Humanitext Reader

柏拉图 · 克拉底鲁篇 §419-420

快感与痛苦等情感及必然的语源

第 20 段,共 34 段 · 希腊语

内容简介

苏格拉底在通过“应当之物”(δέον)的古希腊语拼写(διϊόν)论证了善的流动性之后,接着解释了与快感、痛苦、欲望等情感相关的各种名词的语源,将它们与射箭及流动的概念联系起来,并把“必然”(ἀνάγκη)比作通过狭谷的艰难行走。

§419ΣΩ. ἀλλʼ οὐκ ἐὰν τῷ ἀρχαίῳ ὀνόματι χρῇ, ὃ πολὺ μᾶλλον εἰκός ἐστιν ὀρθῶς κεῖσθαι ἢ τὸ νῦν, ἀλλʼ ὁμολογήσει τοῖς πρόσθεν ἀγαθοῖς, ἐὰν ἀντὶ τοῦ εἶ τὸ ἰῶτα ἀποδιδῷς, ὥσπερ τὸ παλαιόν·
苏格拉底:但是,如果你使用那个古老的名字——这比现在的名字要有可能得多是正确设定的——如果你像古人那样恢复伊奥塔(ι)来代替艾(ει),它就会与前面提到的关于善的名字相一致;因为这再次意味着“穿过”,而不是“束缚”的善,而这正是创制者所赞美的。
διϊὸν γὰρ αὖ σημαίνει, ἀλλʼ οὐ δέον, τἀγαθόν, ὅπερ δὴ ἐπαινεῖ. καὶ οὕτω οὐκ ἐναντιοῦται αὐτὸς αὑτῷ ὁ τὰ ὀνόματα τιθέμενος, ἀλλὰ δέον καὶ ὠφέλιμον καὶ λυσιτελοῦν καὶ κερδαλέον καὶ ἀγαθὸν καὶ συμφέρον καὶ εὔπορον τὸ αὐτὸ φαίνεται, ἑτέροις ὀνόμασι σημαῖνον τὸ διακοσμοῦν καὶ ἰὸν πανταχοῦ ἐγκεκωμιασμένον, τὸ δὲ ἴσχον καὶ δοῦν ψεγόμενον.
这样,制定名字的人本身并不自相矛盾,而是“应当之物”、“有助的”、“有用的”、“有利的”、“善”、“有益的”和“易行的”似乎都成了同一回事,它们用不同的名字表明那秩序化、穿行于一切而被赞美的东西,而那阻碍和束缚的东西则被谴责。
καὶ δὴ καὶ τὸ ζημιῶδες, ἐὰν κατὰ τὴν ἀρχαίαν φωνὴν ἀποδῷς ἀντὶ τοῦ ζῆτα δέλτα, φανεῖταί σοι κεῖσθαι τὸ ὄνομα ἐπὶ τῷ δοῦντι τὸ ἰόν, ἐπονομασθὲν δημιῶδες.
而且,对于“带来损失的”,如果你按照古老的话语用德尔塔(δ)代替泽塔(ζ),你就会发现这个名字是针对那“束缚行走者”的东西而设定的,被称为“德米欧德斯(δημιῶδες)”。
ΕΡΜ. τί δὲ δὴ ἡδονὴ καὶ λύπη καὶ ἐπιθυμία καὶ τὰ τοιαῦτα, ὦ Σώκρατες;
赫尔墨革涅斯:那么“快乐”、“痛苦”、“欲望”及类似的东西,苏格拉底,对你来说又是怎样的呢?
ΣΩ. οὐ πάνυ χαλεπά μοι φαίνεται, ὦ Ἑρμόγενες.
苏格拉底:赫尔墨革涅斯,这些在我看来并不十分困难。
ἥ τε γὰρ ἡδονή, ἡ πρὸς τὴν ὄνησιν ἔοικε τείνουσα πρᾶξις τοῦτο ἔχειν τὸ ὄνομα—τὸ δέλτα δὲ ἔγκειται, ὥστε ἡδονὴ ἀντὶ ἡονῆς καλεῖται—ἥ τε λύπη ἀπὸ τῆς διαλύσεως τοῦ σώματος ἔοικεν ἐπωνομάσθαι ἣν ἐν τούτῳ τῷ πάθει ἴσχει τὸ σῶμα.
因为“快乐(ἡδονή)”,作为似乎伸展向益处的活动,拥有这个名字——其中插入了德尔塔,所以被称为“黑多内(ἡδονή)” 而非“黑奥内(ἡονῆς)”——而“痛苦(λύπη)”似乎是根据身体在遭受这种被动状态时所发生的“解体”而命名的。
καὶ ἥ γε ἀνία τὸ ἐμποδίζον τοῦ ἰέναι.
而“烦恼(ἀνία)”则是指阻碍行走的东西。
ἡ δὲ ἀλγηδὼν ξενικόν τι φαίνεταί μοι ἀπὸ τοῦ ἀλγεινοῦ ὠνομασμένον.
“疼痛(ἀλγηδὼν)”在我看来是个外来词,源于痛苦的东西。
ὀδύνη δὲ ἀπὸ τῆς ἐνδύσεως τῆς λύπης κεκλημένῃ ἔοικεν.
而“悲痛(ὀδύνη)”似乎是因为痛苦的侵入而得名。
ἀχθηδὼν δὲ καὶ παντὶ δῆλον ἀπεικασμένον τὸ ὄνομα τῷ τῆς φορᾶς βάρει.
“沉重(ἀχθηδὼν)”则是任何人都能一眼看出是拟托于运动的重负而得的名字。
χαρὰ δὲ τῇ διαχύσει καὶ εὐπορίᾳ τῆς ῥοῆς τῆς ψυχῆς ἔοικε κεκλημένῃ.
“喜悦(χαρὰ)”似乎是因为灵魂之流的扩散和通畅而得名。
τέρψις δὲ ἀπὸ τοῦ τερπνοῦ· τὸ δὲ τερπνὸν ἀπὸ τῆς διὰ τῆς ψυχῆς ἕρψεως πνοῇ ἀπεικασθὲν κέκληται, ἐν δίκῃ μὲν ἂν ἕρπνουν καλούμενον, ὑπὸ χρόνου δὲ τερπνὸν παρηγμένον.
“愉悦(τερπνόν)”源于令人愉快的;而“令人愉快的(τερπνόν)”则是因为拟托于气息在灵魂中的爬行而得名,本该合理地被称为“赫尔普农(ἕρπνουν)”,但随着时间的推移被歪曲成了“德尔普农(τερπνόν)”。
εὐφροσύνη δὲ οὐδὲν προσδεῖται τοῦ διότι ῥηθῆναι· παντὶ γὰρ δῆλον ὅτι ἀπὸ τοῦ εὖ τοῖς πράγμασι τὴν ψυχὴν συμφέρεσθαι τοῦτο ἔλαβε τὸ ὄνομα, εὐφεροσύνην τό γε δίκαιον· ὅμως δὲ αὐτὸ καλοῦμεν εὐφροσύνην.
“欢欣(εὐφροσύνη)”不需要任何关于其原因的解释;因为任何人都能明显看出,由于灵魂与事物共处得很好(εὖ συμφέρεσθαι),它才得到了这个名字,按正义来说本应是“埃乌佩罗叙内(εὐφεροσύνην)”;但我们现在还是称之为“埃乌普罗叙内(εὐφροσύνην)”。
οὐδʼ ἐπιθυμία χαλεπόν·
“欲望(ἐπιθυμία)”也不困难;因为很明显,这个名字是给予那走向激情(θυμός)之力的。
τῇ γὰρ ἐπὶ τὸν θυμὸν ἰούσῃ δυνάμει δῆλον ὅτι τοῦτο ἐκλήθη τὸ ὄνομα. θυμὸς δὲ ἀπὸ τῆς θύσεως καὶ ζέσεως τῆς ψυχῆς ἔχοι ἂν τοῦτο τὸ ὄνομα.
“激情(θυμὸς)”则是因为灵魂的激荡和沸腾而拥有这个名字。
§420ΣΩ. ἀλλὰ μὴν ἵμερός γε τῷ μάλιστα ἕλκοντι τὴν ψυχὴν ῥῷ ἐπωνομάσθη· ὅτι γὰρ ἱέμενος ῥεῖ καὶ ἐφιέμενος τῶν πραγμάτων, καὶ οὕτω δὴ ἐπισπᾷ σφόδρα τὴν ψυχὴν διὰ τὴν ἕσιν τῆς ῥοῆς, ἀπὸ ταύτης οὖν πάσης τῆς δυνάμεως ἵμερος ἐκλήθη.
苏格拉底:而且,确实,“切望(ἵμερος)”是因那最能吸引灵魂的流动而得名;因为它是投射着自身而流淌,并追求事物,由此通过流动的投射而强烈地吸引着灵魂,正是由于这整个力量,它才被称为“希美罗斯”。
καὶ μὴν πόθος αὖ καλεῖται σημαίνων οὐ τοῦ παρόντος εἶναι ἀλλὰ τοῦ ἄλλοθί που ὄντος καὶ ἀπόντος, ὅθεν πόθος ἐπωνόμασται ὃς τότε, ὅταν παρῇ οὗ τις ἐφίετο, ἵμερος ἐκαλεῖτο· ἀπογενομένου δὲ ὁ αὐτὸς οὗτος πόθος ἐκλήθη.
此外,“渴望(πόθος)”反过来也是如此被称呼,表示它不属于在场之物,而是属于存在于他处且缺席之物,因此被命名为“波托斯”,而这在以前,当人们所追求的东西在场时,曾被称为“希美罗斯”;但在其离去后,这同一个东西便被称为“波托斯”。
ἔρως δέ, ὅτι εἰσρεῖ ἔξωθεν καὶ οὐκ οἰκεία ἐστὶν ἡ ῥοὴ αὕτη τῷ ἔχοντι ἀλλʼ ἐπείσακτος διὰ τῶν ὀμμάτων, διὰ ταῦτα ἀπὸ τοῦ ἐσρεῖν ἔσρος τό γε παλαιὸν ἐκαλεῖτο— τῷ γὰρ οὖ ἀντὶ τοῦ ὦ ἐχρώμεθα—νῦν δʼ ἔρως κέκληται διὰ τὴν τοῦ ὦ ἀντὶ τοῦ οὖ μεταλλαγήν.
“爱(ἔρως)”则是由于它从外面流入,而这种流动并非拥有者所固有,而是通过眼睛导入的,因此由于这种“流入(ἐσρεῖν)”,在古时它被称为“埃斯罗斯(ἔσρος)”——因为我们当时用欧(ου)代替欧米伽(ω)——但现在由于改用欧米伽代替欧,它被称为“埃罗斯”。
ἀλλὰ τί ἔτι σὺ λέγεις ὅτι σκοπῶμεν;
那么,你还说我们要考察什么呢?
ΕΡΜ. δόξα καὶ τὰ τοιαῦτα πῇ σοι φαίνεται;
赫尔墨革涅斯:在你看,“意见(δόξα)”和诸如此类的东西是怎样的?
ΣΩ. δόξα δὴ ἤτοι τῇ διώξει ἐπωνόμασται, ἣν ἡ ψυχὴ διώκουσα τὸ εἰδέναι ὅπῃ ἔχει τὰ πράγματα πορεύεται, ἢ τῇ ἀπὸ τοῦ τόξου βολῇ.
苏格拉底:“意见(δόξα)”要么是因追逐而得名,即灵魂追逐知识以了解事物的状况而前行,要么是由于弓箭的发射。
ἔοικε δὲ τούτῳ μᾶλλον.
它似乎更像后者。
ἡ γοῦν οἴησις τούτῳ συμφωνεῖ.
至少 “以为(οἴησις)”与此相合。
οἶσιν γὰρ τῆς ψυχῆς ἐπὶ πᾶν πρᾶγμα, οἷόν ἐστιν ἕκαστον τῶν ὄντων, δηλούσῃ προσέοικεν, ὥσπερ γε καὶ ἡ βουλή πως τὴν βολήν, καὶ τὸ βούλεσθαι τὸ ἐφίεσθαι σημαίνει καὶ τὸ βουλεύεσθαι · πάντα ταῦτα δόξῃ ἑπόμενʼ ἄττα φαίνεται τῆς βολῆς ἀπεικάσματα, ὥσπερ αὖ καὶ τοὐναντίον ἡ ἀβουλία ἀτυχία δοκεῖ εἶναι, ὡς οὐ βαλόντος οὐδὲ τυχόντος οὗ τʼ ἔβαλλε καὶ ὃ ἐβούλετο καὶ περὶ οὗ ἐβουλεύετο καὶ οὗ ἐφίετο.
因为“以为”似乎表明灵魂朝向一切事物——即存在的各物之所是——的“输送(οἶσις)”,正像“意志(βουλή)”在某种程度上指代“发射(βολή)”,“想要(βούλεσθαι)”表示向往,“筹划(βουλεύεσθαι)”也是如此;所有这些似乎都是伴随“意见”而来的“发射”的某种摹仿,就像相反地,“无谋(ἀβουλία)”被看作是不幸,因为那人既没有发射,也没有射中他所发射的目标、所想要的、所筹划的和所向往的东西一样。
ΕΡΜ. ταῦτα ἤδη μοι δοκεῖς, ὦ Σώκρατες, πυκνότερα ἐπάγειν.
赫尔墨革涅斯:苏格拉底,现在你似乎把这些解释更急促地抛出来了。
ΣΩ. τέλος γὰρ ἤδη θέω.
苏格拉底:因为我已经跑向终点了。
ἀνάγκην δʼ οὖν ἔτι βούλομαι διαπερᾶναι, ὅτι τούτοις ἑξῆς ἐστι, καὶ τὸ ἑκούσιον.
但我还是想把接在这些后面的“必然(ἀνάγκη)”和“自愿(ἑκούσιον)”给解释清楚。
τὸ μὲν οὖν ἑκούσιον, τὸ εἶκον καὶ μὴ ἀντιτυποῦν ἀλλʼ, ὥσπερ λέγω, εἶκον τῷ ἰόντι δεδηλωμένον ἂν εἴη τούτῳ τῷ ὀνόματι, τῷ κατὰ τὴν βούλησιν γιγνομένῳ· τὸ δὲ ἀναγκαῖον καὶ ἀντίτυπον, παρὰ τὴν βούλησιν ὄν, τὸ περὶ τὴν ἁμαρτίαν ἂν εἴη καὶ ἀμαθίαν, ἀπείκασται δὲ τῇ κατὰ τὰ ἄγκη πορείᾳ, ὅτι δύσπορα καὶ τραχέα καὶ λάσια ὄντα ἴσχει τοῦ ἰέναι.
那么,“自愿的(ἑκούσιον)”,即顺从而不抵抗的,正如我所说,顺从于前行之物的,可以用这个名字来表明,即它作为按照意志而产生的东西;而“必然的(ἀναγκαῖον)”和抵抗的,也就是违反意志的,则与错误和无知相关,这被比拟为在峡谷(ἄγκη)中行走,因为峡谷难以通行、崎岖不平且草木丛生,阻碍了前行。
ἐντεῦθεν οὖν ἴσως ἐκλήθη ἀναγκαῖον, τῇ διὰ τοῦ ἄγκους ἀπεικασθὲν πορείᾳ.
所以,或许就是由于这个原因,它被拟托于通过峡谷的行走,而被称作“阿南开翁(ἀναγκαῖον)”。
ἕως δὲ πάρεστιν ἡ ῥώμη, μὴ ἀνιῶμεν αὐτήν· ἀλλὰ καὶ σὺ μὴ ἀνίει, ἀλλὰ ἐρώτα.
但只要力量还在,我们就不要让它松懈;你也不要松懈,继续提问吧。

词汇与语法注释

  1. 419aὁμολογήσει — 三人称单数动词 ὁμολογήσει 在文脉中的主语是前一条件句中以与格表示的“古老名字”(τὸ ἀρχαῖον ὄνομα),具体指恢复了伊奥塔的 δέον 的古老形式 διϊόν。这表示它与前述关于善的其他肯定性名词“相一致”。
  2. 419bσημαῖνον — 中性单数分词 σημαῖνον 与作主语补足语的 τὸ αὐτό(同一事物)相一致,对应于先前列出的一系列关于善的形容词被统一作为一个中性单数代词接收的句法结构。这表示“以不同的名称表明……”的修饰关系。
  3. 420aἕσιν — 名词 ἕσιν 源自动词 ἵημι(发送、释放、使冲前),在此处指“流动的发送或前行”。这契合了苏格拉底试图将 ἵμερος 的语源解释为 ἱέμενος(被发送)与 ῥεῖ(流淌)相结合的语境。

引用这一段

柏拉图, 克拉底鲁篇 §419-420. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg005.humanitext-grc2:419-420

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。