Humanitext Reader

柏拉图 · 斐多篇 §115-116

苏格拉底的沐浴与关于葬礼的讨论

第 54 段,共 55 段 · 希腊语

内容简介

苏格拉底在准备沐浴时与克力同讨论葬礼,强调真正的自我是灵魂而非肉体。沐浴并与家人告别后,十一委员的助手前来,流泪赞扬苏格拉底的高尚。

§115ΦΑΙΔ. ὑμεῖς μὲν οὖν, ἔφη, ὦ Σιμμία τε καὶ Κέβης καὶ οἱ ἄλλοι, εἰς αὖθις ἔν τινι χρόνῳ ἕκαστοι πορεύσεσθε· ἐμὲ δὲ νῦν ἤδη καλεῖ, φαίη ἂν ἀνὴρ τραγικός, ἡ εἱμαρμένη, καὶ σχεδόν τί μοι ὥρα τραπέσθαι πρὸς τὸ λουτρόν·
斐多:“那么,西米亚斯、克力同、还有其他各位,”他说,“你们每个人在未来的某个时候都会踏上这段旅程;但至于我,现在正如一位悲剧作家所说,命运已经在召唤我了,我差不多是时候去沐浴了。
δοκεῖ γὰρ δὴ βέλτιον εἶναι λουσάμενον πιεῖν τὸ φάρμακον καὶ μὴ πράγματα ταῖς γυναιξὶ παρέχειν νεκρὸν λούειν.
因为,在洗过澡之后再喝药,免得给妇女们增添清洗尸体的麻烦,似乎确实更好一些。
ταῦτα δὴ εἰπόντος αὐτοῦ ὁ Κρίτων, εἶεν, ἔφη, ὦ Σώκρατες·
” 他说完这些,克力同说:“好吧,苏格拉底。
τί δὲ τούτοις ἢ ἐμοὶ ἐπιστέλλεις ἢ περὶ τῶν παίδων ἢ περὶ ἄλλου του, ὅτι ἄν σοι ποιοῦντες ἡμεῖς ἐν χάριτι μάλιστα ποιοῖμεν;
关于你的孩子们或其他事情,你对这些人或我有什么嘱托? 我们怎么做才能最让你满意?
ἅπερ ἀεὶ λέγω, ἔφη, ὦ Κρίτων, οὐδὲν καινότερον· ὅτι ὑμῶν αὐτῶν ἐπιμελούμενοι ὑμεῖς καὶ ἐμοὶ καὶ τοῖς ἐμοῖς καὶ ὑμῖν αὐτοῖς ἐν χάριτι ποιήσετε ἅττ’ ἂν ποιῆτε, κἂν μὴ νῦν ὁμολογήσητε·
”“我一直在说的那句话,克力同,”他说,“没有什么新鲜的:只要你们照顾好自己,无论你们做什么,都将是对我、对我的家人以及对你们自己的最大恩惠,即使你们现在没有答应这一点。
ἐὰν δὲ ὑμῶν αὐτῶν ἀμελῆτε καὶ μὴ ᾽θέλητε ὥσπερ κατ’ ἴχνη κατὰ τὰ νῦν τε εἰρημένα καὶ τὰ ἐν τῷ ἔμπροσθεν χρόνῳ ζῆν, οὐδὲ ἐὰν πολλὰ ὁμολογήσητε ἐν τῷ παρόντι καὶ σφόδρα, οὐδὲν πλέον ποιήσετε.
但如果你们忽视自己,不愿像追随足迹那样,按照现在和过去所说的话去生活,即使你们现在极力做出许多承诺,也不会有什么用处。
ταῦτα μὲν τοίνυν προθυμησόμεθα, ἔφη, οὕτω ποιεῖν· θάπτωμεν δέ σε τίνα τρόπον;
”“那么,我们会尽力这样做的,”他说,“但是我们该如何埋葬你呢?
ὅπως ἄν, ἔφη, βούλησθε, ἐάνπερ γε λάβητέ με καὶ μὴ ἐκφύγω ὑμᾶς.
”“随你们怎么想,”他说,“只要你们能抓住我,且我没有从你们手中逃脱。
γελάσας δὲ ἅμα ἡσυχῇ καὶ πρὸς ἡμᾶς ἀποβλέψας εἶπεν· οὐ πείθω, ὦ ἄνδρες, Κρίτωνα, ὡς ἐγώ εἰμι οὗτος Σωκράτης, ὁ νυνὶ διαλεγόμενος καὶ διατάττων ἕκαστον τῶν λεγομένων, ἀλλ’ οἴεταί με ἐκεῖνον εἶναι ὃν ὄψεται ὀλίγον ὕστερον νεκρόν, καὶ ἐρωτᾷ δὴ πῶς με θάπτῃ.
”他同时轻轻一笑,回头看着我们说:“朋友们,我无法说服克力同,我就是现在和你们谈话、安排每一个话题的这个苏格拉底;但他以为我是那个他稍后将要看到的尸体,还问应该如何埋葬我。
ὅτι δὲ ἐγὼ πάλαι πολὺν λόγον πεποίημαι, ὡς, ἐπειδὰν πίω τὸ φάρμακον, οὐκέτι ὑμῖν παραμενῶ, ἀλλ’ οἰχήσομαι ἀπιὼν εἰς μακάρων δή τινας εὐδαιμονίας, ταῦτά μοι δοκῶ αὐτῷ ἄλλως λέγειν, παραμυθούμενος ἅμα μὲν ὑμᾶς, ἅμα δ’ ἐμαυτόν.
而我长篇大论讲了半天,说我喝了药之后就不再留在这里,而是离去前往极乐世界的某种幸福,这在他看来似乎只是我在自我安慰,同时也安慰你们。
ἐγγυήσασθε οὖν με πρὸς Κρίτωνα, ἔφη, τὴν ἐναντίαν ἐγγύην ἢ ἣν οὗτος πρὸς τοὺς δικαστὰς ἠγγυᾶτο.
所以,请你们替我向克力同担保,”他说,“做与他向法官们做出的相反的担保。
οὗτος μὲν γὰρ ἦ μὴν παραμενεῖν· ὑμεῖς δὲ ἦ μὴν μὴ παραμενεῖν ἐγγυήσασθε ἐπειδὰν ἀποθάνω, ἀλλὰ οἰχήσεσθαι ἀπιόντα, ἵνα Κρίτων ῥᾷον φέρῃ, καὶ μὴ ὁρῶν μου τὸ σῶμα ἢ καόμενον ἢ κατορυττόμενον ἀγανακτῇ ὑπὲρ ἐμοῦ ὡς δεινὰ πάσχοντος, μηδὲ λέγῃ ἐν τῇ ταφῇ ὡς ἢ προτίθεται Σωκράτη ἢ ἐκφέρει ἢ κατορύττει.
因为他当时担保我必然会留下;而你们要担保我死后绝不留下,而是离去,这样克力同就能更容易地承受,不至于在看到我的身体被火化或下葬时,为我感到痛苦,仿佛我遭受了什么可怕的事,也不至于在葬礼上说,他正在安放苏格拉底,或者送走他,或者埋葬他。
εὖ γὰρ ἴσθι, ἦ δ’ ὅς, ὦ ἄριστε Κρίτων, τὸ μὴ καλῶς λέγειν οὐ μόνον εἰς αὐτὸ τοῦτο πλημμελές, ἀλλὰ καὶ κακόν τι ἐμποιεῖ ταῖς ψυχαῖς.
因为要确知,”他说,“高尚的克力同,不正确地说话不仅本身是一种错误,而且还会给灵魂带来某种伤害。
§116ΦΑΙΔ. ἀλλὰ θαρρεῖν τε χρὴ καὶ φάναι τοὐμὸν σῶμα θάπτειν, καὶ θάπτειν οὕτως ὅπως ἄν σοι φίλον ᾖ καὶ μάλιστα ἡγῇ νόμιμον εἶναι.
” “所以必须保持信心,并且说你们埋葬的是我的身体,并且按照你们喜欢且认为最合乎国法的方式去埋葬。
ταῦτ’ εἰπὼν ἐκεῖνος μὲν ἀνίστατο εἰς οἴκημά τι ὡς λουσόμενος, καὶ ὁ Κρίτων εἵπετο αὐτῷ, ἡμᾶς δ’ ἐκέλευε περιμένειν.
”说罢,他便站起身到另一个房间去沐浴,克力同跟着他,而他让我们等候。
περιεμένομεν οὖν πρὸς ἡμᾶς αὐτοὺς διαλεγόμενοι περὶ τῶν εἰρημένων καὶ ἀνασκοποῦντες, τοτὲ δ’ αὖ περὶ τῆς συμφορᾶς διεξιόντες ὅση ἡμῖν γεγονυῖα εἴη, ἀτεχνῶς ἡγούμενοι ὥσπερ πατρὸς στερηθέντες διάξειν ὀρφανοὶ τὸν ἔπειτα βίον.
于是我们等在那里,互相谈论和重新审视刚才所说的话,有时又谈到我们所遭遇的不幸是多么巨大,简直觉得仿佛失去了父亲,余生将作为孤儿度过。
ἐπειδὴ δὲ ἐλούσατο καὶ ἠνέχθη παρ’ αὐτὸν τὰ παιδία — δύο γὰρ αὐτῷ ὑεῖς σμικροὶ ἦσαν, εἷς δὲ μέγας — καὶ αἱ οἰκεῖαι γυναῖκες ἀφίκοντο ἐκεῖναι, ἐναντίον τοῦ Κρίτωνος διαλεχθείς τε καὶ ἐπιστείλας ἅττα ἐβούλετο, τὰς μὲν γυναῖκας καὶ τὰ παιδία ἀπιέναι ἐκέλευσεν, αὐτὸς δὲ ἧκε παρ’ ἡμᾶς.
当他沐浴完后,孩子们被带到他面前——他有两个年幼的儿子和一个已经长大的儿子——家里的妇女们也到了。 在克力同面前与她们交谈并嘱托了所希望的事情之后,他便命令妇女和孩子们离去,他自己则回到了我们这里。
καὶ ἦν ἤδη ἐγγὺς ἡλίου δυσμῶν· χρόνον γὰρ πολὺν διέτριψεν ἔνδον.
此时已接近日落,因为他在里面待了很长时间。
ἐλθὼν δ’ ἐκαθέζετο λελουμένος καὶ οὐ πολλὰ ἄττα μετὰ ταῦτα διελέχθη, καὶ ἧκεν ὁ τῶν ἕνδεκα ὑπηρέτης καὶ στὰς παρ’ αὐτόν, ὦ Σώκρατες, ἔφη, οὐ καταγνώσομαί γε σοῦ ὅπερ ἄλλων καταγιγνώσκω, ὅτι μοι χαλεπαίνουσι καὶ καταρῶνται ἐπειδὰν αὐτοῖς παραγγείλω πίνειν τὸ φάρμακον ἀναγκαζόντων τῶν ἀρχόντων.
他回来坐下,洗过澡后没有再多说什么。 此时,十一委员的助手走进来,站在他身旁说:“苏格拉底,我不会像责怪其他人那样责怪你,每当我奉长官之命通知他们服毒时,他们就对我发怒并咒骂。
σὲ δὲ ἐγὼ καὶ ἄλλως ἔγνωκα ἐν τούτῳ τῷ χρόνῳ γενναιότατον καὶ πρᾳότατον καὶ ἄριστον ἄνδρα ὄντα τῶν πώποτε δεῦρο ἀφικομένων, καὶ δὴ καὶ νῦν εὖ οἶδ’ ὅτι οὐκ ἐμοὶ χαλεπαίνεις, γιγνώσκεις γὰρ τοὺς αἰτίους, ἀλλὰ ἐκείνοις.
但我在这段时间里,已经知道你是来到这里的最慷慨、最温和、最好的人。 现在我确知你没有对我发怒,因为你知道谁是真正的罪魁祸首,而是对他们发怒。
νῦν οὖν, οἶσθα γὰρ ἃ ἦλθον ἀγγέλλων, χαῖρέ τε καὶ πειρῶ ὡς ῥᾷστα φέρειν τὰ ἀναγκαῖα.
现在,因为你知道我是来通知什么的,再见,并尽量坦然地面对这些不可避免的事。
καὶ ἅμα δακρύσας μεταστρεφόμενος ἀπῄει.
”他流着泪,转身离去。
καὶ ὁ Σωκράτης ἀναβλέψας πρὸς αὐτόν, καὶ σύ, ἔφη, χαῖρε, καὶ ἡμεῖς ταῦτα ποιήσομεν.
苏格拉底看着他说:“你也再见,我们会照办的。
καὶ ἅμα πρὸς ἡμᾶς, ὡς ἀστεῖος, ἔφη, ὁ ἄνθρωπος·
”同时对我们说:“这个人多么和气!
καὶ παρὰ πάντα μοι τὸν χρόνον προσῄει καὶ διελέγετο ἐνίοτε καὶ ἦν ἀνδρῶν λῷστος, καὶ νῦν ὡς γενναίως με ἀποδακρύει.
在整个时间里,他总是到我这里来,有时与我交谈,是最好的人。 现在他又是多么高尚地为我流泪。
ἀλλ’ ἄγε δή, ὦ Κρίτων, πειθώμεθα αὐτῷ, καὶ ἐνεγκάτω τις τὸ φάρμακον, εἰ τέτριπται· εἰ δὲ μή, τριψάτω ὁ ἄνθρωπος.
但是,来吧,克力同,我们听他的。 如果药已经研磨好了,就让人拿来;如果没有,就让那个人去研磨。
καὶ ὁ Κρίτων, ἀλλ᾽ οἶμαι, ἔφη, ἔγωγε, ὦ Σώκρατες, ἔτι ἥλιον εἶναι ἐπὶ τοῖς ὄρεσιν καὶ οὔπω δεδυκέναι.
” 克力同说:“但是苏格拉底,我看太阳还在山上,还没有下山。
καὶ ἅμα ἐγὼ οἶδα καὶ ἄλλους πάνυ ὀψὲ πίνοντας, ἐπειδὰν παραγγελθῇ αὐτοῖς, δειπνήσαντάς τε καὶ πιόντας εὖ μάλα, καὶ συγγενομένους γ’ ἐνίους ὧν ἂν τύχωσιν ἐπιθυμοῦντες.
而且我知道其他人也有在通知后很久才服毒的,他们饱餐一顿,畅饮美酒,有的人甚至与他们所渴望的人亲近。
ἀλλὰ μηδὲν ἐπείγου· ἔτι γὰρ ἐγχωρεῖ.
所以不用着急,因为还有时间。 ”

词汇与语法注释

  1. 115bὅτι ἄν σοι ποιοῦντες ἡμεῖς ἐν χάριτι μάλιστα ποιοῖμεν; — 关系代名词 ὅστις 的中性单数宾格(ὅτι)与语气词 ἄν 及希求语气动词 ποιοῖμεν 连用,构成泛指关系从句,带有一种潜在语气(“无论我们做什么能最使你高兴”)。
  2. 115dἐγγυήσασθε οὖν με πρὸς Κρίτωνα τὴν ἐναντίαν ἐγγύην — 动词 ἐγγυάομαι 支配双宾格:被保证人(με)与保证本身(τὴν ἐναντίαν ἐγγύην),后者为同族宾格(cognate accusative)用法。
  3. 115eτὸ μὴ καλῶς λέγειν — 冠词附不定式(articular infinitive)作句子的主语,带否定词 μή,名词化地表示“不正确地(或不体面地)说话”。
  4. 116aὥπερ πατρὸς στερηθέντες — 被动分词 στερηθέντες(被剥夺、失去)支配表示分离(夺格性)的属格 πατρός(父亲)。

引用这一段

柏拉图, 斐多篇 §115-116. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg004.humanitext-grc2:115-116

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。