§432ΚΡ. ἔστι ταῦτα.
クリトン:その通りです。
ἀλλʼ ὁρᾷς, ὦ Σώκρατες, ὅταν ταῦτα τὰ γράμματα, τό τε ἄλφα καὶ τὸ βῆτα καὶ ἕκαστον τῶν στοιχείων, τοῖς ὀνόμασιν ἀποδιδῶμεν τῇ γραμματικῇ τέχνῃ, ἐάν τι ἀφέλωμεν ἢ προσθῶμεν ἢ μεταθῶμέν τι, οὐ γέγραπται μὲν ἡμῖν τὸ ὄνομα, οὐ μέντοι ὀρθῶς, ἀλλὰ τὸ παράπαν οὐδὲ γέγραπται, ἀλλʼ εὐθὺς ἕτερόν ἐστιν ἐάν τι τούτων πάθῃ.
しかしソクラテスよ、私たちがグラマティケー(読み書きの技術)によって、これらの文字、すなわちアルファやベータや各々の要素を名前に割り当てるとき、もし私たちが何かを取り除いたり、付け加えたり、あるいは何かを入れ替えたりするなら、名前が書かれたものの正しくない状態にあるのではなく、そもそも全く書かれておらず、これらのどれか一つを被るだけで、直ちに別のものになってしまうのがお分かりでしょう。
ΣΩ. μὴ γὰρ οὐ καλῶς σκοπῶμεν οὕτω σκοποῦντες, ὦ Κρατύλε.
ソクラテス:クラテュロスよ、そのようなやり方で考察しているなら、私たちは正しく考察していないのではないかね。
ΚΡ. πῶς δή;
クリトン:それはどういうことですか。
ΣΩ. ἴσως ὅσα ἔκ τινος ἀριθμοῦ ἀναγκαῖον εἶναι ἢ μὴ εἶναι πάσχοι ἂν τοῦτο ὃ σὺ λέγεις, ὥσπερ καὶ αὐτὰ τὰ δέκα ἢ ὅστις βούλει ἄλλος ἀριθμός, ἐὰν ἀφέλῃς τι ἢ προσθῇς, ἕτερος εὐθὺς γέγονε·
ソクラテス:おそらく、ある特定の数から成り立つか成り立たないかが不可避であるようなものすべては、君の言うこのようなことを被るだろう。 たとえば、十それ自体や、君が望む他のどんな数であっても、何かを引き算したり足し算したりすれば、直ちに別の数になってしまう。
τοῦ δὲ ποιοῦ τινος καὶ συμπάσης εἰκόνος μὴ οὐχ αὕτη ᾖ ἡ ὀρθότης, ἀλλὰ τὸ ἐναντίον οὐδὲ τὸ παράπαν δέῃ πάντα ἀποδοῦναι οἷόν ἐστιν ᾧ εἰκάζει, εἰ μέλλει εἰκὼν εἶναι.
しかし、ある性質を持つものや画像全体については、このような正しさは当てはまらず、むしろその反対であり、画像であるためには、それが模倣する対象と全く同じものをすべて与える必要は、そもそもまったくないのではないかね。
σκόπει δὲ εἰ τὶ λέγω.
私の言うことが少しは理にかなっているかどうか考えてみてくれ。
ἆρʼ ἂν δύο πράγματα εἴη τοιάδε, οἷον Κρατύλος καὶ Κρατύλου εἰκών, εἴ τις θεῶν μὴ μόνον τὸ σὸν χρῶμα καὶ σχῆμα ἀπεικάσειεν ὥσπερ οἱ ζωγράφοι, ἀλλὰ καὶ τὰ ἐντὸς πάντα τοιαῦτα ποιήσειεν οἷάπερ τὰ σά, καὶ μαλακότητας καὶ θερμότητας τὰς αὐτὰς ἀποδοίη, καὶ κίνησιν καὶ ψυχὴν καὶ φρόνησιν οἵαπερ ἡ παρὰ σοὶ ἐνθείη αὐτοῖς, καὶ ἑνὶ λόγῳ πάντα ἅπερ σὺ ἔχεις, τοιαῦτα ἕτερα καταστήσειεν πλησίον σου;
例えば、クラテュロスとクラテュロスの画像というような二つのものがあるとして、もし神々の誰かが、画家たちのように君の色や形を模倣するだけでなく、内部のすべてをも君のものと全く同じように作り、柔らかさや温かさも同じものを与え、運動も魂も知性も君にあるのと同じものをその中に吹き込み、一言で言えば君が持っているものすべてを、君の傍らに同じ別のものとして確立したとしたらどうだろう。
πότερον Κρατύλος ἂν καὶ εἰκὼν Κρατύλου τότʼ εἴη τὸ τοιοῦτον, ἢ δύο Κρατύλοι;
その時、そのようなものはクラテュロスとクラテュロスの画像だろうか、それとも二人のクラテュロスだろうか。
ΚΡ. δύο ἔμοιγε δοκοῦσιν, ὦ Σώκρατες, Κρατύλοι.
クリトン:ソクラテスよ、私には二人のクラテュロスだと思われます。
ΣΩ. ὁρᾷς οὖν, ὦ φίλε, ὅτι ἄλλην χρὴ εἰκόνος ὀρθότητα ζητεῖν καὶ ὧν νυνδὴ ἐλέγομεν, καὶ οὐκ ἀναγκάζειν, ἐάν τι ἀπῇ ἢ προσῇ, μηκέτι αὐτὴν εἰκόνα εἶναι;
ソクラテス:それでは友よ、画像の正しさは別のところに求めるべきであり、何かが欠けていたり加わっていたりしても、もはやそれが画像ではないと強弁すべきではないということが分かるだろう。
ἢ οὐκ αἰσθάνῃ ὅσου ἐνδέουσιν αἱ εἰκόνες τὰ αὐτὰ ἔχειν ἐκείνοις ὧν εἰκόνες εἰσίν;
あるいは、画像がその模倣対象であるところの事物と同じものを持つことにおいて、どれほど及ばないものであるか(同じものを完全に持つ必要がないこと)に気づかないかね。
ΚΡ. ἔγωγε.
クリトン:気づいています。
ΣΩ. γελοῖα γοῦν, ὦ Κρατύλε, ὑπὸ τῶν ὀνομάτων πάθοι ἂν ἐκεῖνα ὧν ὀνόματά ἐστιν τὰ ὀνόματα, εἰ πάντα πανταχῇ αὐτοῖς ὁμοιωθείη.
ソクラテス:クラテュロスよ、もし名前がすべての点でその対象に完全に似せられるとしたら、名前が付けられている対象は、名前によって実に滑稽な目に合わされるだろう。
διττὰ γὰρ ἄν που πάντα γένοιτο, καὶ οὐκ ἂν ἔχοι αὐτῶν εἰπεῖν οὐδεὶς οὐδέτερον ὁπότερόν ἐστι τὸ μὲν αὐτό, τὸ δὲ ὄνομα.
なぜなら、おそらくすべてが二重になってしまい、それらのどちらが実物で、どちらが名前であるかを誰も言えなくなるだろうから。
ΚΡ. ἀληθῆ λέγεις.
クリトン:君の言う通りです。
ΣΩ. θαρρῶν τοίνυν, ὦ γενναῖε, ἔα καὶ ὄνομα τὸ μὲν εὖ κεῖσθαι, τὸ δὲ μή, καὶ μὴ ἀνάγκαζε πάντʼ ἔχειν τὰ γράμματα, ἵνα κομιδῇ ᾖ τοιοῦτον οἷόνπερ οὗ ὄνομά ἐστιν, ἀλλʼ ἔα καὶ τὸ μὴ προσῆκον γράμμα ἐπιφέρειν.
ソクラテス:それゆえ、優れた友よ、自信を持って、ある名前は良く制定され、別の名前はそうではないと認め、名前がその指し示す対象と完全に同じものになるために、すべての文字を持っていなければならないなどと強弁するのをやめ、ふさわしくない文字を付け加えることも許容しなさい。
εἰ δὲ γράμμα, καὶ ὄνομα ἐν λόγῳ· εἰ δὲ ὄνομα, καὶ λόγον ἐν λόγῳ μὴ προσήκοντα τοῖς πράγμασιν ἐπιφέρεσθαι, καὶ μηδὲν ἧττον ὀνομάζεσθαι τὸ πρᾶγμα καὶ λέγεσθαι, ἕως ἂν ὁ τύπος ἐνῇ τοῦ πράγματος περὶ οὗ ἂν ὁ λόγος ᾖ, ὥσπερ ἐν τοῖς τῶν στοιχείων ὀνόμασιν, εἰ μέμνησαι ἃ νυνδὴ ἐγὼ καὶ Ἑρμογένης ἐλέγομεν.
そして、もし文字においてそうなら、文の中の名前についても、また名前においてそうなら、事物にふさわしくない文を文の中に付け加えることも許容し、それでもなお、その文が語る対象の型がその中に残っている限り、その事物が名付けられ、語られているのだと認めなさい。 ちょうど、要素(文字)の名前において、私が先ほどヘルモゲネスと語っていたことを君が覚えているなら、その場合と同じようにね。