§70ΦΑΙΔ. εἰπόντος δὴ τοῦ Σωκράτους ταῦτα, ὑπολαβὼν ὁ Κέβης ἔφη·
パイドン:ソクラテスがこのように語ると、ケベスが引き取って言った。
ὦ Σώκρατες, τὰ μὲν ἄλλα ἔμοιγε δοκεῖ καλῶς λέγεσθαι, τὰ δὲ περὶ τῆς ψυχῆς πολλὴν ἀπιστίαν παρέχει τοῖς ἀνθρώποις μή, ἐπειδὰν ἀπαλλαγῇ τοῦ σώματος, οὐδαμοῦ ἔτι ᾖ, ἀλλ’ ἐκείνῃ τῇ ἡμέρᾳ διαφθείρηταί τε καὶ ἀπολλύηται ᾗ ἂν ὁ ἄνθρωπος ἀποθνῄσκῃ, εὐθὺς ἀπαλλαττομένη τοῦ σώματος, καὶ ἐκβαίνουσα ὥσπερ πνεῦμα ἢ καπνὸς διασκεδασθεῖσα οἴχηται διαπτομένη καὶ οὐδὲν ἔτι οὐδαμοῦ ᾖ.
「ソクラテスよ、他の点については、私には見事に語られているように思われますが、魂に関する点については、人々に強い不信を抱かせます。 すなわち、魂が肉体から解放されたとき、もはやどこにも存在せず、人間が死ぬまさにその日に、肉体から解放されるやいなや霧散し、息や煙のように抜け出して、散り散りに飛び去って消え失せてしまい、もはやどこにも何一つ存在しなくなるのではないかという不信です。
ἐπεί, εἴπερ εἴη που αὐτὴ καθ’ αὑτὴν συνηθροισμένη καὶ ἀπηλλαγμένη τούτων τῶν κακῶν ὧν σὺ νυνδὴ διῆλθες, πολλὴ ἂν εἴη ἐλπὶς καὶ καλή, ὦ Σώκρατες, ὡς ἀληθῆ ἐστιν ἃ σὺ λέγεις·
なぜなら、もし魂がそれ自体で一箇所に集まり、あなたが先ほど列挙したそれらの災いから解放されてどこかに存在しているのだとすれば、ソクラテスよ、あなたの言うことが真実であるという、大きく素晴らしい希望が持てるからです。
ἀλλὰ τοῦτο δὴ ἴσως οὐκ ὀλίγης παραμυθίας δεῖται καὶ πίστεως, ὡς ἔστι τε ψυχὴ ἀποθανόντος τοῦ ἀνθρώπου καί τινα δύναμιν ἔχει καὶ φρόνησιν.
しかし、これこそは、人間が死んだ後にも魂が存在し、何らかの力と知恵を持っているということを信じさせるために、少なからぬ説得と言明を必要とするでしょう。
ἀληθῆ, ἔφη, λέγεις, ὁ Σωκράτης, ὦ Κέβης·
」ソクラテスは言った。 「ケベスよ、君の言う通りだ。
ἀλλὰ τί δὴ ποιῶμεν;
では、私たちはどうしようか。
ἢ περὶ αὐτῶν τούτων βούλει διαμυθολογῶμεν, εἴτε εἰκὸς οὕτως ἔχειν εἴτε μή;
これらについて、そのようになるのがもっともらしいか否か、議論を交わしたいかね。
ἐγὼ γοῦν, ἔφη ὁ Κέβης, ἡδέως ἂν ἀκούσαιμι ἥντινα δόξαν ἔχεις περὶ αὐτῶν.
」ケベスは言った。 「私としては、それらについてあなたがどのような意見をお持ちなのか、ぜひお聞きしたいものです。
οὔκουν γ’ ἂν οἶμαι, ἦ δ’ ὃς ὁ Σωκράτης, εἰπεῖν τινα νῦν ἀκούσαντα, οὐδ’ εἰ κωμῳδοποιὸς εἴη, ὡς ἀδολεσχῶ καὶ οὐ περὶ προσηκόντων τοὺς λόγους ποιοῦμαι.
」「少なくとも、今これを聞いている人は」とソクラテスは言った。 「たとえ喜劇作家であっても、私が無駄口を叩いており、自分にふさわしくない事柄について議論しているとは言わないだろう。
εἰ οὖν δοκεῖ, χρὴ διασκοπεῖσθαι.
それなら、もしそう思うなら、徹底的に考察せねばなるまい。
σκεψώμεθα δὲ αὐτὸ τῇδέ πῃ, εἴτ’ ἄρα ἐν Ἅιδου εἰσὶν αἱ ψυχαὶ τελευτησάντων τῶν ἀνθρώπων εἴτε καὶ οὔ.
では、次のように考えてみよう。 すなわち、亡くなった人々の魂はあの世に存在するのか、それとも存在しないのか。
παλαιὸς μὲν οὖν ἔστι τις λόγος οὗ μεμνήμεθα, ὡς εἰσὶν ἐνθένδε ἀφικόμεναι ἐκεῖ, καὶ πάλιν γε δεῦρο ἀφικνοῦνται καὶ γίγνονται ἐκ τῶν τεθνεώτων·
昔から伝わる古い説があり、私たちはそれを覚えている。 それは、魂がここからあちらへ行き、再びこちらへ戻ってきて、死者から生まれるというものだ。
καὶ εἰ τοῦθ’ οὕτως ἔχει, πάλιν γίγνεσθαι ἐκ τῶν ἀποθανόντων τοὺς ζῶντας, ἄλλο τι ἢ εἶεν ἂν αἱ ψυχαὶ ἡμῶν ἐκεῖ;
そして、もしこれがその通りであって、死者から再び生者が生まれるのだとすれば、私たちの魂はあちらに存在しているということ以外の何ものであろうか。
οὐ γὰρ ἄν που πάλιν ἐγίγνοντο μὴ οὖσαι, καὶ τοῦτο ἱκανὸν τεκμήριον τοῦ ταῦτ’ εἶναι, εἰ τῷ ὄντι φανερὸν γίγνοιτο ὅτι οὐδαμόθεν ἄλλοθεν γίγνονται οἱ ζῶντες ἢ ἐκ τῶν τεθνεώτων·
なぜなら、もし存在しなかったならば、再び生まれることは決してないはずだからだ。 そして、もし生者が死者以外のどこからも生まれないということが本当に明らかになるならば、これが十分な証拠になります。
εἰ δὲ μὴ ἔστι τοῦτο, ἄλλου ἄν του δέοι λόγου.
しかし、もしこれが事実でないなら、別の議論が必要になるでしょう。
πάνυ μὲν οὖν, ἔφη ὁ Κέβης.
」ケベスは言った。 「全くその通りです。
μὴ τοίνυν κατ᾽ ἀνθρώπων, ἦ δ’ ὅς, σκόπει μόνον τοῦτο, εἰ βούλει ῥᾷον μαθεῖν, ἀλλὰ καὶ κατὰ ζῴων πάντων καὶ φυτῶν, καὶ συλλήβδην ὅσαπερ ἔχει γένεσιν περὶ πάντων ἴδωμεν ἆρ’ οὑτωσὶ γίγνεται πάντα, οὐκ ἄλλοθεν ἢ ἐκ τῶν ἐναντίων τὰ ἐναντία, ὅσοις τυγχάνει ὂν τοιοῦτόν τι, οἷον τὸ καλὸν τῷ αἰσχρῷ ἐναντίον που καὶ δίκαιον ἀδίκῳ, καὶ ἄλλα δὴ μυρία οὕτως ἔχει.
」「それならば、」と彼は言った。 「もし君がより容易に理解したいと思うなら、人間についてだけこれを見るのではなく、すべての動物や植物についても、要するに生成を持つすべてのものについて見てみよう。 はたして、すべてのものはこのようにして、すなわち反対のものからその反対のものが生まれるのではないか。 何かそのような関係を持つものすべてにおいて。 例えば、美は醜の反対であり、正義は不正の反対であり、その他にも無数のそのようなものがある。
τοῦτο οὖν σκεψώμεθα, ἆρα ἀναγκαῖον ὅσοις ἔστι τι ἐναντίον, μηδαμόθεν ἄλλοθεν αὐτὸ γίγνεσθαι ἢ ἐκ τοῦ αὐτῷ ἐναντίου.
そこで、対立するものを持つすべてにおいて、それが自身の対立するもの以外のどこからも生まれないということは必然であるのかどうか、この点を考えてみよう。
οἷον ὅταν μεῖζόν τι γίγνηται, ἀνάγκη που ἐξ ἐλάττονος ὄντος πρότερον ἔπειτα μεῖζον γίγνεσθαι;
例えば、何かより大きいものが生まれるとき、以前はより小さかったものから、その後に、より大きくなるのが必然ではないだろうか。
ναί.
」「はい。 」