§115ΦΑΙΔ. ὑμεῖς μὲν οὖν, ἔφη, ὦ Σιμμία τε καὶ Κέβης καὶ οἱ ἄλλοι, εἰς αὖθις ἔν τινι χρόνῳ ἕκαστοι πορεύσεσθε·
ΦΑΙΔ. 「さて、シミアスよ、ケベスよ、そして他のみなさんよ、」と彼は言った。 「あなた方はそれぞれ、いつか別の機会に旅立つことになる。
ἐμὲ δὲ νῦν ἤδη καλεῖ, φαίη ἂν ἀνὴρ τραγικός, ἡ εἱμαρμένη, καὶ σχεδόν τί μοι ὥρα τραπέσθαι πρὸς τὸ λουτρόν·
しかし私には、悲劇の詩人なら言うであろうが、今まさに運命が呼びかけており、ほぼ入浴に向かう時間だ。
δοκεῖ γὰρ δὴ βέλτιον εἶναι λουσάμενον πιεῖν τὸ φάρμακον καὶ μὴ πράγματα ταῖς γυναιξὶ παρέχειν νεκρὸν λούειν.
体を洗ってから毒薬を飲み、死体を洗うことで女性たちに手間をかけさせない方が、やはり良いと思われるからだ。
ταῦτα δὴ εἰπόντος αὐτοῦ ὁ Κρίτων, εἶεν, ἔφη, ὦ Σώκρατες·
」彼がこう言うと、クリトンが言った。 「わかりました、ソクラテス。
τί δὲ τούτοις ἢ ἐμοὶ ἐπιστέλλεις ἢ περὶ τῶν παίδων ἢ περὶ ἄλλου του, ὅτι ἄν σοι ποιοῦντες ἡμεῖς ἐν χάριτι μάλιστα ποιοῖμεν;
では、子どもたちのことや、何か他のことについて、彼らや私に何か言い残す(指示する)ことはありますか。 私たちが何をすれば、あなたに最も喜んでもらえるでしょうか。
ἅπερ ἀεὶ λέγω, ἔφη, ὦ Κρίτων, οὐδὲν καινότερον·
」「私がいつも言っていることだよ、クリトン。 」と彼は言った。 「何も新しいことではない。
ὅτι ὑμῶν αὐτῶν ἐπιμελούμενοι ὑμεῖς καὶ ἐμοὶ καὶ τοῖς ἐμοῖς καὶ ὑμῖν αὐτοῖς ἐν χάριτι ποιήσετε ἅττ’ ἂν ποιῆτε, κἂν μὴ νῦν ὁμολογήσητε·
君たち自身に気をつけていれば(配慮していれば)、君たちが何をするにしても、私に対しても私のものに対しても、指示に従うことになり、喜ばれることになるだろう。 たとえ今それを約束しなくてもだ。
ἐὰν δὲ ὑμῶν αὐτῶν ἀμελῆτε καὶ μὴ ᾽θέλητε ὥσπερ κατ’ ἴχνη κατὰ τὰ νῦν τε εἰρημένα καὶ τὰ ἐν τῷ ἔμπροσθεν χρόνῳ ζῆν, οὐδὲ ἐὰν πολλὰ ὁμολογήσητε ἐν τῷ παρόντι καὶ σφόδρα, οὐδὲν πλέον ποιήσετε.
しかし、もし君たちが自分自身をないがしろにし、今言われたことや、これまでに言われたことに足跡を追うようにして生きようとしないなら、たとえ今強く熱心に多くの約束をしたとしても、何の役にも立たない(得るところはない)だろう。
ταῦτα μὲν τοίνυν προθυμησόμεθα, ἔφη, οὕτω ποιεῖν·
」「では、そのように努めましょう。 」と彼は言った。
θάπτωμεν δέ σε τίνα τρόπον;
「しかし、私たちはあなたをどのように葬ったらよいでしょうか。
ὅπως ἄν, ἔφη, βούλησθε, ἐάνπερ γε λάβητέ με καὶ μὴ ἐκφύγω ὑμᾶς.
」「君たちが望むように葬るがよい。 」と彼は言った。 「私を捕まえることができ、君たちから逃げ出さなければの話だがね。
γελάσας δὲ ἅμα ἡσυχῇ καὶ πρὸς ἡμᾶς ἀποβλέψας εἶπεν·
」そして静かに笑い、私たちの方を振り返って言った。
οὐ πείθω, ὦ ἄνδρες, Κρίτωνα, ὡς ἐγώ εἰμι οὗτος Σωκράτης, ὁ νυνὶ διαλεγόμενος καὶ διατάττων ἕκαστον τῶν λεγομένων, ἀλλ’ οἴεταί με ἐκεῖνον εἶναι ὃν ὄψεται ὀλίγον ὕστερον νεκρόν, καὶ ἐρωτᾷ δὴ πῶς με θάπτῃ.
「みなさん、私はクリトンに、今対話をして語られていることの一つ一つを整理しているこのソクラテスが私自身であることを納得させることができない。 彼は、少し後に見るであろうあの死体が私だと思っており、どう葬るべきかと尋ねているのだ。
ὅτι δὲ ἐγὼ πάλαι πολὺν λόγον πεποίημαι, ὡς, ἐπειδὰν πίω τὸ φάρμακον, οὐκέτι ὑμῖν παραμενῶ, ἀλλ’ οἰχήσομαι ἀπιὼν εἰς μακάρων δή τινας εὐδαιμονίας, ταῦτά μοι δοκῶ αὐτῷ ἄλλως λέγειν, παραμυθούμενος ἅμα μὲν ὑμᾶς, ἅμα δ’ ἐμαυτόν.
私が毒薬を飲んだ後は、もはや君たちのところにはとどまらず、祝福された者たちのいくつかの幸福へと去っていくと、先ほどから長く論じてきたが、それは君たちを慰めると同時に自分をも慰めるための、気休めの言葉にすぎないと思われているようだ。
ἐγγυήσασθε οὖν με πρὸς Κρίτωνα, ἔφη, τὴν ἐναντίαν ἐγγύην ἢ ἣν οὗτος πρὸς τοὺς δικαστὰς ἠγγυᾶτο.
だから、クリトンに対して、彼が裁判官たちに対して立てた保証とは反対の保証を立ててほしい。
οὗτος μὲν γὰρ ἦ μὴν παραμενεῖν·
彼は私がとどまることを保証したが、君たちは私が死んだらここにとどまらずに去っていくことを保証してほしいのだ。
ὑμεῖς δὲ ἦ μὴν μὴ παραμενεῖν ἐγγυήσασθε ἐπειδὰν ἀποθάνω, ἀλλὰ οἰχήσεσθαι ἀπιόντα, ἵνα Κρίτων ῥᾷον φέρῃ, καὶ μὴ ὁρῶν μου τὸ σῶμα ἢ καόμενον ἢ κατορυττόμενον ἀγανακτῇ ὑπὲρ ἐμοῦ ὡς δεινὰ πάσχοντος, μηδὲ λέγῃ ἐν τῇ ταφῇ ὡς ἢ προτίθεται Σωκράτη ἢ ἐκφέρει ἢ κατορύττει.
そうすればクリトンも(私の死を)より容易に耐えることができ、私の体が焼かれたり埋められたりするのを見て、私がひどい目に遭っていると言って私のために憤ったり、葬儀の席で、ソクラテスを安置するとか、運び出すとか、埋めるとか言わずに済むだろう。
εὖ γὰρ ἴσθι, ἦ δ’ ὅς, ὦ ἄριστε Κρίτων, τὸ μὴ καλῶς λέγειν οὐ μόνον εἰς αὐτὸ τοῦτο πλημμελές, ἀλλὰ καὶ κακόν τι ἐμποιεῖ ταῖς ψυχαῖς.
よく知っておくがよい、親愛なるクリトン、正しくない言葉を使うことは、それ自体が過ちであるだけでなく、魂に悪をもたらすのだから。
§116ΦΑΙΔ. ἀλλὰ θαρρεῖν τε χρὴ καὶ φάναι τοὐμὸν σῶμα θάπτειν, καὶ θάπτειν οὕτως ὅπως ἄν σοι φίλον ᾖ καὶ μάλιστα ἡγῇ νόμιμον εἶναι.
」「だから、心を強く持って、私の体を葬るのだと言わなければならない。 そして、君が望むように、また最も合法である(国法にかなう)と思うように葬るがよい。
ταῦτ’ εἰπὼν ἐκεῖνος μὲν ἀνίστατο εἰς οἴκημά τι ὡς λουσόμενος, καὶ ὁ Κρίτων εἵπετο αὐτῷ, ἡμᾶς δ’ ἐκέλευε περιμένειν.
」そう言って、彼は入浴のために別室へと立ち上がった。 クリトンは彼に付き従い、私たちには待つように命じた。
περιεμένομεν οὖν πρὸς ἡμᾶς αὐτοὺς διαλεγόμενοι περὶ τῶν εἰρημένων καὶ ἀνασκοποῦντες, τοτὲ δ’ αὖ περὶ τῆς συμφορᾶς διεξιόντες ὅση ἡμῖν γεγονυῖα εἴη, ἀτεχνῶς ἡγούμενοι ὥσπερ πατρὸς στερηθέντες διάξειν ὀρφανοὶ τὸν ἔπειτα βίον.
そこで私たちは、語られたことについて話し合い、また考察しながら、あるいは自分たちにどれほど大きな不幸が訪れたかを語り合いながら待っていた。 それはまったく、父親を奪われて、残りの生涯を孤児として過ごすかのように思われた。
ἐπειδὴ δὲ ἐλούσατο καὶ ἠνέχθη παρ’ αὐτὸν τὰ παιδία — δύο γὰρ αὐτῷ ὑεῖς σμικροὶ ἦσαν, εἷς δὲ μέγας — καὶ αἱ οἰκεῖαι γυναῖκες ἀφίκοντο ἐκεῖναι, ἐναντίον τοῦ Κρίτωνος διαλεχθείς τε καὶ ἐπιστείλας ἅττα ἐβούλετο, τὰς μὲν γυναῖκας καὶ τὰ παιδία ἀπιέναι ἐκέλευσεν, αὐτὸς δὲ ἧκε παρ’ ἡμᾶς.
彼が入浴を終えると、子どもたちが連れてこられた。 彼には二人の幼い息子と一人の大きな息子がいた。 そして親族の女性たちもやってきた。 クリトンの前で彼女たちと話し、望む指示を与えた後、彼は女性たちと子どもたちに帰るように命じ、自身は私たちのところに戻ってきた。
καὶ ἦν ἤδη ἐγγὺς ἡλίου δυσμῶν·
すでに日没に近かった。
χρόνον γὰρ πολὺν διέτριψεν ἔνδον.
中で長い時間を過ごしたからである。
ἐλθὼν δ’ ἐκαθέζετο λελουμένος καὶ οὐ πολλὰ ἄττα μετὰ ταῦτα διελέχθη, καὶ ἧκεν ὁ τῶν ἕνδεκα ὑπηρέτης καὶ στὰς παρ’ αὐτόν, ὦ Σώκρατες, ἔφη, οὐ καταγνώσομαί γε σοῦ ὅπερ ἄλλων καταγιγνώσκω, ὅτι μοι χαλεπαίνουσι καὶ καταρῶνται ἐπειδὰν αὐτοῖς παραγγείλω πίνειν τὸ φάρμακον ἀναγκαζόντων τῶν ἀρχόντων.
彼は入浴を終えて座ったが、その後は多くを語らなかった。 そこへ十一首領の部下がやってきて、彼の傍らに立ち、言った。 「ソクラテスよ、私はあなたに、他の人々に対して抱くような不満を抱くことはありません。 他の人々は、役人たちの命令によって私が毒を飲むように告げると、私に対して腹を立て、呪いの言葉を吐きます。
σὲ δὲ ἐγὼ καὶ ἄλλως ἔγνωκα ἐν τούτῳ τῷ χρόνῳ γενναιότατον καὶ πρᾳότατον καὶ ἄριστον ἄνδρα ὄντα τῶν πώποτε δεῦρο ἀφικομένων, καὶ δὴ καὶ νῦν εὖ οἶδ’ ὅτι οὐκ ἐμοὶ χαλεπαίνεις, γιγνώσκεις γὰρ τοὺς αἰτίους, ἀλλὰ ἐκείνοις.
しかし、この間に、あなたがここに来た誰よりも最も高潔で、最も優しく、最善の人であることを知りました。 引いては、今もあなたが腹を立てている相手が私ではなく、原因となった人々であることをよく知っています。
νῦν οὖν, οἶσθα γὰρ ἃ ἦλθον ἀγγέλλων, χαῖρέ τε καὶ πειρῶ ὡς ῥᾷστα φέρειν τὰ ἀναγκαῖα.
ですから今、私が何を告げに来たかをご存じでしょう。 お元気で。 そして、避けられない運命をできるだけ安らかに耐えるよう努めてください。
καὶ ἅμα δακρύσας μεταστρεφόμενος ἀπῄει.
」そして同時に涙を流し、後ろを向いて去っていった。
καὶ ὁ Σωκράτης ἀναβλέψας πρὸς αὐτόν, καὶ σύ, ἔφη, χαῖρε, καὶ ἡμεῖς ταῦτα ποιήσομεν.
ソクラテスは彼を見上げて言った。 「あなたも元気で。 その通りにしよう。
καὶ ἅμα πρὸς ἡμᾶς, ὡς ἀστεῖος, ἔφη, ὁ ἄνθρωπος·
」そして同時に私たちの方を向いて言った。 「なんと親切な人だろう。
καὶ παρὰ πάντα μοι τὸν χρόνον προσῄει καὶ διελέγετο ἐνίοτε καὶ ἦν ἀνδρῶν λῷστος, καὶ νῦν ὡς γενναίως με ἀποδακρύει.
ここにいる間中、ずっと私のところにやってきて、時には対話し、最も優れた人だった。 そして今も、なんと高潔に私のために涙を流してくれていることか。
ἀλλ’ ἄγε δή, ὦ Κρίτων, πειθώμεθα αὐτῷ, καὶ ἐνεγκάτω τις τὸ φάρμακον, εἰ τέτριπται·
さあ、クリトン、彼の言う通りにしよう。 もし毒がすでにすり潰されているなら、誰かに持ってこさせてくれ。
εἰ δὲ μή, τριψάτω ὁ ἄνθρωπος.
そうでなければ、あの男にすり潰させてくれ。
καὶ ὁ Κρίτων, ἀλλ᾽ οἶμαι, ἔφη, ἔγωγε, ὦ Σώκρατες, ἔτι ἥλιον εἶναι ἐπὶ τοῖς ὄρεσιν καὶ οὔπω δεδυκέναι.
」クリトンが言った。 「しかしソクラテス、太陽はまだ山の上にあり、まだ沈んではいないと思います。
καὶ ἅμα ἐγὼ οἶδα καὶ ἄλλους πάνυ ὀψὲ πίνοντας, ἐπειδὰν παραγγελθῇ αὐτοῖς, δειπνήσαντάς τε καὶ πιόντας εὖ μάλα, καὶ συγγενομένους γ’ ἐνίους ὧν ἂν τύχωσιν ἐπιθυμοῦντες.
他の人々も、告げられてから非常に遅くなってから、十分に食事をし、酒を飲み、望む相手と交わってから飲むのを知っています。
ἀλλὰ μηδὲν ἐπείγου·
急ぐことはありません。
ἔτι γὰρ ἐγχωρεῖ.
まだ時間はあるのですから。 」