§45ΚΡ. εἰ γάρ τι τοιοῦτον φοβῇ, ἔασον αὐτὸ χαίρειν·
クリトン:もしそのようなことを恐れているのなら、そんなことは気に病むのをやめてほしい。
ἡμεῖς γάρ που δίκαιοί ἐσμεν σώσαντές σε κινδυνεύειν τοῦτον τὸν κίνδυνον καὶ ἐὰν δέῃ ἔτι τούτου μείζω.
私たちはあなたを救うことで、この危険、あるいは必要ならさらにこれより大きな危険を冒すのが当然なのだから。
ἀλλʼ ἐμοὶ πείθου καὶ μὴ ἄλλως ποίει.
私の言葉に従って、別のようにはしないでください。
ΣΩ. καὶ ταῦτα προμηθοῦμαι, ὦ Κρίτων, καὶ ἄλλα πολλά.
ソクラテス:そのことも心配しているし、クリトン、他にも多くのことを心配しているよ。
ΚΡ. μήτε τοίνυν ταῦτα φοβοῦ—καὶ γὰρ οὐδὲ πολὺ τἀργύριόν ἐστιν ὃ θέλουσι λαβόντες τινὲς σῶσαί σε καὶ ἐξαγαγεῖν ἐνθένδε.
クリトン:それなら、そのことは恐れないでください。 実際、あなたを救ってここから連れ出すために、いくらかの金を受け取ろうとする人々が求めている金額は大したものではありません。
ἔπειτα οὐχ ὁρᾷς τούτους τοὺς συκοφάντας ὡς εὐτελεῖς, καὶ οὐδὲν ἂν δέοι ἐπʼ αὐτοὺς πολλοῦ ἀργυρίου;
それに、あの密告者たちがどれほど安上がりで、彼らのために大金が必要ないことはお分かりでしょう?
σοὶ δὲ ὑπάρχει μὲν τὰ ἐμὰ χρήματα, ὡς ἐγὼ οἶμαι, ἱκανά·
あなたには私の財産があり、それは十分なものだと私は思います。
ἔπειτα καὶ εἴ τι ἐμοῦ κηδόμενος οὐκ οἴει δεῖν ἀναλίσκειν τἀμά, ξένοι οὗτοι ἐνθάδε ἕτοιμοι ἀναλίσκειν·
さらに、もし私のことを気遣って私の財産を消費すべきでないと思うなら、ここに来ている異邦人たちが喜んで財産を出す用意があります。
εἷς δὲ καὶ κεκόμικεν ἐπʼ αὐτὸ τοῦτο ἀργύριον ἱκανόν, Σιμμίας ὁ Θηβαῖος, ἕτοιμος δὲ καὶ Κέβης καὶ ἄλλοι πολλοὶ πάνυ.
その目的のために十分な資金を持ってきたシミアス、ケベス、その他多くの人々がいます。
ὥστε, ὅπερ λέγω, μήτε ταῦτα φοβούμενος ἀποκάμῃς σαυτὸν σῶσαι, μήτε, ὃ ἔλεγες ἐν τῷ δικαστηρίῳ, δυσχερές σοι γενέσθω ὅτι οὐκ ἂν ἔχοις ἐξελθὼν ὅτι χρῷο σαυτῷ·
だから、私が言うように、そのようなことを恐れて自分を救うことを投げ出さないでください。 また、裁判所で「逃亡してもどう身を処していいかわからない」と言っていたことも、重荷に思わないでください。
πολλαχοῦ μὲν γὰρ καὶ ἄλλοσε ὅποι ἂν ἀφίκῃ ἀγαπήσουσί σε·
どこへ行こうとも、彼らはあなたを歓迎するでしょう。
ἐὰν δὲ βούλῃ εἰς Θετταλίαν ἰέναι, εἰσὶν ἐμοὶ ἐκεῖ ξένοι οἵ σε περὶ πολλοῦ ποιήσονται καὶ ἀσφάλειάν σοι παρέξονται, ὥστε σε μηδένα λυπεῖν τῶν κατὰ Θετταλίαν.
もしテッサリアに行くことを望むなら、私にそこには友人がいて、あなたを非常に尊重し、安全を保証してくれるでしょう。 そうすればテッサリアの誰もあなたを苦しめることはありません。
ἔτι δέ, ὦ Σώκρατες, οὐδὲ δίκαιόν μοι δοκεῖς ἐπιχειρεῖν πρᾶγμα, σαυτὸν προδοῦναι, ἐξὸν σωθῆναι, καὶ τοιαῦτα σπεύδεις περὶ σαυτὸν γενέσθαι ἅπερ ἂν καὶ οἱ ἐχθροί σου σπεύσαιέν τε καὶ ἔσπευσαν σὲ διαφθεῖραι βουλόμενοι.
さらに、ソクラテス、あなたは正しくないことを企てようとしているように思えます。 救われることができるのに自分を裏切り、あなたの敵があなたを滅ぼそうと望み、実際に望んで行ってきたのとまさに同じようなことが、あなた自身の身に起こるように自ら急いでいるのだから。
πρὸς δὲ τούτοις καὶ τοὺς ὑεῖς τοὺς σαυτοῦ ἔμοιγε δοκεῖς προδιδόναι, οὕς σοι ἐξὸν καὶ ἐκθρέψαι καὶ ἐκπαιδεῦσαι οἰχήσῃ καταλιπών, καὶ τὸ σὸν μέρος ὅτι ἂν τύχωσι τοῦτο πράξουσιν·
それに加えて、あなたは自分の息子たちをも裏切ろうとしているように私には思えます。 彼らを育て、教育することができるのに、彼らを残して去ろうとしており、あなたに関する限り、彼らは行き当たりばったりの運命をたどることになる。
τεύξονται δέ, ὡς τὸ εἰκός, τοιούτων οἷάπερ εἴωθεν γίγνεσθαι ἐν ταῖς ὀρφανίαις περὶ τοὺς ὀρφανούς.
彼らは、おそらくは、孤児たちの身に孤児境遇において起こりがちな、まさにそのような目に遭うでしょう。
ἢ γὰρ οὐ χρὴ ποιεῖσθαι παῖδας ἢ συνδιαταλαιπωρεῖν καὶ τρέφοντα καὶ παιδεύοντα, σὺ δέ μοι δοκεῖς τὰ ῥᾳθυμότατα αἱρεῖσθαι.
子供をもうけるべきではないか、さもなければ最後まで一緒に苦労して育て、教育すべきです。 あなたは最も安易な道を選ぼうとしているように私には思えます。
χρὴ δέ, ἅπερ ἂν ἀνὴρ ἀγαθὸς καὶ ἀνδρεῖος ἕλοιτο, ταῦτα αἱρεῖσθαι, φάσκοντά γε δὴ ἀρετῆς διὰ παντὸς τοῦ βίου ἐπιμελεῖσθαι·
生涯を通じて徳に配慮してきたと言う者なら、善く勇気ある男が選ぶべき道を選ぶべきです。
ὡς ἔγωγε καὶ ὑπὲρ σοῦ καὶ ὑπὲρ ἡμῶν τῶν σῶν ἐπιτηδείων αἰσχύνομαι μὴ δόξῃ ἅπαν τὸ πρᾶγμα τὸ περὶ σὲ ἀνανδρίᾳ τινὶ τῇ ἡμετέρᾳ πεπρᾶχθαι, καὶ ἡ εἴσοδος τῆς δίκης εἰς τὸ δικαστήριον ὡς εἰσῆλθεν ἐξὸν μὴ εἰσελθεῖν, καὶ αὐτὸς ὁ ἀγὼν τῆς δίκης ὡς ἐγένετο, καὶ τὸ τελευταῖον δὴ τουτί, ὥσπερ κατάγελως τῆς πράξεως, κακίᾳ τινὶ καὶ ἀνανδρίᾳ τῇ ἡμετέρᾳ διαπεφευγέναι ἡμᾶς δοκεῖν, οἵτινές σε οὐχὶ ἐσώσαμεν οὐδὲ σὺ σαυτόν, οἷόν τε ὂν καὶ δυνατὸν εἴ τι καὶ μικρὸν ἡμῶν ὄφελος ἦν.
私はあなたのためにも、また私たち友人のためにも恥ずかしく思います。 このあなたに関する一件全体が、私たちの何らかの不甲斐なさによって行われたと思われるのではないかと。 本来なら避けることができたのに訴訟が裁判所に持ち込まれたこと、そしてその裁判そのものがどのように行われたか、さらに最後のこの結末、まるで全体の不手際(お笑いぐさ)のように、私たちの何らかの卑劣さと不甲斐なさによって、(救出の機会が)私たちの手からこぼれ落ちてしまったと思われることです。 私たちが少しでも役に立つ存在であったなら、可能であり、実行できたはずなのに、私たちがあなたを救わず、あなた自身も自分を救わなかったのだから。
§46ΚΡ. ταῦτα οὖν, ὦ Σώκρατες, ὅρα μὴ ἅμα τῷ κακῷ καὶ αἰσχρὰ ᾖ σοί τε καὶ ἡμῖν.
クリトン:だから、ソクラテス、これが悪であると同時に、あなたにとっても私たちにとっても不名誉なことにならないか、よく見てください。
ἀλλὰ βουλεύου—μᾶλλον δὲ οὐδὲ βουλεύεσθαι ἔτι ὥρα ἀλλὰ βεβουλεῦσθαι—μία δὲ βουλή·
よく決断してください。 いや、もはや決断する時間ではなく、決断し終えているべき時です。 決断は一つです。
τῆς γὰρ ἐπιούσης νυκτὸς πάντα ταῦτα δεῖ πεπρᾶχθαι, εἰ δʼ ἔτι περιμενοῦμεν, ἀδύνατον καὶ οὐκέτι οἷόν τε.
来たる夜にこれらすべてが行われねばならず、もしこれ以上待つなら、不可能です。
ἀλλὰ παντὶ τρόπῳ, ὦ Σώκρατες, πείθου μοι καὶ μηδαμῶς ἄλλως ποίει.
ぜひ私の言葉に従って、決して別のようにはしないでください。
ΣΩ. ὦ φίλε Κρίτων, ἡ προθυμία σου πολλοῦ ἀξία εἰ μετά τινος ὀρθότητος εἴη· εἰ δὲ μή, ὅσῳ μείζων τοσούτῳ χαλεπωτέρα.
ソクラテス:親愛なるクリトン、君の熱意は、もしそれがいくらかの正しさを伴うなら大いに価値があるが、そうでなければ、大きければ大きいほど厄介なものとなる。
σκοπεῖσθαι οὖν χρὴ ἡμᾶς εἴτε ταῦτα πρακτέον εἴτε μή·
だから私たちは、これをなすべきか否かを吟味しなければならない。
ὡς ἐγὼ οὐ νῦν πρῶτον ἀλλὰ καὶ ἀεὶ τοιοῦτος οἷος τῶν ἐμῶν μηδενὶ ἄλλῳ πείθεσθαι ἢ τῷ λόγῳ ὃς ἄν μοι λογιζομένῳ βέλτιστος φαίνηται.
私は今に始まったことではなく、常に、自分の内にあるもののうち、よく考えた上で最善と思われるロゴス以外には、いかなるものにも従わないような人間なのだから。
τοὺς δὴ λόγους οὓς ἐν τῷ ἔμπροσθεν ἔλεγον οὐ δύναμαι νῦν ἐκβαλεῖν, ἐπειδή μοι ἥδε ἡ τύχη γέγονεν, ἀλλὰ σχεδόν τι ὅμοιοι φαίνονταί μοι, καὶ τοὺς αὐτοὺς πρεσβεύω καὶ τιμῶ οὕσπερ καὶ πρότερον·
以前私が語っていたロゴスを、私にこのような運命が訪れたからといって、今投げ捨てるわけにはいかない。 それは私にとってほぼ同じように見える。 私は以前と同じロゴスを尊重し、尊ぶ。
ὧν ἐὰν μὴ βελτίω ἔχωμεν λέγειν ἐν τῷ παρόντι, εὖ ἴσθι ὅτι οὐ μή σοι συγχωρήσω, οὐδʼ ἂν πλείω τῶν νῦν παρόντων ἡ τῶν πολλῶν δύναμις ὥσπερ παῖδας ἡμᾶς μορμολύττηται, δεσμοὺς καὶ θανάτους ἐπιπέμπουσα καὶ χρημάτων ἀφαιρέσεις.
今、これより優れたものを語ることができないなら、よく知っておくがよい、私は君に同意しない。 たとえ多くの人々の力が、私たちを子供のようにおどすために、現在の状況よりもさらに多くの監禁や死や財産の没収を課してこようとも。
πῶς οὖν ἂν μετριώτατα σκοποίμεθα αὐτά;
では、どうすれば最も穏当に吟味できるか。
εἰ πρῶτον μὲν τοῦτον τὸν λόγον ἀναλάβοιμεν, ὃν σὺ λέγεις περὶ τῶν δοξῶν.
まず、君が評判について語ったそのロゴスを取り上げよう。
πότερον καλῶς ἐλέγετο ἑκάστοτε ἢ οὔ, ὅτι ταῖς μὲν δεῖ τῶν δοξῶν προσέχειν τὸν νοῦν, ταῖς δὲ οὔ;
常に言われていたこと、すなわち「ある人々の評判には注意を払い、他の人々の評判には注意を払わないべきだ」というのは、正しかったのかどうか。
ἢ πρὶν μὲν ἐμὲ δεῖν ἀποθνῄσκειν καλῶς ἐλέγετο, νῦν δὲ κατάδηλος ἄρα ἐγένετο ὅτι ἄλλως ἕνεκα λόγου ἐλέγετο, ἦν δὲ παιδιὰ καὶ φλυαρία ὡς ἀληθῶς;
それとも、私が死なねばならなくなる前には正しく言われていたが、今となってはそれが単に議論のために言われていただけで、実際にはただのお遊びやたわ言にすぎなかったことが、明らかになったのだろうか。
ἐπιθυμῶ δʼ ἔγωγʼ ἐπισκέψασθαι, ὦ Κρίτων, κοινῇ μετὰ σοῦ εἴ τί μοι ἀλλοιότερος φανεῖται, ἐπειδὴ ὧδε ἔχω, ἢ ὁ αὐτός, καὶ ἐάσομεν χαίρειν ἢ πεισόμεθα αὐτῷ.
クリトン、私は君とともに、このような状況にある私にとって、そのロゴスがいくらか違って見えるのか、それとも同じに見えるのかを検討したい。 そして、それをそのままにしておくか、あるいはそれに従うかを。
ἐλέγετο δέ πως, ὡς ἐγᾦμαι, ἑκάστοτε ὧδε ὑπὸ τῶν οἰομένων τὶ λέγειν, ὥσπερ νυνδὴ ἐγὼ ἔλεγον, ὅτι τῶν δοξῶν ἃς οἱ ἄνθρωποι δοξάζουσιν δέοι τὰς μὲν περὶ πολλοῦ ποιεῖσθαι, τὰς δὲ μή.
常に、何か中身のあることを言っていると思われている人々によって、このように言われていたと思う、今私が言ったように、人間が抱く評判のうち、あるものは重んじ、あるものはそうすべきではないと。
τοῦτο πρὸς θεῶν, ὦ Κρίτων, οὐ δοκεῖ καλῶς σοι λέγεσθαι;
クリトン、神にかけて、これは正しく言われていると思わないかね?