Humanitext Reader

プラトン · パイドン §114

魂の救済と哲学者の至福および魂への配慮

53 / 55 箇所 · ギリシア語

要旨

ソクラテスは、治癒可能だが重罪を犯した者の死後の処罰と救済、および徳高く生きた者や哲学者の魂の至福の境地について語り、魂の不滅を信じて魂を徳で整えることの重要性を説いて神話を締めくくる。

§114ΦΑΙΔ. οἳ δ’ ἂν ἰάσιμα μὲν μεγάλα δὲ δόξωσιν ἡμαρτηκέναι ἁμαρτήματα, οἷον πρὸς πατέρα ἢ μητέρα ὑπ’ ὀργῆς βίαιόν τι πράξαντες, καὶ μεταμέλον αὐτοῖς τὸν ἄλλον βίον βιῶσιν, ἢ ἀνδροφόνοι τοιούτῳ τινὶ ἄλλῳ τρόπῳ γένωνται, τούτους δὲ ἐμπεσεῖν μὲν εἰς τὸν Τάρταρον ἀνάγκη, ἐμπεσόντας δὲ αὐτοὺς καὶ ἐνιαυτὸν ἐκεῖ γενομένους ἐκβάλλει τὸ κῦμα, τοὺς μὲν ἀνδροφόνους κατὰ τὸν Κωκυτόν, τοὺς δὲ πατραλοίας καὶ μητραλοίας κατὰ τὸν Πυριφλεγέθοντα·
ΦΑΙΔ. 「他方で、治癒可能ではあるが重大な過ちを犯した、例えば怒りに任せて父親や母親に暴力的な行為を働き、残りの生涯を後悔のうちに過ごした者、あるいはこれに類する他の方法で人殺しになった者、彼らはタルタロスに投げ込まれることが不可避であるが、投げ込まれてそこで一年を過ごした後に、波が彼らを外へと吐き出す。 人殺したちはコキュトスに沿って、父親殺しや母親殺したちはピュリプレゲトンに沿ってである。
ἐπειδὰν δὲ φερόμενοι γένωνται κατὰ τὴν λίμνην τὴν Ἀχερουσιάδα, ἐνταῦθα βοῶσί τε καὶ καλοῦσιν, οἱ μὲν οὓς ἀπέκτειναν, οἱ δὲ οὓς ὕβρισαν, καλέσαντες δ’ ἱκετεύουσι καὶ δέονται ἐᾶσαι σφᾶς ἐκβῆναι εἰς τὴν λίμνην καὶ δέξασθαι, καὶ ἐὰν μὲν πείσωσιν, ἐκβαίνουσί τε καὶ λήγουσι τῶν κακῶν, εἰ δὲ μή, φέρονται αὖθις εἰς τὸν Τάρταρον καὶ ἐκεῖθεν πάλιν εἰς τοὺς ποταμούς, καὶ ταῦτα πάσχοντες οὐ πρότερον παύονται πρὶν ἂν πείσωσιν οὓς ἠδίκησαν·
そして、彼らが流されてアケロウシアス湖のあたりに至ると、そこで大声を上げて叫び、ある者は自分が殺した人々を、ある者は自分が虐げた人々を呼び求める。 そして彼らを呼び求めて、湖に上がること、そして自分たちを受け入れてくれることを懇願し、請い求める。 もし彼らを説得できれば、湖に上がって苦しみから解放されるが、説得できなければ、再びタルタロスへと、そこからまた川へと流され、彼らを不当に扱った人々を説得するまで、この苦しみを受けることを止めない。
αὕτη γὰρ ἡ δίκη ὑπὸ τῶν δικαστῶν αὐτοῖς ἐτάχθη.
なぜなら、これが裁判官たちによって彼らに定められた罰だからである。
οἳ δὲ δὴ ἂν δόξωσι διαφερόντως πρὸς τὸ ὁσίως βιῶναι, οὗτοί εἰσιν οἱ τῶνδε μὲν τῶν τόπων τῶν ἐν τῇ γῇ ἐλευθερούμενοί τε καὶ ἀπαλλαττόμενοι ὥσπερ δεσμωτηρίων, ἄνω δὲ εἰς τὴν καθαρὰν οἴκησιν ἀφικνούμενοι καὶ ἐπὶ γῆς οἰκιζόμενοι.
他方で、際立って敬虔に生きたと判定された者たちは、これら大地の内にある場所から、あたかも牢獄から解き放たれ、免れるようにして、上方にある清らかな住処へと至り、大地の上に住み着く人々である。
τούτων δὲ αὐτῶν οἱ φιλοσοφίᾳ ἱκανῶς καθηράμενοι ἄνευ τε σωμάτων ζῶσι τὸ παράπαν εἰς τὸν ἔπειτα χρόνον, καὶ εἰς οἰκήσεις ἔτι τούτων καλλίους ἀφικνοῦνται, ἃς οὔτε ῥᾴδιον δηλῶσαι οὔτε ὁ χρόνος ἱκανὸς ἐν τῷ παρόντι.
これらの人々のうち、哲学によって十分に身を清めた人々は、その後の時間を、身体を全く伴わずに生き、これらよりもさらに美しい住処へと至るが、それらを説明することは容易ではなく、また現在の状況では時間も十分ではない。
ἀλλὰ τούτων δὴ ἕνεκα χρὴ ὧν διεληλύθαμεν, ὦ Σιμμία, πᾶν ποιεῖν ὥστε ἀρετῆς καὶ φρονήσεως ἐν τῷ βίῳ μετασχεῖν·
しかし、シミアスよ、私たちが論じてきたこれらすべてのことのために、生涯において徳と知恵にあずかるよう、あらゆる努力を払わなければならない。
καλὸν γὰρ τὸ ἆθλον καὶ ἡ ἐλπὶς μεγάλη.
その賞品は美しく、希望は大きいからだ。
τὸ μὲν οὖν ταῦτα διισχυρίσασθαι οὕτως ἔχειν ὡς ἐγὼ διελήλυθα, οὐ πρέπει νοῦν ἔχοντι ἀνδρί·
理知ある男にとって、私が論じてきたこれらのことがまさにこの通りであると強く主張することは、ふさわしいことではない。
ὅτι μέντοι ἢ ταῦτ᾽ ἐστὶν ἢ τοιαῦτ’ ἄττα περὶ τὰς ψυχὰς ἡμῶν καὶ τὰς οἰκήσεις, ἐπείπερ ἀθάνατόν γε ἡ ψυχὴ φαίνεται οὖσα, τοῦτο καὶ πρέπειν μοι δοκεῖ καὶ ἄξιον κινδυνεῦσαι οἰομένῳ οὕτως ἔχειν — καλὸς γὰρ ὁ κίνδυνος — καὶ χρὴ τὰ τοιαῦτα ὥσπερ ἐπᾴδειν ἑαυτῷ, διὸ δὴ ἔγωγε καὶ πάλαι μηκύνω τὸν μῦθον.
しかし、魂が不滅であると明らかになっている以上、私たちの魂とその住処について、これらであるか、あるいはこれらに類することであると信じることは、ふさわしいことであり、またそうであると信じて危険を冒す価値があると私には思われる。 その危険は美しいものだからである。 そして、このようなことを自分自身に呪文のように唱えかけるべきであり、それゆえにこそ、私もこのように長く神話を語り続けてきたのである。
ἀλλὰ τούτων δὴ ἕνεκα θαρρεῖν χρὴ περὶ τῇ ἑαυτοῦ ψυχῇ ἄνδρα ὅστις ἐν τῷ βίῳ τὰς μὲν ἄλλας ἡδονὰς τὰς περὶ τὸ σῶμα καὶ τοὺς κόσμους εἴασε χαίρειν, ὡς ἀλλοτρίους τε ὄντας, καὶ πλέον θάτερον ἡγησάμενος ἀπεργάζεσθαι, τὰς δὲ περὶ τὸ μανθάνειν ἐσπούδασέ τε καὶ κοσμήσας τὴν ψυχὴν οὐκ ἀλλοτρίῳ ἀλλὰ τῷ αὐτῆς κόσμῳ, σωφροσύνῃ τε καὶ δικαιοσύνῃ καὶ ἀνδρείᾳ καὶ ἐλευθερίᾳ καὶ ἀληθείᾳ, οὕτω περιμένει τὴν εἰς Ἅιδου πορείαν.
だからこそ、生涯において、身体に関わる他の快楽や装飾を、それらは自分とは無関係なものであり、むしろ益になるよりも害をもたらすものと考えて退け、学ぶことに関する快楽に熱中し、他人のものではなく魂自身の装飾、すなわち、節制、正義、勇気、自由、そして真理によって魂を整えた男は、自分の魂について確信を持ち、このようにしてハデスへの旅路を待ち受けるべきなのである。 」

語釈・文法注

  1. 114aοἳ δ’ ἂν ... ἡμαρτηκέναι ἁμαρτήματα — 文頭の οἳ δ’ ἂν(〜する人々は)は主格であるが、後続の主節で対格不定詞の主語を示す τούτους ... ἐμπεσεῖν(彼らが投げ込まれること)へと文構造が変化しており、文法的な主格の受け皿を持たない懸垂文(アナコルトン)になっている。
  2. 114dἄξιον κινδυνεῦσαι οἰομένῳ οὕτως ἔχειν — ἄξιον [ἐστί](価値がある)の主語は不定詞 κινδυνεῦσαι(危険を冒すこと)。与格分詞 οἰομένῳ は、前文の μοι δοκεῖ(私には思われる)の与格代名詞 μοι に一致しており、「そうであると信じながら危険を冒すことは、価値があることだと私には思われる」という構造になる。
  3. 114eπλέον θάτερον ἡγησάμενος ἀπεργάζεσθαι — θάτερον(tò héteron、「もう一方」)は、暗黙のうちに想定されている「(魂への)益、進歩」の反対としての「害、退歩」を指している。全体として、身体的な快楽や装飾が魂を豊かにするどころか「むしろ害をもたらすとみなして」という意味。

この箇所を引用する

プラトン, パイドン §114. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0059.tlg004.humanitext-grc2:114

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。