← プラトン

政治家

§274-275

技術の獲得と神的な牧者の定義の反省

宇宙の反転に伴う生物の自律的発生と、人間が神々の配慮を失った後の困難と技術の獲得が語られる。そして、以前の議論で国家の支配者を「神的な牧者」と同一視した定義の誤りを振り返る。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§274

ΞΕ. καὶ τἆλλά τε πάντα μετέβαλλε, ἀπομιμούμενα καὶ συνακολουθοῦντα τῷ τοῦ παντὸς παθήματι, καὶ δὴ καὶ τὸ τῆς κυήσεως καὶ γεννήσεως καὶ τροφῆς μίμημα συνείπετο τοῖς πᾶσιν ὑπʼ ἀνάγκης· οὐ γὰρ ἐξῆν ἔτʼ ἐν γῇ διʼ ἑτέρων συνιστάντων1 φύεσθαι ζῷον, ἀλλὰ καθάπερ τῷ κόσμῳ προσετέτακτο αὐτοκράτορα εἶναι τῆς αὑτοῦ πορείας, οὕτω δὴ κατὰ ταὐτὰ καὶ τοῖς μέρεσιν αὐτοῖς διʼ αὑτῶν, καθʼ ὅσον οἷόν τʼ ἦν, φύειν τε καὶ γεννᾶν καὶ τρέφειν προσετάττετο ὑπὸ τῆς ὁμοίας ἀγωγῆς. οὗ δὲ ἕνεκα ὁ λόγος ὥρμηκε πᾶς, ἐπʼ αὐτῷ νῦν ἐσμὲν ἤδη. περὶ μὲν γὰρ τῶν ἄλλων θηρίων πολλὰ ἂν καὶ μακρὰ διεξελθεῖν γίγνοιτο, ἐξ ὧν ἕκαστα καὶ διʼ ἃς αἰτίας μεταβέβληκε· περὶ δὲ ἀνθρώπων βραχύτερα καὶ μᾶλλον προσήκοντα. τῆς γὰρ τοῦ κεκτημένου καὶ νέμοντος ἡμᾶς δαίμονος ἀπερημωθέντες ἐπιμελείας, τῶν πολλῶν αὖ θηρίων, ὅσα χαλεπὰ τὰς φύσεις ἦν, ἀπαγριωθέντων, αὐτοὶ δὲ ἀσθενεῖς ἄνθρωποι καὶ ἀφύλακτοι γεγονότες διηρπάζοντο ὑπʼ αὐτῶν, καὶ ἔτʼ ἀμήχανοι καὶ ἄτεχνοι κατὰ τοὺς πρώτους ἦσαν χρόνους, ἅτε τῆς μὲν αὐτομάτης τροφῆς ἐπιλελοιπυίας, πορίζεσθαι δὲ οὐκ ἐπιστάμενοί πω διὰ τὸ μηδεμίαν αὐτοὺς χρείαν πρότερον ἀναγκάζειν. ἐκ τούτων πάντων ἐν μεγάλαις ἀπορίαις ἦσαν. ὅθεν δὴ τὰ πάλαι λεχθέντα παρὰ θεῶν δῶρα ἡμῖν δεδώρηται μετʼ ἀναγκαίας διδαχῆς καὶ παιδεύσεως, πῦρ μὲν παρὰ Προμηθέως, τέχναι δὲ παρʼ Ἡφαίστου καὶ τῆς συντέχνου, σπέρματα δὲ αὖ καὶ φυτὰ παρʼ ἄλλων· καὶ πάνθʼ ὁπόσα τὸν ἀνθρώπινον βίον συγκατεσκεύακεν ἐκ τούτων γέγονεν, ἐπειδὴ τὸ μὲν ἐκ θεῶν, ὅπερ ἐρρήθη νυνδή, τῆς ἐπιμελείας ἐπέλιπεν ἀνθρώπους, διʼ ἑαυτῶν τε ἔδει τήν τε διαγωγὴν καὶ τὴν ἐπιμέλειαν αὐτοὺς αὑτῶν ἔχειν καθάπερ ὅλος ὁ κόσμος, ᾧ συμμιμούμενοι καὶ συνεπόμενοι2 τὸν ἀεὶ χρόνον νῦν μὲν οὕτως, τοτὲ δὲ ἐκείνως ζῶμέν τε καὶ φυόμεθα. καὶ τὸ μὲν δὴ τοῦ μύθου τέλος ἐχέτω, χρήσιμον δὲ αὐτὸν ποιησόμεθα πρὸς τὸ κατιδεῖν ὅσον ἡμάρτομεν ἀποφηνάμενοι τὸν βασιλικόν τε καὶ πολιτικὸν ἐν τῷ πρόσθε λόγῳ. ΝΕ. ΣΩ. πῶς οὖν καὶ πόσον ἁμάρτημα φῂς εἶναι γεγονὸς ἡμῖν; ΞΕ. τῇ μὲν βραχύτερον, τῇ δὲ μάλα γενναῖον καὶ πολλῷ μεῖζον καὶ πλέον ἢ τότε. ΝΕ. ΣΩ. πῶς;

客人: そして他のあらゆるものも、宇宙全体の被った変化を模倣しそれに付き従って変化したのだ。そして実に、受胎と出産と養育の模倣もまた、必然によってすべてのものに伴うことになった。というのも、大地の中で他の結合させるものたちを通じて動物が生じることはもはや許されず、宇宙が自らの運行を自ら支配するように命じられたのと同様に、その部分自身にも、可能なかぎり自らを通じて生じ、産み、養育することが、かの類似の導きによって命じられたからである。そして、この言論全体が発端としたまさにその目的のところに、われわれはいまや既に至っている。他の野獣たちについては、それぞれがどのような状態から、いかなる原因によって変化したのか、長々と多くを論じることもできようが、人間に関しては、より短く、よりふさわしい議論となる。というのも、われわれを所有し牧していたダイモーンの世話を奪われ、数多くの野獣のうち、気性の荒いものが野生化する一方で、人間自身は弱く無防備な存在となってそれらに蹂躙され、また最初の時代には依然として術策も技術も持たなかったからである。ひとりでに生じる食物は尽きてしまったのに、以前にはいかなる必要も彼らを強制しなかったために、自らそれを得る術をまだ知らなかったからだ。これらすべてのことゆえに、彼らは大いなる困惑の中にあった。まさにそこから、昔から言い伝えられている神々の贈り物が、必要な教示と教育とともにわれわれに与えられたのだ。すなわち、プロメテウスからは火が、ヘパイストスとその同芸の女神からは諸々の技術が、さらに他の神々からは種子と植物が与えられた。そして、人間の生活を整えるすべてのものはこれらから生じたのである。今しがた語られたように、神々による世話が人間たちに尽きてしまい、全宇宙と同じように、人間たち自身も自らを通じて自らの暮らしと世話を行わなければならなくなったからである。われわれは永遠の時を通じてその宇宙を模倣し付き従いながら、今はこのように、ある時はあのように生き、また生まれるのだ。さて、神話にはこれにて終わりとなってもらおう。しかしわれわれは、前の言論において王であり政治家である者を提示した際、いかに大きな過ちを犯したかを見届けるために、この神話を役立てることにしよう。 若きソクラテス: それでは、われわれの過ちとはどのようなものであり、どれほどの大きさだったと仰るのですか。 客人: 一方ではより小さいが、他方ではきわめて重大であり、あの時よりもはるかに大きく、甚だしい過ちだ。 若きソクラテス: どういうことでしょうか。

§275

ΞΕ. ὅτι μὲν ἐρωτώμενοι τὸν ἐκ τῆς νῦν περιφορᾶς καὶ γενέσεως βασιλέα καὶ πολιτικὸν τὸν ἐκ τῆς ἐναντίας περιόδου ποιμένα τῆς τότε ἀνθρωπίνης ἀγέλης εἴπομεν, καὶ ταῦτα θεὸν ἀντὶ θνητοῦ, ταύτῃ μὲν πάμπολυ παρηνέχθημεν· ὅτι δὲ3 συμπάσης τῆς πόλεως ἄρχοντα αὐτὸν ἀπεφήναμεν, ὅντινα δὲ τρόπον οὐ διείπομεν, ταύτῃ δὲ αὖ τὸ μὲν λεχθὲν ἀληθές, οὐ μὴν ὅλον γε οὐδὲ σαφὲς ἐρρήθη, διὸ καὶ βραχύτερον ἢ κατʼ ἐκεῖνο ἡμαρτήκαμεν. ΝΕ. ΣΩ. ἀληθῆ. ΞΕ. δεῖ τοίνυν τὸν τρόπον, ὡς ἔοικε, διορίσαντας τῆς ἀρχῆς τῆς πόλεως οὕτω τελέως τὸν πολιτικὸν ἡμῖν εἰρῆσθαι προσδοκᾶν. ΝΕ. ΣΩ. καλῶς. ΞΕ. διὰ ταῦτα μὴν καὶ τὸν μῦθον παρεθέμεθα, ἵνα ἐνδείξαιτο περὶ τῆς ἀγελαιοτροφίας μὴ μόνον ὡς πάντες αὐτῆς ἀμφισβητοῦσι τῷ ζητουμένῳ τὰ νῦν, ἀλλὰ κἀκεῖνον αὐτὸν ἐναργέστερον ἴδοιμεν, ὃν προσήκει μόνον κατὰ τὸ παράδειγμα ποιμένων τε καὶ βουκόλων τῆς ἀνθρωπίνης ἐπιμέλειαν ἔχοντα τροφῆς τούτου μόνον ἀξιωθῆναι τοῦ προσρήματος. ΝΕ. ΣΩ. ὀρθῶς. ΞΕ. οἶμαι δέ γʼ, ὦ Σώκρατες, τοῦτο μὲν ἔτι μεῖζον ἢ κατὰ βασιλέα εἶναι τὸ σχῆμα τὸ τοῦ θείου νομέως, τοὺς δʼ ἐνθάδε νῦν ὄντας πολιτικοὺς τοῖς ἀρχομένοις ὁμοίους τε εἶναι μᾶλλον πολὺ τὰς φύσεις καὶ παραπλησιαίτερον παιδείας μετειληφέναι καὶ τροφῆς. ΝΕ. ΣΩ. πάντως που. ΞΕ. ζητητέοι γε μὴν οὐδὲν ἂν εἴησαν οὔθʼ ἧττον οὔτε μᾶλλον, εἴθʼ οὕτως εἴτʼ ἐκείνως πεφύκασιν. ΝΕ. ΣΩ. πῶς γὰρ οὔ; ΞΕ. τῇδε δὴ πάλιν ἐπανέλθωμεν. ἣν γὰρ ἔφαμεν αὐτεπιτακτικὴν μὲν εἶναι τέχνην ἐπὶ ζῴοις, οὐ μὴν ἰδίᾳ γε ἀλλὰ κοινῇ τὴν ἐπιμέλειαν ἔχουσαν, καὶ προσείπομεν δὴ τότε εὐθὺς ἀγελαιοτροφικήν—μέμνησαι γάρ; ΝΕ. ΣΩ. ναί. ΞΕ. ταύτης τοίνυν πῃ διημαρτάνομεν. τὸν γὰρ πολιτικὸν οὐδαμοῦ συνελάβομεν οὐδʼ ὠνομάσαμεν, ἀλλʼ ἡμᾶς ἔλαθεν κατὰ τὴν ὀνομασίαν ἐκφυγών. ΝΕ. ΣΩ. πῶς; ΞΕ. τοῦ τὰς ἀγέλας ἑκάστας τρέφειν τοῖς μὲν ἄλλοις που πᾶσι μέτεστι νομεῦσι, τῷ πολιτικῷ δὲ οὐ μετὸν ἐπηνέγκαμεν τοὔνομα, δέον τῶν κοινῶν ἐπενεγκεῖν τι σύμπασιν. ΝΕ. ΣΩ. ἀληθῆ λέγεις, εἴπερ ἐτύγχανέ γε ὄν. ΞΕ. πῶς δʼ οὐκ ἦν τό γε θεραπεύειν που πᾶσι κοινόν, μηδὲν διορισθείσης τροφῆς μηδέ τινος ἄλλης πραγματείας; ἀλλʼ ἤ τινα ἀγελαιοκομικὴν ἢ θεραπευτικὴν ἢ καί τινα ἐπιμελητικὴν αὐτὴν ὀνομάσασιν ὡς κατὰ πάντων ἐξῆν περικαλύπτειν καὶ τὸν πολιτικὸν ἅμα τοῖς ἄλλοις, ἐπειδὴ δεῖν τοῦτʼ ἐσήμαινεν ὁ λόγος.

客人: 一つには、現在の回転と生成に属する王と政治家を問われていたのに、反対の周期に属する当時の人間という群れの牧者を口にし、しかも死すべき者の代わりに神を挙げてしまったことだ。この点において、われわれはきわめて大きく逸脱した。だがもう一つには、彼を国家全体の支配者として提示しながら、いかなる仕方によるのかを詳しく区別しなかったことだ。この点については、言われたこと自体は真実であるものの、全体としても明確にも語られてはおらず、それゆえ、あの過ちに比べればより小さな過ちを犯したのだ。 若きソクラテス: 仰るとおりです。 客人: したがって、どうやらわれわれは、国家の支配の仕方を明確に規定してはじめて、政治家が完全に語り尽くされたと期待すべきであるようだ。 若きソクラテス: その通りですね。 客人: 実にこのためにこそ、われわれは神話を引き合いに出したのだ。それは、群れの養育に関して、今われわれが探求している相手に対して誰もが異議を唱えていることを示すためだけでなく、羊飼いや牛飼いの手本にしたがって、人間の養育の世話をもち、この呼び名に値する唯一ふさわしいあの者自身を、より明瞭に見るためでもあったのだ。 若きソクラテス: 正しい仰せです。 客人: だがソクラテスよ、神的な牧者というこの姿は、王という資格に比してあまりに偉大であり、現在ここにいる政治家たちは、支配される者たちとその本性においてずっと似通っており、教育と養育を分かち合っている度合いもはるかに近いと私は思うのだ。 若きソクラテス: まさにその通りでしょう。 客人: しかし、彼らがこのようであるにせよ、あのようであるにせよ、探求されねばならないことには少しの違いもないはずだ。 若きソクラテス: もちろん、どうしてそうでないことがありましょう。 客人: では、再びここへと立ち戻ろう。われわれが動物に対する自己指令的な技術でありながら、個別ではなく共同の世話をもつものと語り、その時ただちに「群れ養育術」と呼んだもの――君は覚えているね? 若きソクラテス: ええ。 客人: してみると、われわれはこの点でどこか過ちを犯していたのだ。というのも、政治家を決して捉えておらず、名づけもしなかったのに、名づけの過程で彼がわれわれの手をすり抜けて逃げ去ってしまったことに気づかなかったからだ。 若きソクラテス: どうしてですか。 客人: それぞれの群れを養うことは、他のすべての牧者たちには分掌されているが、政治家には分掌されていないにもかかわらず、われわれはその名称を彼に負わせてしまったのだ。本来なら、彼ら全体に共通する何らかの名称を負わせるべきであったのに。 若きソクラテス: もしそのような名称が本当にあったのであれば、あなたの仰る通りです。 客人: どうしてないことがあろうか。食物や他の特定の活動を何も限定しなければ、「世話をすること」こそがすべてに共通しているのではないか。むしろ、それを「群れ管理術」あるいは「世話術」、さらには何らかの「配慮術」そのものと名づけることで、議論がこれが必要であると示していた以上、他の者たちと同時に政治家をも彼ら全体のもとに包括することができたはずなのだ。

構文注3 件
  1. 274aδιʼ ἑτέρων συνιστάντων

    属格の分詞 συνιστάντων は、名詞化された ἑτέρων「他の原因(あるいは組織者)たち」に係るか、あるいは、前置詞 διά の名詞の役割を果たす属格名詞句をなす。これはかつての黄金時代に神々が生命を組み立てたのに対して、現世界周期では生命が自律的に組織される必要性を対比させている。

  2. 274dᾧ συμμιμούμενοι καὶ συνεπόμενοι

    関係代名詞 ᾧ(与格)の先行詞は、直前の ὅλος ὁ κόσμος(宇宙全体)である。分詞 συμμιμούμενοι と συνεπόμενοι は、接頭辞 σύν(ともに)の働きにより与格を支配し、「宇宙全体を模倣し、これに付き従う」という意味になる。

  3. 275aὅτι μὲν ... ὅτι δὲ ...

    二つの ὅτι 節(ὅτι μὲν ... ὅτι δὲ ...)は、後続の主節の動詞 παρηνέχθημεν(私たちは脱線した)および ἡμαρτήκαμεν(私たちは過ちを犯した)の原因、あるいはその具体的な内容(「〜という点」)を並列して示す名詞節として機能している。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(2 件・最終 2026-11-16)
  • 日は 2026-11-16 に Gemini 3.8 Flash で再翻訳
  • 2026-11-16 再翻訳 — 訳文 1 件
  • 2026-09-21 AI校閲 — 訳文 1 件
urn:cts:greekLit:tlg0059.tlg008.humanitext-grc2:274-275