§265ΞΕ. πάλιν τοίνυν ἐπιχειρῶμεν, σχίζοντες διχῇ τὸ προτεθὲν γένος, πορεύεσθαι κατὰ τοὐπὶ δεξιὰ ἀεὶ μέρος τοῦ τμηθέντος, ἐχόμενοι τῆς τοῦ σοφιστοῦ κοινωνίας, ἕως ἂν αὐτοῦ τὰ κοινὰ πάντα περιελόντες, τὴν οἰκείαν λιπόντες φύσιν ἐπιδείξωμεν μάλιστα μὲν ἡμῖν αὐτοῖς, ἔπειτα καὶ τοῖς ἐγγυτάτω γένει τῆς τοιαύτης μεθόδου πεφυκόσιν.
客人:それでは、提示された類を二つに裂き、分割されたものの常に右側の部分を進むことを再び試みよう。 ソフィストとの共通の結びつきに固執しながら、彼から共通するすべての性質を剥ぎ取って、その固有の本性だけを残し、それを第一に私たち自身に、次いでこのような方法に最も血縁の近い人々に対して提示するまで。
ΘΕΑΙ. ὀρθῶς.
テアイテトス:正しいです。
ΞΕ. οὐκοῦν τότε μὲν ἠρχόμεθα ποιητικὴν καὶ κτητικὴν τέχνην διαιρούμενοι;
客人:さて、その時私たちは、制作術と獲得術を分割することから始めたのではなかったか?
ΘΕΑΙ. ναί.
テアイテトス:はい。
ΞΕ. καὶ τῆς κτητικῆς ἐν θηρευτικῇ καὶ ἀγωνίᾳ καὶ ἐμπορικῇ καί τισιν ἐν τοιούτοις εἴδεσιν ἐφαντάζεθʼ ἡμῖν;
客人:そして、獲得術の内部、すなわち狩猟術や競技術、商業術、およびその種の種の中に、彼(ソフィスト)は私たちの前に現れたのだったね?
ΘΕΑΙ. πάνυ μὲν οὖν.
テアイテトス:まさにその通りです。
ΞΕ. νῦν δέ γʼ ἐπειδὴ μιμητικὴ περιείληφεν αὐτὸν τέχνη, δῆλον ὡς αὐτὴν τὴν ποιητικὴν δίχα διαιρετέον πρώτην.
客人:しかし今や、模倣術が彼を包括した以上、まずこの制作術それ自体を二つに分割せねばならないことは明らかだ。
ἡ γάρ που μίμησις ποίησίς τίς ἐστιν, εἰδώλων μέντοι, φαμέν, ἀλλʼ οὐκ αὐτῶν ἑκάστων·
なぜなら、思うに模倣とは一種の制作であるが、ただし実物そのものの一つの制作ではなく、像の制作なのだと私たちは言っているからだ。
ἦ γάρ;
そうではないか?
ΘΕΑΙ. παντάπασι μὲν οὖν.
テアイテトス:全くもってその通りです。
ΞΕ. ποιητικῆς δὴ πρῶτον δύʼ ἔστω μέρη.
客人:では、まず制作術の二つの部分を定めよう。
ΘΕΑΙ. ποίω;
テアイテトス:どのような二つですか?
ΞΕ. τὸ μὲν θεῖον, τὸ δʼ ἀνθρώπινον.
客人:一方は神的なもの、他方は人間的なものだ。
ΘΕΑΙ. οὔπω μεμάθηκα.
テアイテトス:まだよく理解できません。
ΞΕ. ποιητικήν, εἴπερ μεμνήμεθα τὰ κατʼ ἀρχὰς λεχθέντα, πᾶσαν ἔφαμεν εἶναι δύναμιν ἥτις ἂν αἰτία γίγνηται τοῖς μὴ πρότερον οὖσιν ὕστερον γίγνεσθαι.
客人:もし私たちが最初に語られたことを覚えているなら、私たちはすべての制作術を、以前には存在しなかったものが後に存在するようになるための原因となる、いかなる能力でもあると言ったはずだ。
ΘΕΑΙ. μεμνήμεθα.
テアイテトス:覚えています。
ΞΕ. ζῷα δὴ πάντα θνητά, καὶ δὴ καὶ φυτὰ ὅσα τʼ ἐπὶ γῆς ἐκ σπερμάτων καὶ ῥιζῶν φύεται, καὶ ὅσα ἄψυχα ἐν γῇ συνίσταται σώματα τηκτὰ καὶ ἄτηκτα, μῶν ἄλλου τινὸς ἢ θεοῦ δημιουργοῦντος φήσομεν ὕστερον γίγνεσθαι πρότερον οὐκ ὄντα;
客人:それでは、すべての死すべき動物、そして地上の種や根から生じるすべての植物、さらには地中で合成される可融性および非可融性のすべての無生物の物体は、他ならぬ神が制作することによって、以前には存在しなかったものが後に存在するようになると、私たちは言うのだろうか。
ἢ τῷ τῶν πολλῶν δόγματι καὶ ῥήματι χρώμενοι—
ΘΕΑΙ. ποίῳ τῳ;
あるいは、多くの人々の思いなしと言葉を用いて―― テアイテトス:どのようなものを用いてですか。
ΞΕ. τὴν φύσιν αὐτὰ γεννᾶν ἀπό τινος αἰτίας αὐτομάτης καὶ ἄνευ διανοίας φυούσης, ἢ μετὰ λόγου τε καὶ ἐπιστήμης θείας ἀπὸ θεοῦ γιγνομένης;
客人:自然が、思考を欠いた何らかの自発的な原因からそれらを生み出し発生させるのだと言うのか、それとも、神から生じる理性と神的知識を伴って生み出されると言うのか。
ΘΕΑΙ. ἐγὼ μὲν ἴσως διὰ τὴν ἡλικίαν πολλάκις ἀμφότερα μεταδοξάζω·
テアイテトス:私は、おそらく若さのゆえに、しばしばその両方の間で考えを変えてしまいます。
νῦν μὴν βλέπων εἰς σὲ καὶ ὑπολαμβάνων οἴεσθαί σε κατά γε θεὸν αὐτὰ γίγνεσθαι, ταύτῃ καὶ αὐτὸς νενόμικα.
しかし今、あなたを見つめ、あなたがそれらは神によって生じるのだと考えておられると推察するがゆえに、私もまたそのように信じることにします。
ΞΕ. καλῶς γε, ὦ Θεαίτητε.
客人:素晴らしい、テアイテトス。
καὶ εἰ μέν γέ σε ἡγούμεθα τῶν εἰς τὸν ἔπειτʼ ἂν χρόνον ἄλλως πως δοξαζόντων εἶναι, νῦν ἂν τῷ λόγῳ μετὰ πειθοῦς ἀναγκαίας ἐπεχειροῦμεν ποιεῖν ὁμολογεῖν·
そしてもし私たちが、あなたが将来的に他のように考えるようになる人間の一人であると思うなら、私たちは今、必然的な説得を伴う議論によって合意させようと試みたことだろう。
ἐπειδὴ δέ σου καταμανθάνω τὴν φύσιν, ὅτι καὶ ἄνευ τῶν παρʼ ἡμῶν λόγων αὐτὴ πρόσεισιν ἐφʼ ἅπερ νῦν ἕλκεσθαι φῄς, ἐάσω·
しかし、私はあなたの性質をよく知っており、私たちからの議論がなくても、あなたの性質それ自体が、まさにあなたが今引き寄せられていると言う方向へと進むであろうから、その試みは差し控えることにしよう。
χρόνος γὰρ ἐκ περιττοῦ γίγνοιτʼ ἄν.
余分な時間を費やすことになるからだ。
ἀλλὰ θήσω τὰ μὲν φύσει λεγόμενα ποιεῖσθαι θείᾳ τέχνῃ, τὰ δʼ ἐκ τούτων ὑπʼ ἀνθρώπων συνιστάμενα ἀνθρωπίνῃ, καὶ κατὰ τοῦτον δὴ τὸν λόγον δύο ποιητικῆς γένη, τὸ μὲν ἀνθρώπινον εἶναι, τὸ δὲ θεῖον.
むしろ私は、自然によるものと言われるものは神の技術によって作られ、それらから人間の手によって合成されるものは人間の技術によって作られると設定しよう。 そして、この論理に従って、制作術の二つの類、すなわち一方は人間的なものであり、他方は神的なものであるとしよう。
ΘΕΑΙ. ὀρθῶς.
テアイテトス:正しいです。
ΞΕ. τέμνε δὴ δυοῖν οὔσαιν δίχα ἑκατέραν αὖθις.
客人:では、この二つの各々をさらに二つに切り分けなさい。
ΘΕΑΙ. πῶς;
テアイテトス:どのようにですか。
§266ΞΕ. οἷον τότε μὲν κατὰ πλάτος τέμνων τὴν ποιητικὴν πᾶσαν, νῦν δὲ αὖ κατὰ μῆκος.
客人:たとえば、あの時はすべての制作術を横に切り分けたが、今度は再び縦に切り分けるように。
ΘΕΑΙ. τετμήσθω.
テアイテトス:切り分けられたとしましょう。
ΞΕ. τέτταρα μὴν αὐτῆς οὕτω τὰ πάντα μέρη γίγνεται, δύο μὲν τὰ πρὸς ἡμῶν, ἀνθρώπεια, δύο δʼ αὖ τὰ πρὸς θεῶν, θεῖα.
客人:そのようにして、それ(制作術)の全体の部分は四つになり、二つは私たちの側、すなわち人間的なものであり、他の二つは神々の側、すなわち神的なものになる。
ΘΕΑΙ. ναί.
テアイテトス:はい。
ΞΕ. τὰ δέ γʼ ὡς ἑτέρως αὖ διῃρημένα, μέρος μὲν ἓν ἀφʼ ἑκατέρας τῆς μερίδος αὐτοποιητικόν, τὼ δʼ ὑπολοίπω σχεδὸν μάλιστʼ ἂν λεγοίσθην εἰδωλοποιικώ·
客人:しかし、これらをもう一つの方法で、交差するように再び分割するなら、それぞれの側からの一つの部分は事物そのものを制作するものであり、残りの二つの部分は、ほぼ最も「像制作的なもの」と呼ばれるだろう。
καὶ κατὰ ταῦτα δὴ πάλιν ἡ ποιητικὴ διχῇ διαιρεῖται.
そしてこれによって再び、制作術は二つに分割される。
ΘΕΑΙ. λέγε ὅπῃ ἑκατέρα αὖθις.
テアイテトス:それぞれがどのように分かれるか、もう一度説明してください。
ΞΕ. ἡμεῖς μέν που καὶ τἆλλα ζῷα καὶ ἐξ ὧν τὰ πεφυκότʼ ἐστίν, πῦρ καὶ ὕδωρ καὶ τὰ τούτων ἀδελφά, θεοῦ γεννήματα πάντα ἴσμεν αὐτὰ ἀπειργασμένα ἕκαστα·
客人:思うに、私たち自身や他の動物たち、そして自然に存在するものがそれらから成っているところの火や水、およびこれらと同類のものはすべて、神の被造物としてそれぞれ完成されたものであることを、私たちは知っている。
ἢ πῶς;
それともどうだろうか。
ΘΕΑΙ. οὕτως.
テアイテトス:その通りです。
ΞΕ. τούτων δέ γε ἑκάστων εἴδωλα ἀλλʼ οὐκ αὐτὰ παρέπεται, δαιμονίᾳ καὶ ταῦτα μηχανῇ γεγονότα.
客人:そして、これらそれぞれのものには、実物そのものではなく像が伴っており、これらもまた驚くべき神的な手だてによって生じているのだ。
ΘΕΑΙ. ποῖα;
テアイテトス:どのようなものですか。
ΞΕ. τά τε ἐν τοῖς ὕπνοις καὶ ὅσα μεθʼ ἡμέραν φαντάσματα αὐτοφυῆ λέγεται, σκιὰ μὲν ὅταν ἐν τῷ πυρὶ σκότος ἐγγίγνηται, διπλοῦν δὲ ἡνίκʼ ἂν φῶς οἰκεῖόν τε καὶ ἀλλότριον περὶ τὰ λαμπρὰ καὶ λεῖα εἰς ἓν συνελθὸν τῆς ἔμπροσθεν εἰωθυίας ὄψεως ἐναντίαν αἴσθησιν παρέχον εἶδος ἀπεργάζηται.
客人:夢の中にあるものや、日中に現れて自然発生的と言われるすべての幻影だ。 すなわち、火の中に暗闇が生じる時の影であり、また、本来の光と外部の光が輝く滑らかな物体の周囲で一つに合流し、それまで見慣れていた視覚とは反対の感覚を与えることで像を作り出す時の、二重の光である。
ΘΕΑΙ. δύο γὰρ οὖν ἐστι ταῦτα θείας ἔργα ποιήσεως, αὐτό τε καὶ τὸ παρακολουθοῦν εἴδωλον ἑκάστῳ.
テアイテトス:実に、これら二つは神の制作の仕事です、すなわち、事物そのものと、それぞれに随伴する像です。
ΞΕ. τί δὲ τὴν ἡμετέραν τέχνην;
客人:では、私たちの技術についてはどうか。
ἆρʼ οὐκ αὐτὴν μὲν οἰκίαν οἰκοδομικῇ φήσομεν ποιεῖν, γραφικῇ δέ τινʼ ἑτέραν, οἷον ὄναρ ἀνθρώπινον ἐγρηγορόσιν ἀπειργασμένην;
私たちは、建築術によって家それ自体を作り、絵画術によってもう一つの家、いわば目覚めている人々に対して作り出された人間的な夢のようなものを作ると、言うのではないか?
ΘΕΑΙ. πάνυ μὲν οὖν.
テアイテトス:まさにその通りです。
ΞΕ. οὐκοῦν καὶ τἆλλα οὕτω κατὰ δύο διττὰ ἔργα τῆς ἡμετέρας αὖ ποιητικῆς πράξεως, τὸ μὲν αὐτό, φαμέν,, τὸ δὲ εἴδωλον.
客人:したがって、他のすべてのものについても、私たちの側の制作活動の仕事は、このように二つに重なっており、一方は実物そのものであり、他方は像である、と私たちは言うのではないか。
ΘΕΑΙ. νῦν μᾶλλον ἔμαθον, καὶ τίθημι δύο διχῇ ποιητικῆς εἴδει·
テアイテトス:今や、よりよく理解できました。
θείαν μὲν καὶ ἀνθρωπίνην κατὰ θάτερον τμῆμα, κατὰ δὲ θάτερον τὸ μὲν αὐτῶν ὄν, τὸ δὲ ὁμοιωμάτων τινῶν γέννημα.
そして、制作術の二つの二重の種を置きます。
ΞΕ. τῆς τοίνυν εἰδωλουργικῆς ἀναμνησθῶμεν ὅτι τὸ μὲν εἰκαστικόν, τὸ δὲ φανταστικὸν ἔμελλεν εἶναι γένος, εἰ τὸ ψεῦδος ὄντως ὂν ψεῦδος καὶ τῶν ὄντων ἕν τι φανείη πεφυκός. ΘΕΑΙ. ἦν γὰρ οὖν. ΞΕ. οὐκοῦν ἐφάνη τε καὶ διὰ ταῦτα δὴ καταριθμήσομεν αὐτὼ νῦν ἀναμφισβητήτως εἴδη δύο; ΘΕΑΙ. ναί.
一方の分割によれば神的と人間的なものであり、...