§224ΞΕ. μουσικήν τε τοίνυν συνάπασαν λέγωμεν, ἐκ πόλεως ἑκάστοτε εἰς πόλιν ἔνθεν μὲν ὠνηθεῖσαν, ἑτέρωσε δὲ ἀγομένην, καὶ γραφικὴν καὶ θαυματοποιικὴν καὶ πολλὰ ἕτερα τῆς ψυχῆς, τὰ μὲν παραμυθίας, τὰ δὲ καὶ σπουδῆς χάριν ἀχθέντα καὶ πωλούμενα, τὸν ἄγοντα καὶ πωλοῦντα μηδὲν ἧττον τῆς τῶν σιτίων καὶ ποτῶν πράσεως ἔμπορον ὀρθῶς ἂν λεγόμενον παρασχεῖν.
異邦人:それでは、都市から都市へとその都度ある場所で買い入れられ、別の場所へと運ばれていく音楽全体、ならびに絵画や奇術、その他多くの魂に関するもの、すなわち、一方は気晴らしのため、他方は大真面目な目的のために運ばれ販売されるものについても、それを運び販売する者は、食物や飲料の販売に劣らず、正しく「商人」と呼ばれるにふさわしい実態を提示していると言おう。
ΘΕΑΙ. ἀληθέστατα λέγεις.
テアイテトス:全くおっしゃる通りです。
ΞΕ. οὐκοῦν καὶ τὸν μαθήματα συνωνούμενον πόλιν τε ἐκ πόλεως νομίσματος ἀμείβοντα ταὐτὸν προσερεῖς ὄνομα;
異邦人:そうすると、知識を買い集め、都市から都市へと貨幣と引き換えに交換して回る者をも、君は同じ名前で呼ぶかね。
ΘΕΑΙ. σφόδρα γε.
テアイテトス:大いに呼びます。
ΞΕ. τῆς δὴ ψυχεμπορικῆς ταύτης ἆρʼ οὐ τὸ μὲν ἐπιδεικτικὴ δικαιότατα λέγοιτʼ ἄν, τὸ δὲ γελοίῳ μὲν οὐχ ἧττον τοῦ πρόσθεν, ὅμως δὲ μαθημάτων οὖσαν πρᾶσιν αὐτὴν ἀδελφῷ τινι τῆς πράξεως ὀνόματι προσειπεῖν ἀνάγκη;
異邦人:この魂の取引のうち、一方は「展示術」と最も正当に呼ばれるだろうが、他方は、先の名前(展示術)に劣らず滑稽ではあるものの、やはりそれが知識の販売である以上、その行為と兄弟関係にある何らかの名前でそれを呼ぶ必要があるのではないかね。
ΘΕΑΙ. πάνυ μὲν οὖν.
テアイテトス:全くその通りです。
ΞΕ. ταύτης τοίνυν τῆς μαθηματοπωλικῆς τὸ μὲν περὶ τὰ τῶν ἄλλων τεχνῶν μαθήματα ἑτέρῳ, τὸ δὲ περὶ τὸ τῆς ἀρετῆς ἄλλῳ προσρητέον.
異邦人:そうすると、この知識販売術のうち、一方は他の技術の知識に関わるものとして別の名前で、他方は徳に関わるものとしてまた別の名前で呼ばれなければならない。
ΘΕΑΙ. πῶς γὰρ οὔ;
テアイテトス:どうしてそうではないことがありましょう。
ΞΕ. τεχνοπωλικὸν μὴν τό γε περὶ τἆλλα ἂν ἁρμόττοι·
異邦人:他方の技術に関するものには「技術販売術」が適合するだろう。
τὸ δὲ περὶ ταῦτα σὺ προθυμήθητι λέγειν ὄνομα.
では、これら(徳)に関するものの名前を、君が進んで言ってくれたまえ。
ΘΕΑΙ. καὶ τί τις ἂν ἄλλο ὄνομα εἰπὼν οὐκ ἂν πλημμελοίη πλὴν τὸ νῦν ζητούμενον αὐτὸ εἶναι τὸ σοφιστικὸν γένος;
テアイテトス:今まさに探求されているものそのもの、すなわち「ソフィスト的種」であると言うこと以外に、一体どのような別の名前を語れば、過ちを犯さずに済むでしょうか。
ΞΕ. οὐδὲν ἄλλο.
異邦人:まさにその通り。
ἴθι δὴ νῦν συναγάγωμεν αὐτὸ λέγοντες ὡς τὸ τῆς κτητικῆς, μεταβλητικῆς, ἀγοραστικῆς, ἐμπορικῆς, ψυχεμπορικῆς περὶ λόγους καὶ μαθήματα ἀρετῆς πωλητικὸν δεύτερον ἀνεφάνη σοφιστική.
では、それをまとめよう。 獲得術、交換術、購買術、交易術、魂交易術のうち、言論と徳の知識に関する販売術として、二番目に現れたのが「ソフィスト術」である、と言いて。
ΘΕΑΙ. μάλα γε.
テアイテトス:まさにそうです。
ΞΕ. τρίτον δέ γʼ οἶμαί σε, κἂν εἴ τις αὐτοῦ καθιδρυμένος ἐν πόλει, τὰ μὲν ὠνούμενος, τὰ δὲ καὶ τεκταινόμενος αὐτὸς μαθήματα περὶ τὰ αὐτὰ ταῦτα καὶ πωλῶν, ἐκ τούτου τὸ ζῆν προυτάξατο, καλεῖν οὐδὲν ἄλλο πλὴν ὅπερ νυνδή.
異邦人:そして三番目として、たとえ誰かが都市の中に定住し、これらと同じものに関する知識を、あるものは買い入れ、あるものは自分で作り出して販売し、それによって生活を立てることを決めたとしても、君は彼を先ほどと同じ名前以外には呼ばないだろうと私は思うが。
ΘΕΑΙ. τί δʼ οὐ μέλλω;
テアイテトス:どうしてそうしないことがありましょう。
ΞΕ. καὶ τὸ κτητικῆς ἄρα μεταβλητικόν, ἀγοραστικόν, καπηλικὸν εἴτε αὐτοπωλικόν, ἀμφοτέρως, ὅτιπερ ἂν ᾖ περὶ τὰ τοιαῦτα μαθηματοπωλικὸν γένος, ἀεὶ σὺ προσερεῖς, ὡς φαίνῃ, σοφιστικόν.
異邦人:それゆえ、獲得術、交換術、購買術のうち、小売りであれ自家販売であれ、そのどちらであっても、このようなものに関する知識販売の類である限り、君はそれを常に「ソフィスト的」と呼ぶことになるようだね。
ΘΕΑΙ. ἀνάγκη·
テアイテトス:その通りです。
τῷ γὰρ λόγῳ δεῖ συνακολουθεῖν.
議論に従わねばなりませんから。
ΞΕ. ἔτι δὴ σκοπῶμεν εἴ τινι τοιῷδε προσέοικεν ἄρα τὸ νῦν μεταδιωκόμενον γένος.
異邦人:では、今追い求めている類が、さらに次のようなものに似ているかどうかを見てみよう。
§225ΘΕΑΙ. ποίῳ δή;
テアイテトス:どのようなものですか。
ΞΕ. τῆς κτητικῆς ἀγωνιστική τι μέρος ἡμῖν ἦν.
異邦人:獲得術の一部として、私たちには闘争術があったね。
ΘΕΑΙ. ἦν γὰρ οὖν.
テアイテトス:確かにありました。
ΞΕ. οὐκ ἀπὸ τρόπου τοίνυν ἐστὶ διαιρεῖν αὐτὴν δίχα.
異邦人:それゆえ、それを二つに分けるのは不当ではない。
ΘΕΑΙ. καθʼ ὁποῖα λέγε.
テアイテトス:どのように分けるのか言ってください。
ΞΕ. τὸ μὲν ἁμιλλητικὸν αὐτῆς τιθέντας, τὸ δὲ μαχητικόν.
異邦人:一方は競争的なもの、他方は戦闘的なものと設定することによって。
ΘΕΑΙ. ἔστιν.
テアイテトス:それがありますね。
ΞΕ. τῆς τοίνυν μαχητικῆς τῷ μὲν σώματι πρὸς σώματα γιγνομένῳ σχεδὸν εἰκὸς καὶ πρέπον ὄνομα λέγειν τι τοιοῦτον τιθεμένους οἷον βιαστικόν.
異邦人:そうすると、戦闘術のうち、身体をもって身体に対して行われるものには、ほぼふさわしく適切な名前として「暴力的」のようなものを設定して言うのがよかろう。
ΘΕΑΙ. ναί.
テアイテトス:はい。
ΞΕ. τῷ δὲ λόγοις πρὸς λόγους τί τις, ὦ Θεαίτητε, ἄλλο εἴπῃ πλὴν ἀμφισβητητικόν;
異邦人:他方、言論をもって言論に対して行われるものには、テアイテトスよ、人は「議論術」以外の何と言えようか。
ΘΕΑΙ. οὐδέν.
テアイテトス:何もありません。
ΞΕ. τὸ δέ γε περὶ τὰς ἀμφισβητήσεις θετέον διττόν.
異邦人:しかし、この議論(論争)に関するものは、二重に設定されねばならない。
ΘΕΑΙ. πῇ;
テアイテトス:どのように?
ΞΕ. καθʼ ὅσον μὲν γὰρ γίγνεται μήκεσί τε πρὸς ἐναντία μήκη λόγων καὶ περὶ δίκαια καὶ ἄδικα δημοσίᾳ, δικανικόν.
異邦人:というのも、正と不正について、公の場で長い言論を対立する長い言論に対して行う限りにおいては、「裁判術」である。
ΘΕΑΙ. ναί.
テアイテトス:はい。
ΞΕ. τὸ δʼ ἐν ἰδίοις αὖ καὶ κατακεκερματισμένον ἐρωτήσεσι πρὸς ἀποκρίσεις μῶν εἰθίσμεθα καλεῖν ἄλλο πλὴν ἀντιλογικόν;
異邦人:他方、私的な場で、問いと答えへと細かく寸断されて行われるものを、私たちは「反論術」以外の何かで呼ぶ習慣があるだろうか。
ΘΕΑΙ. οὐδέν.
テアイテトス:何もありません。
ΞΕ. τοῦ δὲ ἀντιλογικοῦ τὸ μὲν ὅσον περὶ τὰ συμβόλαια ἀμφισβητεῖται μέν, εἰκῇ δὲ καὶ ἀτέχνως περὶ αὐτὸ πράττεται, ταῦτα θετέον μὲν εἶδος, ἐπείπερ αὐτὸ διέγνωκεν ὡς ἕτερον ὂν ὁ λόγος, ἀτὰρ ἐπωνυμίας οὔθʼ ὑπὸ τῶν ἔμπροσθεν ἔτυχεν οὔτε νῦν ὑφʼ ἡμῶν τυχεῖν ἄξιον.
異邦人:ところで、反論術のうち、契約関係について議論されはするものの、行き当たりばったりで無技術に行われるものについては、これらを一種として設定せねばならない。 議論がそれを他とは異なるものとして識別したからである。 しかし、それはかつての人々によって名前を与えられることもなかったし、今私たちによって与えられる価値もない。
ΘΕΑΙ. ἀληθῆ·
テアイテトス:その通りです。
κατὰ σμικρὰ γὰρ λίαν καὶ παντοδαπὰ διῄρηται.
あまりにも細々としており、多様に分かれているからです。
ΞΕ. τὸ δέ γε ἔντεχνον, καὶ περὶ δικαίων αὐτῶν καὶ ἀδίκων καὶ περὶ τῶν ἄλλων ὅλως ἀμφισβητοῦν, ἆρʼ οὐκ ἐριστικὸν αὖ λέγειν εἰθίσμεθα;
異邦人:しかし、技術を伴い、正そのものや不正そのもの、またその他すべての事柄について議論するものを、私たちは再び「争論術」と呼ぶ習慣があるのではないか。
ΘΕΑΙ. πῶς γὰρ οὔ;
テアイテトス:どうしてそうではないことがありましょう。
ΞΕ. τοῦ μὴν ἐριστικοῦ τὸ μὲν χρηματοφθορικόν, τὸ δὲ χρηματιστικὸν ὂν τυγχάνει.
異邦人:ところで、争論術のうち、一方は財産を浪費するものであり、他方は財産を得るものである。
ΘΕΑΙ. παντάπασί γε.
テアイテトス:全くその通りです。
ΞΕ. τὴν ἐπωνυμίαν τοίνυν ἣν ἑκάτερον δεῖ καλεῖν αὐτῶν πειραθῶμεν εἰπεῖν.
異邦人:それでは、これらそれぞれを呼ぶべき名前を、言ってみることにしよう。
ΘΕΑΙ. οὐκοῦν χρή.
テアイテトス:そうしなければなりません。
ΞΕ. δοκῶ μὴν τό γε διʼ ἡδονὴν τῆς περὶ ταῦτα διατριβῆς ἀμελὲς τῶν οἰκείων γιγνόμενον, περὶ δὲ τὴν λέξιν τοῖς πολλοῖς τῶν ἀκουόντων οὐ μεθʼ ἡδονῆς ἀκουόμενον καλεῖσθαι κατὰ γνώμην τὴν ἐμὴν οὐχ ἕτερον ἀδολεσχικοῦ.
異邦人:ところで、これらに関する暇潰しの快楽のために、自分の財産を顧みなくなり、その語り口が聞く者たちの多くにとって不快に聞かれるようなものは、私の考えでは、「お喋り術」以外の何物でもないと呼ばれるべきだと思う。
ΘΕΑΙ. λέγεται γὰρ οὖν οὕτω πως.
テアイテトス:確かにそのように言われていますね。
ΞΕ. τούτου τοίνυν τοὐναντίον, ἀπὸ τῶν ἰδιωτικῶν ἐρίδων χρηματιζόμενον, ἐν τῷ μέρει σὺ πειρῶ νῦν εἰπεῖν.
異邦人:では、これとは反対に、私的な争論からお金を稼ぐものを、今度は君の番として言ってみたまえ。
ΘΕΑΙ. καὶ τί τις ἂν αὖ εἰπὼν ἕτερον οὐκ ἐξαμάρτοι πλήν γε τὸν θαυμαστὸν πάλιν ἐκεῖνον ἥκειν αὖ νῦν τέταρτον τὸν μεταδιωκόμενον ὑφʼ ἡμῶν σοφιστήν;
テアイテトス:また別の名前を言って間違えない人がいるでしょうか。 あの一見驚くべき人物、私たちが追い求めているソフィストが、今や四番目として再び現れた、と言うこと以外には。