§419ΣΩ. ἀλλʼ οὐκ ἐὰν τῷ ἀρχαίῳ ὀνόματι χρῇ, ὃ πολὺ μᾶλλον εἰκός ἐστιν ὀρθῶς κεῖσθαι ἢ τὸ νῦν, ἀλλʼ ὁμολογήσει τοῖς πρόσθεν ἀγαθοῖς, ἐὰν ἀντὶ τοῦ εἶ τὸ ἰῶτα ἀποδιδῷς, ὥσπερ τὸ παλαιόν·
ソクラテス:しかし、もし古い方の名前を用いるなら、それは現在のものよりも正しく設定されている可能性がはるかに高いのだが、エイ(ει)の代わりに古いやり方のようにイオタ(ι)を復元するなら、(その名前は)前に挙げた善に関する言葉と一致するだろう。
διϊὸν γὰρ αὖ σημαίνει, ἀλλʼ οὐ δέον, τἀγαθόν, ὅπερ δὴ ἐπαινεῖ.
というのも、それは流れを「縛るもの(δέον)」ではなく、「通り抜けるもの(διϊόν)」としての善を意味するからであり、それこそがまさに称賛されているものなのだ。
καὶ οὕτω οὐκ ἐναντιοῦται αὐτὸς αὑτῷ ὁ τὰ ὀνόματα τιθέμενος, ἀλλὰ
δέον
καὶ
ὠφέλιμον
καὶ
λυσιτελοῦν
καὶ
κερδαλέον
καὶ
ἀγαθὸν
καὶ
συμφέρον
καὶ
εὔπορον
τὸ αὐτὸ φαίνεται, ἑτέροις ὀνόμασι σημαῖνον τὸ διακοσμοῦν καὶ ἰὸν πανταχοῦ ἐγκεκωμιασμένον, τὸ δὲ ἴσχον καὶ δοῦν ψεγόμενον.
そしてこのように、名前を設定した者自身、自分自身と矛盾することはなく、むしろ「必要なもの(δέον)」も「ためになるもの(ὠφέλιμον)」も「役立つもの(λυσιτελοῦν)」も「利になるもの(κερδαλέον)」も「善(ἀγαθόν)」も「有益なもの(συμφέρον)」も「通りやすいもの(εὔπορον)」も、同じ一つのものを表しているように見えてくる。 それは、異なる名前によって、万物を秩序づけ、流れていくものとして称賛されているものを意味し、一方で引き留め、縛るものを非難しているのである。
καὶ δὴ καὶ τὸ
ζημιῶδες,
ἐὰν κατὰ τὴν ἀρχαίαν φωνὴν ἀποδῷς ἀντὶ τοῦ ζῆτα δέλτα, φανεῖταί σοι κεῖσθαι τὸ ὄνομα ἐπὶ τῷ δοῦντι τὸ ἰόν, ἐπονομασθὲν
δημιῶδες.
そしてさらに、「損失をもたらすもの(ζημιῶδες)」も、もし古い話し方に従ってゼータ(ζ)の代わりにデルタ(δ)を復元するなら、流れを縛るものに対してその名前が設定され、それが「デミオーデス(δημιῶδες)」と名づけられたことが君にもわかるだろう。
ΕΡΜ. τί δὲ δὴ
ἡδονὴ
καὶ
λύπη
καὶ
ἐπιθυμία
καὶ τὰ τοιαῦτα, ὦ Σώκρατες;
ヘルモゲネス:では、快楽(ἡδονή)や苦痛(λύπη)、欲望(ἐπιθυμία)やその類のものについてはどうですか、ソクラテス。
ΣΩ. οὐ πάνυ χαλεπά μοι φαίνεται, ὦ Ἑρμόγενες.
ソクラテス:ヘルモゲネスよ、それらはまったく難しくないと思われる。
ἥ τε γὰρ
ἡδονή,
ἡ πρὸς τὴν ὄνησιν ἔοικε τείνουσα πρᾶξις τοῦτο ἔχειν τὸ ὄνομα—τὸ δέλτα δὲ ἔγκειται, ὥστε
ἡδονὴ
ἀντὶ
ἡονῆς
καλεῖται—ἥ τε
λύπη
ἀπὸ τῆς διαλύσεως τοῦ σώματος ἔοικεν ἐπωνομάσθαι ἣν ἐν τούτῳ τῷ πάθει ἴσχει τὸ σῶμα.
というのも、「快楽(ἡδονή)」は、益へと向かう活動がこの名前を持っていると思われるからだ。 デルタが挿入されているので、ヘーオネー(ἡονῆς)の代わりにヘードネー(ἡδονή)と呼ばれているのだが。 「苦痛(λύπη)」は、この受動的状態において体が被る解体から名づけられたと思われる。
καὶ ἥ γε
ἀνία
τὸ ἐμποδίζον τοῦ ἰέναι.
検して「倦怠(ἀνία)」は、行くことを妨げるものである。
ἡ δὲ
ἀλγηδὼν
ξενικόν τι φαίνεταί μοι ἀπὸ τοῦ ἀλγεινοῦ ὠνομασμένον.
「痛み(ἀλγηδὼν)」は、何か外国風のものであり、苦痛なものから名づけられたように思われる。
ὀδύνη
δὲ ἀπὸ τῆς ἐνδύσεως τῆς λύπης κεκλημένῃ ἔοικεν.
「苦悶(ὀδύνη)」は、苦痛が入り込むことから名づけられたと思われる。
ἀχθηδὼν
δὲ καὶ παντὶ δῆλον ἀπεικασμένον τὸ ὄνομα τῷ τῆς φορᾶς βάρει.
「重荷(ἀχθηδὼν)」は、運ばれるものの重さに擬えられた名前であることは誰の目にも明らかだ。
χαρὰ
δὲ τῇ διαχύσει καὶ εὐπορίᾳ τῆς ῥοῆς τῆς ψυχῆς ἔοικε κεκλημένῃ.
「喜び(χαρὰ)」は、魂の流れが拡散し、通りやすくなることから名づけられたと思われる。
τέρψις
δὲ ἀπὸ τοῦ τερπνοῦ·
「愉悦(τέρψις)」は、愉快なものに由来する。
τὸ δὲ
τερπνὸν
ἀπὸ τῆς διὰ τῆς ψυχῆς ἕρψεως πνοῇ ἀπεικασθὲν κέκληται, ἐν δίκῃ μὲν ἂν
ἕρπνουν
καλούμενον, ὑπὸ χρόνου δὲ
τερπνὸν
παρηγμένον.
そして「愉快なもの(τερπνόν)」は、魂を通り抜ける息吹の這うような進みに擬えて名づけられた。 本来なら正しくは「ヘルプヌーン(ἕρπνουν)」と呼ばれるべきところ、時の経過によって「テルプノン」へと変化したのだ。
εὐφροσύνη
δὲ οὐδὲν προσδεῖται τοῦ διότι ῥηθῆναι·
「歓喜(εὐφροσύνη)」は、その理由を説明する必要はまったくない。
παντὶ γὰρ δῆλον ὅτι ἀπὸ τοῦ εὖ τοῖς πράγμασι τὴν ψυχὴν συμφέρεσθαι τοῦτο ἔλαβε τὸ ὄνομα,
εὐφεροσύνην
τό γε δίκαιον·
なぜなら、魂が諸事物と共によく運ばれることからこの名前を得たことは、誰にとっても明らかだからだ。
ὅμως δὲ αὐτὸ καλοῦμεν
εὐφροσύνην.
本来なら正しくは「エウペロシュネー(εὐφεροσύνην)」と呼ばれるべきところを、私たちは「エウプロシュネー(εὐφροσύνην)」と呼んでいるのだが。
οὐδʼ
ἐπιθυμία
χαλεπόν·
「欲望(ἐπιθυμία)」も難しくない。
τῇ γὰρ ἐπὶ τὸν θυμὸν ἰούσῃ δυνάμει δῆλον ὅτι τοῦτο ἐκλήθη τὸ ὄνομα.
魂の気概へと向かう力から、この名前がつけられたことは明らかだからだ。
θυμὸς
δὲ ἀπὸ τῆς θύσεως καὶ ζέσεως τῆς ψυχῆς ἔχοι ἂν τοῦτο τὸ ὄνομα.
「気概(θυμὸς)」は、魂の激発と沸騰から、この名前を持っているのだろう。
§420ΣΩ. ἀλλὰ μὴν
ἵμερός
γε τῷ μάλιστα ἕλκοντι τὴν ψυχὴν ῥῷ ἐπωνομάσθη·
ソクラテス:さらに、確かに「切望(ἵμερος)」は、魂を最も強く引きつける流れから名づけられた。
ὅτι γὰρ ἱέμενος ῥεῖ καὶ ἐφιέμενος τῶν πραγμάτων, καὶ οὕτω δὴ ἐπισπᾷ σφόδρα τὴν ψυχὴν διὰ τὴν ἕσιν τῆς ῥοῆς, ἀπὸ ταύτης οὖν πάσης τῆς δυνάμεως
ἵμερος
ἐκλήθη.
というのも、それが送り出されて流れ、諸事物を求め、このように流れの送り出しによって魂を激しく引き寄せるので、このすべての力から「ヒメロス」と呼ばれたのだ。
καὶ μὴν
πόθος
αὖ καλεῖται σημαίνων οὐ τοῦ παρόντος εἶναι ἀλλὰ τοῦ ἄλλοθί που ὄντος καὶ ἀπόντος, ὅθεν
πόθος
ἐπωνόμασται ὃς τότε, ὅταν παρῇ οὗ τις ἐφίετο,
ἵμερος
ἐκαλεῖτο· ἀπογενομένου δὲ ὁ αὐτὸς οὗτος
πόθος
ἐκλήθη.
またさらに、「あこがれ(πόθος)」は、目の前にあるものではなく、どこか他の場所にあり、欠けているものに対するものであることを意味して呼ばれている。 それゆえ、求められているものが目の前にあるときには「ヒメロス」と呼ばれていたものが、それが失われると、まさにこれと同じものが「ポトス」と呼ばれるようになったのだ。
ἔρως
δέ, ὅτι εἰσρεῖ ἔξωθεν καὶ οὐκ οἰκεία ἐστὶν ἡ ῥοὴ αὕτη τῷ ἔχοντι ἀλλʼ ἐπείσακτος διὰ τῶν ὀμμάτων, διὰ ταῦτα ἀπὸ τοῦ ἐσρεῖν
ἔσρος
τό γε παλαιὸν ἐκαλεῖτο— τῷ γὰρ οὖ ἀντὶ τοῦ ὦ ἐχρώμεθα—νῦν δʼ
ἔρως
κέκληται διὰ τὴν τοῦ ὦ ἀντὶ τοῦ οὖ μεταλλαγήν.
「愛(ἔρως)」は、外から流れ込み、この流れはそれを持つ者自身に固有のものではなく、目を通じて外から導入されたものであるため、流れ込むことから、かつては「エスロス(ἔσρος)」と呼ばれていた。 というのも、オミクロン・ウプシロン(ου)をオメガ(ω)の代わりに使っていたからだ。 しかし今では、オミクロン・ウプシロンの代わりにオメガへと変更されたことで「エロース」と呼ばれている。
ἀλλὰ τί ἔτι σὺ λέγεις ὅτι σκοπῶμεν;
さて、君は他に何を検討しようと言うのかね。
ΕΡΜ.
δόξα
καὶ τὰ τοιαῦτα πῇ σοι φαίνεται;
ヘルモゲネス:「思い(δόξα)」やその類のものは、あなたにはどう思われますか。
ΣΩ.
δόξα
δὴ ἤτοι τῇ διώξει ἐπωνόμασται, ἣν ἡ ψυχὴ διώκουσα τὸ εἰδέναι ὅπῃ ἔχει τὰ πράγματα πορεύεται, ἢ τῇ ἀπὸ τοῦ τόξου βολῇ.
ソクラテス:「思い(δόξα)」は、魂が、諸事物がどのようであるかを知ることを追い求めて進むその追跡から名づけられたか、あるいは弓からの矢の放ちに由来する。
ἔοικε δὲ τούτῳ μᾶλλον.
しかし、後者の方により似ている。
ἡ γοῦν
οἴησις
τούτῳ συμφωνεῖ.
少なくとも「思いなし(οἴησις)」はこれと一致するからだ。
οἶσιν
γὰρ τῆς ψυχῆς ἐπὶ πᾶν πρᾶγμα, οἷόν ἐστιν ἕκαστον τῶν ὄντων, δηλούσῃ προσέοικεν, ὥσπερ γε καὶ ἡ
βουλή
πως τὴν βολήν, καὶ τὸ
βούλεσθαι
τὸ ἐφίεσθαι σημαίνει καὶ τὸ
βουλεύεσθαι
·
というのも、「思いなし」は、魂がすべての事柄、すなわち存在する個々のものがどのようなものであるかへと向かって運ばれることを指し示しているように思われるからだ。 ちょうど「意志(βουλή)」が何らかの仕方で矢の放ち(βολή)を意味し、「欲すること(βούλεσθαι)」が求め目指すことを意味し、「熟議すること(βουλεύεσθαι)」も同様であるように。
πάντα ταῦτα δόξῃ ἑπόμενʼ ἄττα φαίνεται τῆς βολῆς ἀπεικάσματα, ὥσπερ αὖ καὶ τοὐναντίον ἡ
ἀβουλία
ἀτυχία δοκεῖ εἶναι, ὡς οὐ βαλόντος οὐδὲ τυχόντος οὗ τʼ ἔβαλλε καὶ ὃ ἐβούλετο καὶ περὶ οὗ ἐβουλεύετο καὶ οὗ ἐφίετο.
これらすべては、「思い」に伴うものであって、矢の放ちに擬えられたもののように思われる。 これとは反対に、「思慮のなさ(ἀβουλία)」が不運とされるのも、狙ったもの、欲したもの、熟議したもの、求めたものを放たず、また射当てなかったからであると思われるのと同様である。
ΕΡΜ. ταῦτα ἤδη μοι δοκεῖς, ὦ Σώκρατες, πυκνότερα ἐπάγειν.
ヘルモゲネス:ソクラテス、今やあなたはこれらの説明をいっそう急速に繰り出しているように思われます。
ΣΩ. τέλος γὰρ ἤδη θέω.
ソクラテス:もう終点に向かって走っているからね。
ἀνάγκην
δʼ οὖν ἔτι βούλομαι διαπερᾶναι, ὅτι τούτοις ἑξῆς ἐστι, καὶ τὸ
ἑκούσιον.
ともかく、これらに続くものとして「必然(ἀνάγκη)」と「自発的なもの(ἑκούσιον)」をまだ解決しておきたい。
τὸ μὲν οὖν
ἑκούσιον,
τὸ εἶκον καὶ μὴ ἀντιτυποῦν ἀλλʼ, ὥσπερ λέγω, εἶκον τῷ ἰόντι δεδηλωμένον ἂν εἴη τούτῳ τῷ ὀνόματι, τῷ κατὰ τὴν βούλησιν γιγνομένῳ·
まず「自発的なもの(ἑκούσιον)」は、従うものであり、抵抗せず、私が言うように、進むものに従うものであって、この名前によって、意志に従って生じるものとして明らかにされているだろう。
τὸ δὲ
ἀναγκαῖον
καὶ ἀντίτυπον, παρὰ τὴν βούλησιν ὄν, τὸ περὶ τὴν ἁμαρτίαν ἂν εἴη καὶ ἀμαθίαν, ἀπείκασται δὲ τῇ κατὰ τὰ ἄγκη πορείᾳ, ὅτι δύσπορα καὶ τραχέα καὶ λάσια ὄντα ἴσχει τοῦ ἰέναι.
他方、「必然的なもの(ἀναγκαῖον)」や抵抗するもの、すなわち意志に反するものは、誤りや無知に関わるものであって、これは渓谷を通る歩みに擬えられている。 なぜなら、渓谷は通りにくく、険しく、草木が鬱蒼としていて、進むのを妨げるからだ。
ἐντεῦθεν οὖν ἴσως ἐκλήθη
ἀναγκαῖον,
τῇ διὰ τοῦ ἄγκους ἀπεικασθὲν πορείᾳ.
それゆえ、おそらく渓谷を通る歩みに擬えられて、「アナンカイオン(ἀναγκαῖον)」と名づけられたのだろう。
ἕως δὲ πάρεστιν ἡ ῥώμη, μὴ ἀνιῶμεν αὐτήν·
だが、気力が残っている限り、それを緩めないようにしよう。
ἀλλὰ καὶ σὺ μὴ ἀνίει, ἀλλὰ ἐρώτα.
君も緩めずに、質問してくれたまえ。