← プラトン

ソピステス

§265-266

制作術の再分割と実物および像の制作

異郷人とテアイテトスは、ソフィストを追い詰めるために「制作術」の再分割を開始する。彼らは制作術を「神的なもの」と「人間的なもの」に分けた後、さらにそれぞれを「事物そのものの制作」と「像の制作」に四分割する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§265

ΞΕ. πάλιν τοίνυν ἐπιχειρῶμεν, σχίζοντες διχῇ τὸ προτεθὲν γένος, πορεύεσθαι κατὰ τοὐπὶ δεξιὰ ἀεὶ μέρος τοῦ τμηθέντος, ἐχόμενοι τῆς τοῦ σοφιστοῦ κοινωνίας, ἕως ἂν αὐτοῦ τὰ κοινὰ πάντα περιελόντες,1 τὴν οἰκείαν λιπόντες φύσιν ἐπιδείξωμεν μάλιστα μὲν ἡμῖν αὐτοῖς, ἔπειτα καὶ τοῖς ἐγγυτάτω γένει τῆς τοιαύτης μεθόδου πεφυκόσιν. ΘΕΑΙ. ὀρθῶς. ΞΕ. οὐκοῦν τότε μὲν ἠρχόμεθα ποιητικὴν καὶ κτητικὴν τέχνην διαιρούμενοι; ΘΕΑΙ. ναί. ΞΕ. καὶ τῆς κτητικῆς ἐν θηρευτικῇ καὶ ἀγωνίᾳ καὶ ἐμπορικῇ καί τισιν ἐν τοιούτοις εἴδεσιν ἐφαντάζεθʼ ἡμῖν; ΘΕΑΙ. πάνυ μὲν οὖν. ΞΕ. νῦν δέ γʼ ἐπειδὴ μιμητικὴ περιείληφεν αὐτὸν τέχνη, δῆλον ὡς αὐτὴν τὴν ποιητικὴν δίχα διαιρετέον πρώτην. ἡ γάρ που μίμησις ποίησίς τίς ἐστιν, εἰδώλων μέντοι, φαμέν, ἀλλʼ οὐκ αὐτῶν ἑκάστων· ἦ γάρ; ΘΕΑΙ. παντάπασι μὲν οὖν. ΞΕ. ποιητικῆς δὴ πρῶτον δύʼ ἔστω μέρη. ΘΕΑΙ. ποίω; ΞΕ. τὸ μὲν θεῖον, τὸ δʼ ἀνθρώπινον. ΘΕΑΙ. οὔπω μεμάθηκα. ΞΕ. ποιητικήν, εἴπερ μεμνήμεθα τὰ κατʼ ἀρχὰς λεχθέντα, πᾶσαν ἔφαμεν εἶναι δύναμιν ἥτις ἂν αἰτία γίγνηται τοῖς μὴ πρότερον οὖσιν ὕστερον γίγνεσθαι. ΘΕΑΙ. μεμνήμεθα. ΞΕ. ζῷα δὴ πάντα θνητά, καὶ δὴ καὶ φυτὰ ὅσα τʼ ἐπὶ γῆς ἐκ σπερμάτων καὶ ῥιζῶν φύεται, καὶ ὅσα ἄψυχα ἐν γῇ συνίσταται σώματα τηκτὰ καὶ ἄτηκτα, μῶν ἄλλου τινὸς ἢ θεοῦ δημιουργοῦντος2 φήσομεν ὕστερον γίγνεσθαι πρότερον οὐκ ὄντα; ἢ τῷ τῶν πολλῶν δόγματι καὶ ῥήματι χρώμενοι— ΘΕΑΙ. ποίῳ τῳ; ΞΕ. τὴν φύσιν αὐτὰ γεννᾶν ἀπό τινος αἰτίας αὐτομάτης καὶ ἄνευ διανοίας φυούσης, ἢ μετὰ λόγου τε καὶ ἐπιστήμης θείας ἀπὸ θεοῦ γιγνομένης; ΘΕΑΙ. ἐγὼ μὲν ἴσως διὰ τὴν ἡλικίαν πολλάκις ἀμφότερα μεταδοξάζω· νῦν μὴν βλέπων εἰς σὲ καὶ ὑπολαμβάνων οἴεσθαί σε κατά γε θεὸν αὐτὰ γίγνεσθαι, ταύτῃ καὶ αὐτὸς νενόμικα. ΞΕ. καλῶς γε, ὦ Θεαίτητε. καὶ εἰ μέν γέ σε ἡγούμεθα τῶν εἰς τὸν ἔπειτʼ ἂν χρόνον ἄλλως πως δοξαζόντων εἶναι, νῦν ἂν τῷ λόγῳ μετὰ πειθοῦς ἀναγκαίας ἐπεχειροῦμεν ποιεῖν ὁμολογεῖν· ἐπειδὴ δέ σου καταμανθάνω τὴν φύσιν, ὅτι καὶ ἄνευ τῶν παρʼ ἡμῶν λόγων αὐτὴ πρόσεισιν ἐφʼ ἅπερ νῦν ἕλκεσθαι φῄς, ἐάσω· χρόνος γὰρ ἐκ περιττοῦ γίγνοιτʼ ἄν. ἀλλὰ θήσω τὰ μὲν φύσει λεγόμενα ποιεῖσθαι θείᾳ τέχνῃ, τὰ δʼ ἐκ τούτων ὑπʼ ἀνθρώπων συνιστάμενα ἀνθρωπίνῃ, καὶ κατὰ τοῦτον δὴ τὸν λόγον δύο ποιητικῆς γένη, τὸ μὲν ἀνθρώπινον εἶναι, τὸ δὲ θεῖον. ΘΕΑΙ. ὀρθῶς. ΞΕ. τέμνε δὴ δυοῖν οὔσαιν δίχα ἑκατέραν αὖθις. ΘΕΑΙ. πῶς;

客人:それでは、提示された類を二つに裂き、分割されたものの常に右側の部分を進むことを再び試みよう。ソフィストとの共通の結びつきに固執しながら、彼から共通するすべての性質を剥ぎ取って、その固有の本性だけを残し、それを第一に私たち自身に、次いでこのような方法に最も血縁の近い人々に対して提示するまで。 テアイテトス:正しいです。 客人:さて、その時私たちは、制作術と獲得術を分割することから始めたのではなかったか? テアイテトス:はい。 客人:そして、獲得術の内部、すなわち狩猟術や競技術、商業術、およびその種の種の中に、彼(ソフィスト)は私たちの前に現れたのだったね? テアイテトス:まさにその通りです。 客人:しかし今や、模倣術が彼を包括した以上、まずこの制作術それ自体を二つに分割せねばならないことは明らかだ。なぜなら、思うに模倣とは一種の制作であるが、ただし実物そのものの一つの制作ではなく、像の制作なのだと私たちは言っているからだ。そうではないか? テアイテトス:全くもってその通りです。 客人:では、まず制作術の二つの部分を定めよう。 テアイテトス:どのような二つですか? 客人:一方は神的なもの、他方は人間的なものだ。 テアイテトス:まだよく理解できません。 客人:もし私たちが最初に語られたことを覚えているなら、私たちはすべての制作術を、以前には存在しなかったものが後に存在するようになるための原因となる、いかなる能力でもあると言ったはずだ。 テアイテトス:覚えています。 客人:それでは、すべての死すべき動物、そして地上の種や根から生じるすべての植物、さらには地中で合成される可融性および非可融性のすべての無生物の物体は、他ならぬ神が制作することによって、以前には存在しなかったものが後に存在するようになると、私たちは言うのだろうか。あるいは、多くの人々の思いなしと言葉を用いて――テアイテトス:どのようなものを用いてですか。 客人:自然が、思考を欠いた何らかの自発的な原因からそれらを生み出し発生させるのだと言うのか、それとも、神から生じる理性と神的知識を伴って生み出されると言うのか。 テアイテトス:私は、おそらく若さのゆえに、しばしばその両方の間で考えを変えてしまいます。しかし今、あなたを見つめ、あなたがそれらは神によって生じるのだと考えておられると推察するがゆえに、私もまたそのように信じることにします。 客人:素晴らしい、テアイテトス。そしてもし私たちが、あなたが将来的に他のように考えるようになる人間の一人であると思うなら、私たちは今、必然的な説得を伴う議論によって合意させようと試みたことだろう。しかし、私はあなたの性質をよく知っており、私たちからの議論がなくても、あなたの性質それ自体が、まさにあなたが今引き寄せられていると言う方向へと進むであろうから、その試みは差し控えることにしよう。余分な時間を費やすことになるからだ。むしろ私は、自然によるものと言われるものは神の技術によって作られ、それらから人間の手によって合成されるものは人間の技術によって作られると設定しよう。そして、この論理に従って、制作術の二つの類、すなわち一方は人間的なものであり、他方は神的なものであるとしよう。 テアイテトス:正しいです。 客人:では、この二つの各々をさらに二つに切り分けなさい。 テアイテトス:どのようにですか。

§266

ΞΕ. οἷον τότε μὲν κατὰ πλάτος τέμνων τὴν ποιητικὴν πᾶσαν, νῦν δὲ αὖ κατὰ μῆκος. ΘΕΑΙ. τετμήσθω. ΞΕ. τέτταρα μὴν αὐτῆς οὕτω τὰ πάντα μέρη γίγνεται, δύο μὲν τὰ πρὸς ἡμῶν, ἀνθρώπεια, δύο δʼ αὖ τὰ πρὸς θεῶν, θεῖα. ΘΕΑΙ. ναί. ΞΕ. τὰ δέ γʼ ὡς ἑτέρως αὖ διῃρημένα,3 μέρος μὲν ἓν ἀφʼ ἑκατέρας τῆς μερίδος αὐτοποιητικόν, τὼ δʼ ὑπολοίπω σχεδὸν μάλιστʼ ἂν λεγοίσθην εἰδωλοποιικώ· καὶ κατὰ ταῦτα δὴ πάλιν ἡ ποιητικὴ διχῇ διαιρεῖται. ΘΕΑΙ. λέγε ὅπῃ ἑκατέρα αὖθις. ΞΕ. ἡμεῖς μέν που καὶ τἆλλα ζῷα καὶ ἐξ ὧν τὰ πεφυκότʼ ἐστίν, πῦρ καὶ ὕδωρ καὶ τὰ τούτων ἀδελφά, θεοῦ γεννήματα πάντα ἴσμεν αὐτὰ ἀπειργασμένα ἕκαστα· ἢ πῶς; ΘΕΑΙ. οὕτως. ΞΕ. τούτων δέ γε ἑκάστων εἴδωλα ἀλλʼ οὐκ αὐτὰ παρέπεται, δαιμονίᾳ καὶ ταῦτα μηχανῇ γεγονότα. ΘΕΑΙ. ποῖα; ΞΕ. τά τε ἐν τοῖς ὕπνοις καὶ ὅσα μεθʼ ἡμέραν φαντάσματα αὐτοφυῆ λέγεται, σκιὰ μὲν ὅταν ἐν τῷ πυρὶ σκότος ἐγγίγνηται, διπλοῦν δὲ ἡνίκʼ ἂν φῶς οἰκεῖόν τε καὶ ἀλλότριον περὶ τὰ λαμπρὰ καὶ λεῖα εἰς ἓν συνελθὸν τῆς ἔμπροσθεν εἰωθυίας ὄψεως ἐναντίαν αἴσθησιν παρέχον εἶδος ἀπεργάζηται. ΘΕΑΙ. δύο γὰρ οὖν ἐστι ταῦτα θείας ἔργα ποιήσεως, αὐτό τε καὶ τὸ παρακολουθοῦν εἴδωλον ἑκάστῳ. ΞΕ. τί δὲ τὴν ἡμετέραν τέχνην; ἆρʼ οὐκ αὐτὴν μὲν οἰκίαν οἰκοδομικῇ φήσομεν ποιεῖν, γραφικῇ δέ τινʼ ἑτέραν, οἷον ὄναρ ἀνθρώπινον ἐγρηγορόσιν ἀπειργασμένην; ΘΕΑΙ. πάνυ μὲν οὖν. ΞΕ. οὐκοῦν καὶ τἆλλα οὕτω κατὰ δύο διττὰ ἔργα τῆς ἡμετέρας αὖ ποιητικῆς πράξεως, τὸ μὲν αὐτό, φαμέν,, τὸ δὲ εἴδωλον. ΘΕΑΙ. νῦν μᾶλλον ἔμαθον, καὶ τίθημι δύο διχῇ ποιητικῆς εἴδει· θείαν μὲν καὶ ἀνθρωπίνην κατὰ θάτερον τμῆμα, κατὰ δὲ θάτερον τὸ μὲν αὐτῶν ὄν, τὸ δὲ ὁμοιωμάτων τινῶν γέννημα. ΞΕ. τῆς τοίνυν εἰδωλουργικῆς ἀναμνησθῶμεν ὅτι τὸ μὲν εἰκαστικόν, τὸ δὲ φανταστικὸν ἔμελλεν εἶναι γένος, εἰ τὸ ψεῦδος ὄντως ὂν ψεῦδος καὶ τῶν ὄντων ἕν τι φανείη πεφυκός. ΘΕΑΙ. ἦν γὰρ οὖν. ΞΕ. οὐκοῦν ἐφάνη τε καὶ διὰ ταῦτα δὴ καταριθμήσομεν αὐτὼ νῦν ἀναμφισβητήτως εἴδη δύο; ΘΕΑΙ. ναί.

客人:たとえば、あの時はすべての制作術を横に切り分けたが、今度は再び縦に切り分けるように。 テアイテトス:切り分けられたとしましょう。 客人:そのようにして、それ(制作術)の全体の部分は四つになり、二つは私たちの側、すなわち人間的なものであり、他の二つは神々の側、すなわち神的なものになる。 テアイテトス:はい。 客人:しかし、これらをもう一つの方法で、交差するように再び分割するなら、それぞれの側からの一つの部分は事物そのものを制作するものであり、残りの二つの部分は、ほぼ最も「像制作的なもの」と呼ばれるだろう。そしてこれによって再び、制作術は二つに分割される。 テアイテトス:それぞれがどのように分かれるか、もう一度説明してください。 客人:思うに、私たち自身や他の動物たち、そして自然に存在するものがそれらから成っているところの火や水、およびこれらと同類のものはすべて、神の被造物としてそれぞれ完成されたものであることを、私たちは知っている。それともどうだろうか。 テアイテトス:その通りです。 客人:そして、これらそれぞれのものには、実物そのものではなく像が伴っており、これらもまた驚くべき神的な手だてによって生じているのだ。 テアイテトス:どのようなものですか。 客人:夢の中にあるものや、日中に現れて自然発生的と言われるすべての幻影だ。すなわち、火の中に暗闇が生じる時の影であり、また、本来の光と外部の光が輝く滑らかな物体の周囲で一つに合流し、それまで見慣れていた視覚とは反対の感覚を与えることで像を作り出す時の、二重の光である。 テアイテトス:実に、これら二つは神の制作の仕事です、すなわち、事物そのものと、それぞれに随伴する像です。 客人:では、私たちの技術についてはどうか。私たちは、建築術によって家それ自体を作り、絵画術によってもう一つの家、いわば目覚めている人々に対して作り出された人間的な夢のようなものを作ると、言うのではないか? テアイテトス:まさにその通りです。 客人:したがって、他のすべてのものについても、私たちの側の制作活動の仕事は、このように二つに重なっており、一方は実物そのものであり、他方は像である、と私たちは言うのではないか。 テアイテトス:今や、よりよく理解できました。そして、制作術の二つの二重の種を置きます。一方の分割によれば神的と人間的なものであり、他方の分割によれば事物そのものの制作と、ある種の似像の制作です。

構文注3 件
  1. 264eαὐτοῦ τὰ κοινὰ πάντα περιελόντες

    αὐτοῦ はソフィストを指す属格。分詞 περιελόντες(剥ぎ取った上で)に対して「〜から」という分離の機能(奪格的属格)、あるいは τὰ κοινὰ πάντα(共通するすべての特徴)に対する関係・所有の属格として働く。全体として「彼からすべての共通点を取り除いた上で」と解釈される。

  2. 265cἄλλου τινὸς ἢ θεοῦ δημιουργοῦντος

    δημιουργοῦντος は現在分詞能動態属格で、ἄλλου τινὸς ἢ θεοῦ を主語とする属格独立(絶対属格)構文を形成している。これは、万物が新しく生じる原因としての主体(行為者)を表し、「神の制作活動によって」という付帯状況・原因を説明する。

  3. 266aτὰ δέ γʼ ὡς ἑτέρως αὖ διῃρημένα

    ὡς ἑτέρως(異なる方法で)は、直前の「縦に切る(κατὰ μῆκος)」という分割方法に対し、別の角度から交差するように(事物そのものの制作か、像の制作かという軸で)四つの部分を再度分類し直すことを指している。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・修正履歴(1 件・最終 2026-09-21)
  • 2026-09-21 AI校閲 — 訳文 1 件
urn:cts:greekLit:tlg0059.tlg007.humanitext-grc2:265-266