Humanitext Reader

柏拉图 · 克里托篇 §45-46

克里托的劝说与苏格拉底对理性的坚持

第 2 段,共 9 段 · 希腊语

内容简介

克里托声称朋友们承担的风险微不足道,并指责苏格拉底拒绝逃走是自暴自弃、对孩子不负责任。苏格拉底回应称,即使在危难中也必须服从理性(logos),并提议重新考察是否应该在意大众多人的舆论。

§45ΚΡ. εἰ γάρ τι τοιοῦτον φοβῇ, ἔασον αὐτὸ χαίρειν· ἡμεῖς γάρ που δίκαιοί ἐσμεν σώσαντές σε κινδυνεύειν τοῦτον τὸν κίνδυνον καὶ ἐὰν δέῃ ἔτι τούτου μείζω.
克里托:如果你害怕这样一类的事情,随它去吧;因为我们为了救你,理应冒这个危险,甚至如果有必要的话,还要冒比这更大的危险。
ἀλλʼ ἐμοὶ πείθου καὶ μὴ ἄλλως ποίει.
但是请听我的话,千万不要另作他图。
ΣΩ. καὶ ταῦτα προμηθοῦμαι, ὦ Κρίτων, καὶ ἄλλα πολλά.
苏格拉底:我正在为此担忧,克里托,还有其他许多事情。
ΚΡ. μήτε τοίνυν ταῦτα φοβοῦ—καὶ γὰρ οὐδὲ πολὺ τἀργύριόν ἐστιν ὃ θέλουσι λαβόντες τινὲς σῶσαί σε καὶ ἐξαγαγεῖν ἐνθένδε.
克里托:那么就不要害怕这些——因为有些人愿意接受、用来救你并把你带出这里的钱也并不多。
ἔπειτα οὐχ ὁρᾷς τούτους τοὺς συκοφάντας ὡς εὐτελεῖς, καὶ οὐδὲν ἂν δέοι ἐπʼ αὐτοὺς πολλοῦ ἀργυρίου;
其次,难道你看不出这些告发者是多么廉价,对他们根本不需要花很多钱吗?
σοὶ δὲ ὑπάρχει μὲν τὰ ἐμὰ χρήματα, ὡς ἐγὼ οἶμαι, ἱκανά·
对你来说,我的财产就在那里,我认为是足够的。
ἔπειτα καὶ εἴ τι ἐμοῦ κηδόμενος οὐκ οἴει δεῖν ἀναλίσκειν τἀμά, ξένοι οὗτοι ἐνθάδε ἕτοιμοι ἀναλίσκειν· εἷς δὲ καὶ κεκόμικεν ἐπʼ αὐτὸ τοῦτο ἀργύριον ἱκανόν, Σιμμίας ὁ Θηβαῖος, ἕτοιμος δὲ καὶ Κέβης καὶ ἄλλοι πολλοὶ πάνυ.
此外,如果你出于对我的关心,认为不应该花我的钱,这里也有客居的异邦人准备好花他们的钱;甚至有一位专门为此带来了足够的资金,那就是底比斯的希米亚斯,而凯贝斯和其他许多人也准备好了。
ὥστε, ὅπερ λέγω, μήτε ταῦτα φοβούμενος ἀποκάμῃς σαυτὸν σῶσαι, μήτε, ὃ ἔλεγες ἐν τῷ δικαστηρίῳ, δυσχερές σοι γενέσθω ὅτι οὐκ ἂν ἔχοις ἐξελθὼν ὅτι χρῷο σαυτῷ· πολλαχοῦ μὲν γὰρ καὶ ἄλλοσε ὅποι ἂν ἀφίκῃ ἀγαπήσουσί σε·
所以,正如我所说,不要因为害怕这些事情而放弃拯救自己,也不要像你在法庭上所说的那样,因为出去之后不知道该如何安顿自己而感到为难;因为在许多地方,无论你走到哪里,人们都会欢迎你。
ἐὰν δὲ βούλῃ εἰς Θετταλίαν ἰέναι, εἰσὶν ἐμοὶ ἐκεῖ ξένοι οἵ σε περὶ πολλοῦ ποιήσονται καὶ ἀσφάλειάν σοι παρέξονται, ὥστε σε μηδένα λυπεῖν τῶν κατὰ Θετταλίαν.
如果你愿意去色萨利,我在那里有朋友,他们会非常看重你并为你提供安全保障,因此色萨利的任何人都不会找你的麻烦。
ἔτι δέ, ὦ Σώκρατες, οὐδὲ δίκαιόν μοι δοκεῖς ἐπιχειρεῖν πρᾶγμα, σαυτὸν προδοῦναι, ἐξὸν σωθῆναι, καὶ τοιαῦτα σπεύδεις περὶ σαυτὸν γενέσθαι ἅπερ ἂν καὶ οἱ ἐχθροί σου σπεύσαιέν τε καὶ ἔσπευσαν σὲ διαφθεῖραι βουλόμενοι.
此外,苏格拉底,在我看来,你正在做一件不义的事情,在可以获救的情况下背叛自己,你正在急于让那些你的敌人——在他们想要毁灭你时——所急于做且已经做成的事,发生在你自己的身上。
πρὸς δὲ τούτοις καὶ τοὺς ὑεῖς τοὺς σαυτοῦ ἔμοιγε δοκεῖς προδιδόναι, οὕς σοι ἐξὸν καὶ ἐκθρέψαι καὶ ἐκπαιδεῦσαι οἰχήσῃ καταλιπών, καὶ τὸ σὸν μέρος ὅτι ἂν τύχωσι τοῦτο πράξουσιν· τεύξονται δέ, ὡς τὸ εἰκός, τοιούτων οἷάπερ εἴωθεν γίγνεσθαι ἐν ταῖς ὀρφανίαις περὶ τοὺς ὀρφανούς.
除此以外,在我看来,你似乎也在背叛你自己的儿子,在可以抚养和教育他们的时候,你却要抛弃他们离去,尽你本分而言,他们将遭遇他们碰巧遇到的任何命运;而且他们很可能会遭遇孤儿在孤儿境遇中通常会遭遇的那种命运。
ἢ γὰρ οὐ χρὴ ποιεῖσθαι παῖδας ἢ συνδιαταλαιπωρεῖν καὶ τρέφοντα καὶ παιδεύοντα, σὺ δέ μοι δοκεῖς τὰ ῥᾳθυμότατα αἱρεῖσθαι.
要么就不该生孩子,要么就该坚持到底,承受抚养和教育他们的劳苦,而你给我的感觉是选择了最省事的道路。
χρὴ δέ, ἅπερ ἂν ἀνὴρ ἀγαθὸς καὶ ἀνδρεῖος ἕλοιτο, ταῦτα αἱρεῖσθαι, φάσκοντά γε δὴ ἀρετῆς διὰ παντὸς τοῦ βίου ἐπιμελεῖσθαι·
一个声称一生都在关注美德的善良而勇敢的人,本该选择他应该选择的道路。
ὡς ἔγωγε καὶ ὑπὲρ σοῦ καὶ ὑπὲρ ἡμῶν τῶν σῶν ἐπιτηδείων αἰσχύνομαι μὴ δόξῃ ἅπαν τὸ πρᾶγμα τὸ περὶ σὲ ἀνανδρίᾳ τινὶ τῇ ἡμετέρᾳ πεπρᾶχθαι, καὶ ἡ εἴσοδος τῆς δίκης εἰς τὸ δικαστήριον ὡς εἰσῆλθεν ἐξὸν μὴ εἰσελθεῖν, καὶ αὐτὸς ὁ ἀγὼν τῆς δίκης ὡς ἐγένετο, καὶ τὸ τελευταῖον δὴ τουτί, ὥσπερ κατάγελως τῆς πράξεως, κακίᾳ τινὶ καὶ ἀνανδρίᾳ τῇ ἡμετέρᾳ διαπεφευγέναι ἡμᾶς δοκεῖν, οἵτινές σε οὐχὶ ἐσώσαμεν οὐδὲ σὺ σαυτόν, οἷόν τε ὂν καὶ δυνατὸν εἴ τι καὶ μικρὸν ἡμῶν ὄφελος ἦν.
就我而言,我为你以及我们这些你的朋友感到羞耻,害怕关于你的整个事件似乎是因为我们某种无能和懦弱而造成的——包括这桩诉讼在本来可以避免的情况下被带上法庭,以及法庭辩论本身进行的方式,还有这最后的结局——简直是对整个事件的荒谬嘲弄——似乎是因为我们某种无能和懦弱而让机会白白流失了,因为我们没有救你,你也没有自救,而只要我们还有哪怕一点点的用处,这本来是可能且行得通的。
§46ΚΡ. ταῦτα οὖν, ὦ Σώκρατες, ὅρα μὴ ἅμα τῷ κακῷ καὶ αἰσχρὰ ᾖ σοί τε καὶ ἡμῖν.
克里托:因此,苏格拉底,请注意这些事情除了是坏事之外,是否也会给你和我们带来耻辱。
ἀλλὰ βουλεύου—μᾶλλον δὲ οὐδὲ βουλεύεσθαι ἔτι ὥρα ἀλλὰ βεβουλεῦσθαι—μία δὲ βουλή· τῆς γὰρ ἐπιούσης νυκτὸς πάντα ταῦτα δεῖ πεπρᾶχθαι, εἰ δʼ ἔτι περιμενοῦμεν, ἀδύνατον καὶ οὐκέτι οἷόν τε.
请考虑——或者说,现在已经不是考虑的时候,而是应该考虑好了——决断只有一个;在即将到来的这个夜里,所有这些事情都必须做完,如果我们再拖延,就不可能也无法再办成了。
ἀλλὰ παντὶ τρόπῳ, ὦ Σώκρατες, πείθου μοι καὶ μηδαμῶς ἄλλως ποίει.
无论如何,苏格拉底,请听我的话,千万不要另作他图。
ΣΩ. ὦ φίλε Κρίτων, ἡ προθυμία σου πολλοῦ ἀξία εἰ μετά τινος ὀρθότητος εἴη· εἰ δὲ μή, ὅσῳ μείζων τοσούτῳ χαλεπωτέρα.
苏格拉底:亲爱的克里托,如果你那热切的意愿伴随着某种正确性,那是很有价值的;否则,它越强烈,就越令人难办。
σκοπεῖσθαι οὖν χρὴ ἡμᾶς εἴτε ταῦτα πρακτέον εἴτε μή·
因此,我们必须考察这些事情是否应该去做。
ὡς ἐγὼ οὐ νῦν πρῶτον ἀλλὰ καὶ ἀεὶ τοιοῦτος οἷος τῶν ἐμῶν μηδενὶ ἄλλῳ πείθεσθαι ἢ τῷ λόγῳ ὃς ἄν μοι λογιζομένῳ βέλτιστος φαίνηται.
因为我不只是现在、而是始终是这样一种人:除了解过思考后对我显得最好的理(logos)之外,不服从我自身的任何其他东西。
τοὺς δὴ λόγους οὓς ἐν τῷ ἔμπροσθεν ἔλεγον οὐ δύναμαι νῦν ἐκβαλεῖν, ἐπειδή μοι ἥδε ἡ τύχη γέγονεν, ἀλλὰ σχεδόν τι ὅμοιοι φαίνονταί μοι, καὶ τοὺς αὐτοὺς πρεσβεύω καὶ τιμῶ οὕσπερ καὶ πρότερον·
我过去所说的那些道理,不能因为我现在遭遇了这种命运就抛弃它们,相反,它们在我看来几乎还是老样子,我依然像以前一样尊重和推崇相同的道理。
ὧν ἐὰν μὴ βελτίω ἔχωμεν λέγειν ἐν τῷ παρόντι, εὖ ἴσθι ὅτι οὐ μή σοι συγχωρήσω, οὐδʼ ἂν πλείω τῶν νῦν παρόντων ἡ τῶν πολλῶν δύναμις ὥσπερ παῖδας ἡμᾶς μορμολύττηται, δεσμοὺς καὶ θανάτους ἐπιπέμπουσα καὶ χρημάτων ἀφαιρέσεις.
如果在目前的情况下我们说不出更好的道理,请确信我绝不会同意你的看法,即使大众多人的力量像吓唬小孩子一样,用比现在更多的妖魔鬼怪来恐吓我们,对我们施加监禁、死亡和没收财产。
πῶς οὖν ἂν μετριώτατα σκοποίμεθα αὐτά;
那么,我们怎样才能最合理地考察这些问题呢?
εἰ πρῶτον μὲν τοῦτον τὸν λόγον ἀναλάβοιμεν, ὃν σὺ λέγεις περὶ τῶν δοξῶν.
如果我们首先重新提起你关于舆论所说的那条道理。
πότερον καλῶς ἐλέγετο ἑκάστοτε ἢ οὔ, ὅτι ταῖς μὲν δεῖ τῶν δοξῶν προσέχειν τὸν νοῦν, ταῖς δὲ οὔ;
也就是在每个场合所说的,到底对某些舆论我们应当重视,而对另一些则不应当,是否正确?
ἢ πρὶν μὲν ἐμὲ δεῖν ἀποθνῄσκειν καλῶς ἐλέγετο, νῦν δὲ κατάδηλος ἄρα ἐγένετο ὅτι ἄλλως ἕνεκα λόγου ἐλέγετο, ἦν δὲ παιδιὰ καὶ φλυαρία ὡς ἀληθῶς;
还是说,在我不得不死之前,这话是正确的,但现在却明显暴露出来,它其实只是为了口头争辩而说,实际上真正只是儿戏和胡说八道?
ἐπιθυμῶ δʼ ἔγωγʼ ἐπισκέψασθαι, ὦ Κρίτων, κοινῇ μετὰ σοῦ εἴ τί μοι ἀλλοιότερος φανεῖται, ἐπειδὴ ὧδε ἔχω, ἢ ὁ αὐτός, καὶ ἐάσομεν χαίρειν ἢ πεισόμεθα αὐτῷ.
克里托,我渴望与你共同考察,在面临目前境况的我看来,这个道理是否会显得有所不同,还是老样子,以及我们将随它去,还是服从它。
ἐλέγετο δέ πως, ὡς ἐγᾦμαι, ἑκάστοτε ὧδε ὑπὸ τῶν οἰομένων τὶ λέγειν, ὥσπερ νυνδὴ ἐγὼ ἔλεγον, ὅτι τῶν δοξῶν ἃς οἱ ἄνθρωποι δοξάζουσιν δέοι τὰς μὲν περὶ πολλοῦ ποιεῖσθαι, τὰς δὲ μή.
我想,每个场合,那些自认为说话有分量的人通常会这样说,就像我刚才所说的那样,在人们所持的舆论中,有些应当被高度重视,有些则不应当。
τοῦτο πρὸς θεῶν, ὦ Κρίτων, οὐ δοκεῖ καλῶς σοι λέγεσθαι;
克里托,凭着神明起誓,你不认为这说得很正确吗?

词汇与语法注释

  1. 45aδίκαιοί ἐσμεν ... κινδυνεύειν — `δίκαιός εἰμι` 后接不定式,表示“我有义务做……”或“我做……是理所当然的”。在这里,分词 `σώσαντές`(通过拯救,或在拯救之后)作为手段或条件修饰不定式 `κινδυνεύειν`。
  2. 45cἐξὸν σωθῆναι — 这是使用无人称动词 `ἔξεστι`(可能、允许)的现在分词中性单数宾格 `ἐξόν` 的宾格绝对(accusative absolute)句式。表示让步含义:“尽管可以获救”。45d 中的 `ἐξὸν καὶ ἐκθρέψαι` 也是同样的结构。
  3. 45eδιαπεφευγέναι ἡμᾶς δοκεῖν — 完成时不定式 `διαπεφευγέναι`(源自 `διαφεύγω`,“逃脱、溜走”)的主语是这一连串事态的结局 `τὸ τελευταῖον δὴ τουτί`(这最后的结局)。这表示最后的机会似乎(`δοκεῖν`)因为朋友们的懦弱而白白流失(“从手中溜走”)。`ἡμᾶς` 是不定式 `δοκεῖν` 的逻辑主语(“我们似乎……”),整个结构作为表示担忧和羞愧的动词 `αἰσχύνομαι μὴ δόξῃ` 后并列子句的收尾和高潮。
  4. 46bοἷος ... πείθεσθαι — 关系代词 `οἷος` 后接不定式,表示“是具有……性质/倾向(的人)”(性质的 `οἷος` 句式)。在这里它作为主语 `ἐγώ` 的表语。
  5. 46cοὐ μή σοι συγχωρήσω — 否定小词 `οὐ μή` 后接虚拟语气(这里是不定过去时虚拟语气 `συγχωρήσω`,亦可视为将来直说语气),表示极强烈的否定意志或预测:“我绝不会同意你”。

引用这一段

柏拉图, 克里托篇 §45-46. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg003.humanitext-grc2:45-46

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。