Humanitext Reader

プラトン · 政治家 §273

宇宙の秩序回復と通常の生成変化への回帰

10 / 34 箇所 · ギリシア語

要旨

宇宙の舵手が手を放したことで生じた混乱の後、神が再び操縦席に戻り宇宙を整えて不老不死にする。また、宇宙が再び現在と同じ方向へ回転し始めたことで、老化現象が通常通りに戻る。

§273ΞΕ. πάντες οὖν οἱ κατὰ τοὺς τόπους συνάρχοντες τῷ μεγίστῳ δαίμονι θεοί, γνόντες ἤδη τὸ γιγνόμενον, ἀφίεσαν αὖ τὰ μέρη τοῦ κόσμου τῆς αὑτῶν ἐπιμελείας·
客人:それゆえ、各地において最大のダイモーンとともに支配していた神々は皆、すでに起こりつつあることを知ると、世界の自分たちが受け持っていた部分の配慮を、再び手放した。
ὁ δὲ μεταστρεφόμενος καὶ συμβάλλων, ἀρχῆς τε καὶ τελευτῆς ἐναντίαν ὁρμὴν ὁρμηθείς, σεισμὸν πολὺν ἐν ἑαυτῷ ποιῶν ἄλλην αὖ φθορὰν ζῴων παντοίων ἀπηργάσατο.
一方、宇宙は逆転し、衝突しつつ、始まりと終わりという正反対の衝動へと突き動かされ、自らの内部に大きな揺れを引き起こし、あらゆる種類の動物たちの別の破滅を再びもたらした。
μετὰ δὲ ταῦτα προελθόντος ἱκανοῦ χρόνου, θορύβων τε καὶ ταραχῆς ἤδη παυόμενος καὶ τῶν σεισμῶν γαλήνης ἐπιλαβόμενος εἴς τε τὸν εἰωθότα δρόμον τὸν ἑαυτοῦ κατακοσμούμενος ᾔει, ἐπιμέλειαν καὶ κράτος ἔχων αὐτὸς τῶν ἐν αὑτῷ τε καὶ ἑαυτοῦ, τὴν τοῦ δημιουργοῦ καὶ πατρὸς ἀπομνημονεύων διδαχὴν εἰς δύναμιν.
しかしその後、十分な時間が経過すると、騒乱や混乱がすでに静まり、揺れによる凪を捉えて、自らの整えられた慣れ親しんだ軌道へと進み、自らの内部にあるもの、そして自ら自身についての配慮と支配力を自ら維持しつつ、製作者であり父である方の教えを力及ぶ限り記憶に留め、実行していた。
κατʼ ἀρχὰς μὲν οὖν ἀκριβέστερον ἀπετέλει, τελευτῶν δὲ ἀμβλύτερον·
最初期においては、より正確にそれを遂行していたが、終わりに向かうにつれて、より鈍くなっていった。
τούτων δὲ αὐτῷ τὸ σωματοειδὲς τῆς συγκράσεως αἴτιον, τὸ τῆς πάλαι ποτὲ φύσεως σύντροφον, ὅτι πολλῆς ἦν μετέχον ἀταξίας πρὶν εἰς τὸν νῦν κόσμον ἀφικέσθαι.
この原因は、その混合における身体的なるもの、すなわち、かつての古の性質に由来する生得的な性質であった。 なぜなら、それは現在の宇宙に至る前には、多くの無秩序を分かち持っていたからである。
παρὰ μὲν γὰρ τοῦ συνθέντος πάντα καλὰ κέκτηται·
というのも、それを組み立てた方からは、すべての美しいものを得ているからである。
παρὰ δὲ τῆς ἔμπροσθεν ἕξεως, ὅσα χαλεπὰ καὶ ἄδικα ἐν οὐρανῷ γίγνεται, ταῦτα ἐξ ἐκείνης αὐτός τε ἔχει καὶ τοῖς ζῴοις ἐναπεργάζεται.
しかし、以前の状態からは、天において生じるあらゆる困難で不正なものが、その状態に由来するものとして宇宙自身のうちにあり、またそれを動物たちの中にも引き起こすのである。
μετὰ μὲν οὖν τοῦ κυβερνήτου τὰ ζῷα τρέφων ἐν αὑτῷ σμικρὰ μὲν φλαῦρα, μεγάλα δὲ ἐνέτικτεν ἀγαθά·
それゆえ、操縦者とともにあったときには、自らの内で動物たちを育みながら、僅かな悪いものと、多くの偉大な良いものを生み出していた。
χωριζόμενος δὲ ἐκείνου τὸν ἐγγύτατα χρόνον ἀεὶ τῆς ἀφέσεως κάλλιστα πάντα διάγει, προϊόντος δὲ τοῦ χρόνου καὶ λήθης ἐγγιγνομένης ἐν αὐτῷ μᾶλλον καὶ δυναστεύει τὸ τῆς παλαιᾶς ἀναρμοστίας πάθος, τελευτῶντος δὲ ἐξανθεῖ τοῦ χρόνου καὶ σμικρὰ μὲν τἀγαθά, πολλὴν δὲ τὴν τῶν ἐναντίων κρᾶσιν ἐπεγκεραννύμενος ἐπὶ διαφθορᾶς κίνδυνον αὑτοῦ τε ἀφικνεῖται καὶ τῶν ἐν αὑτῷ.
しかし、彼から引き離されると、手放された直後の時期には、常にすべてのものを最も美しく執り行うが、時間が経過し、自らの内に忘却が生じるにつれて、かつての不調和という状態がより強く支配するようになり、時間の終わりにはそれが開花して、わずかな良いものと、それに混ざり合う多くの反対のものの混合を生み出し、自ら自身と、自らの内にあるものの破滅の危機へと至るのである。
διὸ δὴ καὶ τότʼ ἤδη θεὸς ὁ κοσμήσας αὐτόν, καθορῶν ἐν ἀπορίαις ὄντα, κηδόμενος ἵνα μὴ χειμασθεὶς ὑπὸ ταραχῆς διαλυθεὶς εἰς τὸν τῆς ἀνομοιότητος ἄπειρον ὄντα πόντον δύῃ, πάλιν ἔφεδρος αὐτοῦ τῶν πηδαλίων γιγνόμενος, τὰ νοσήσαντα καὶ λυθέντα ἐν τῇ καθʼ ἑαυτὸν προτέρᾳ περιόδῳ στρέψας, κοσμεῖ τε καὶ ἐπανορθῶν ἀθάνατον αὐτὸν καὶ ἀγήρων ἀπεργάζεται.
それだからこそ、まさにその時、宇宙を整えた神は、宇宙が困難に陥っているのを目にし、混乱によって嵐に翻弄され、崩壊して、不揃いさの無限である海へと沈んでしまわないようにと配慮し、再びその舵の控えに座り、それ自体の先の周期において病み崩壊した部分を反転させ、秩序づけて修復し、それを不死で老いることのないものにするのである。
τοῦτο μὲν οὖν τέλος ἁπάντων εἴρηται·
さて、これで全体の結末は語られた。
τὸ δʼ ἐπὶ τὴν τοῦ βασιλέως ἀπόδειξιν ἱκανὸν ἐκ τοῦ πρόσθεν ἁπτομένοις τοῦ λόγου·
しかし、王の証明にとって十分なものは、先ほどの議論に端緒を求める者たちに得られる。
στρεφθέντος γὰρ αὖ τοῦ κόσμου τὴν ἐπὶ τὴν νῦν γένεσιν ὁδὸν τὸ τῆς ἡλικίας αὖ πάλιν ἵστατο καὶ καινὰ τἀναντία ἀπεδίδου τοῖς τότε.
なぜなら、宇宙が再び現在の誕生へと至る道へと反転したとき、年齢の進行は再び立ち止まり、当時のこととは正反対の新たな事柄をもたらしたからである。
τὰ μὲν γὰρ ὑπὸ σμικρότητος ὀλίγου δέοντα ἠφανίσθαι τῶν ζῴων ηὐξάνετο, τὰ δʼ ἐκ γῆς νεογενῆ σώματα πολιὰ φύντα πάλιν ἀποθνῄσκοντα εἰς γῆν κατῄει.
というのも、かつては極めて小さくなって消え去ろうとしていた動物たちが成長し始め、他方で、地から新たに生まれ白髪で現れた肉体は、再び死んで地へと下っていったからである。

語釈・文法注

  1. 273aἀφίεσαν αὖ τὰ μέρη τοῦ κόσμου τῆς αὑτῶν ἐπιμελείας — 動詞 ἀφίημι は、属格の τῆς αὑτῶν ἐπιμελείας(配慮、世話)を伴って、「〜の配慮から(部分を)解放する、手放す」という意味を表す。
  2. 273bτῶν ἐν αὑτῷ τε καὶ ἑαυτοῦ — 接続詞 τε...καί で結ばれた二つの要素。前者は前置詞句 ἐν αὑτῷ(自らの内にあるもの)、後者は再帰代名詞属格 ἑαυτοῦ(自ら自身に属するもの)。これらは直前の名詞 ἐπιμέλειαν καὶ κράτος の支配する範囲を示している。
  3. 273dεἰς τὸν τῆς ἀνομοιότητος ἄπειρον ὄντα πόντον — 現在分詞 ὄντα は男性対格単数で、形容詞 ἄπειρον とともに πόντον(海)を修飾する。τῆς ἀνομοιότητος(不揃いさの、非類似性の)は属格で πόντον にかかっており、全体として「不揃いさの、無限である海へ」と訳される。
  4. 273eτὸ δʼ ἐπὶ τὴν τοῦ βασιλέως ἀπόδειξιν ἱκανὸν ἐκ τοῦ πρόσθεν ἁπτομένοις τοῦ λόγου — 主語である中性名詞句 τὸ ἱκανόν に対して、非人称的な存在動詞(ἔστι など)が省略されている。分詞与格 ἁπτομένοις は「取り組む人々にとって」という関与の与格として機能し、ἐκ τοῦ πρόσθεν(先ほどの話から)がその活動の起点を示している。

この箇所を引用する

プラトン, 政治家 §273. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0059.tlg008.humanitext-grc2:273

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。