματος.
客人:それだからこそ、私たちはあの神話を導入したのだ。 それは、群れの養育に関して、現在私たちが探求している者に対して誰もが異議を唱え競い合っていることだけでなく、羊飼いや牛飼いの手本に従って人間の養育を配慮し、この称号にただ一人値するにふさわしい、まさにその人自身を、より鮮明に目にするためであった。
ΝΕ. ΣΩ. ὀρθῶς.
若きソクラテス:その通りです。
ΞΕ. οἶμαι δέ γʼ, ὦ Σώκρατες, τοῦτο μὲν ἔτι μεῖζον ἢ κατὰ βασιλέα εἶναι τὸ σχῆμα τὸ τοῦ θείου νομέως, τοὺς δʼ ἐνθάδε νῦν ὄντας πολιτικοὺς τοῖς ἀρχομένοις ὁμοίους τε εἶναι μᾶλλον πολὺ τὰς φύσεις καὶ παραπλησιαίτερον παιδείας μετειληφέναι καὶ τροφῆς.
客人:しかしソクラテス、神的な牧者というこの姿は、王という地位に対してはあまりにも偉大すぎるものであり、現在ここにいる政治家たちは、支配される人々とその性質において遥かによく似ており、教育や養育の面でもより近いものを分かち合っているのだと思う。
ΝΕ. ΣΩ. πάντως που.
若きソクラテス:まったくその通りでしょう。
ΞΕ. ζητητέοι γε μὴν οὐδὲν ἂν εἴησαν οὔθʼ ἧττον οὔτε μᾶλλον, εἴθʼ οὕτως εἴτʼ ἐκείνως πεφύκασιν.
客人:しかしながら、彼らがそのように生まれついているにせよ、あのように生まれついているにせよ、彼らについて探求しなければならないことにはいささかも変わりはない。
ΝΕ. ΣΩ. πῶς γὰρ οὔ;
若きソクラテス:ええ、もちろんですとも。
ΞΕ. τῇδε δὴ πάλιν ἐπανέλθωμεν.
客人:では、このようにして再び立ち戻ろう。
ἣν γὰρ ἔφαμεν αὐτεπιτακτικὴν μὲν εἶναι τέχνην ἐπὶ ζῴοις, οὐ μὴν ἰδίᾳ γε ἀλλὰ κοινῇ τὴν ἐπιμέλειαν ἔχουσαν, καὶ προσείπομεν δὴ τότε εὐθὺς ἀγελαιοτροφικήν—μέμνησαι γάρ;
私たちが、動物に対して支配を命じる技術であり、個別的にではなく共同でその配慮を行うものであると語り、あの時すぐに「群れ養育(の技術)」と名付けたもの、それを覚えているかね。
ΝΕ. ΣΩ. ναί.
若きソクラテス:はい。
ΞΕ. ταύτης τοίνυν πῃ διημαρτάνομεν.
客人:これについて、私たちはある点で過ちを犯していたのだ。
τὸν γὰρ πολιτικὸν οὐδαμοῦ συνελάβομεν οὐδʼ ὠνομάσαμεν, ἀλλʼ ἡμᾶς ἔλαθεν κατὰ τὴν ὀνομασίαν ἐκφυγών.
というのも、私たちは政治家をどこにも包括せず、また名付けもしなかった。 彼は名付けの作業において、私たちの目を盗んで逃げ去ってしまっていたのだ。
ΝΕ. ΣΩ. πῶς;
若きソクラテス:おっしゃる通りです、もしそのような名称が実際にあったのであれば。
ΞΕ. τοῦ τὰς ἀγέλας ἑκάστας τρέφειν τοῖς μὲν ἄλλοις που πᾶσι μέτεστι νομεῦσι, τῷ πολιτικῷ δὲ οὐ μετὸν ἐπηνέγκαμεν τοὔνομα, δέον τῶν κοινῶν ἐπενεγκεῖν τι σύμπασιν.
客人:どうしてないことがあろうか。
ΝΕ. ΣΩ. ἀληθῆ λέγεις, εἴπερ ἐτύγχανέ γε ὄν. ΞΕ. πῶς δʼ οὐκ ἦν τό γε θεραπεύειν που πᾶσι κοινόν, μηδὲν διορισθείσης τροφῆς μηδέ τινος ἄλλης πραγματείας;
「世話をする(治療する・手入れする)」ということは、食物の提供や他の特定の活動を一切定義しないでおくなら、すべての者に共通するはずだ。
ἀλλʼ ἤ τινα ἀγελαιοκομικὴν ἢ θεραπευτικὴν ἢ καί τινα ἐπιμελητικὴν αὐτὴν ὀνομάσασιν ὡς κατὰ πάντων ἐξῆν περικαλύπτειν καὶ τὸν πολιτικὸν ἅμα τοῖς ἄλλοις, ἐπειδὴ δεῖν τοῦτʼ ἐσήμαινεν ὁ λόγος.
だから、それを「群れ管理」とか「世話(の技術)」、あるいは「配慮(の技術)」そのものと名付けることで、他の者たちと同時に政治家をも彼ら全体の上に包括することができたはずなのだ。 議論がそれを示すべきであったのだから。